← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§36.13-37.15

驳斥针对同名异义者定义的三个难题

注释家依次化解了针对亚里士多德同名异义者定义所提出的三个难题(涉及“共通”一词的歧义、同名异义者自身无法被定义、以及该名称究竟是通名还是专名),并结束了本讲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#3

καί φαμεν πρὸς τὴν ἀπορίαν ταύτην ὅτι οὐδὲν ἄτοπον τὸ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμον εἶναι καὶ συνώνυμον, ὅπου, ὡς ἐδείχθη, τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὁμώνυμον δύναται εἶναι καὶ συνώνυμον.1 ἔπειτα δὲ καὶ τὸν παραλογισμὸν ὁ ἀπορῶν λόγος εἴληφεν ἀπὸ τῆς διαφόρου σημασίας τοῦ κοινοῦ· ὁ μὲν γὰρ ὁρισμὸς τῶν ὁμωνύμων κοινὸν ἔλαβεν τὸ ὁλόκληρον ἐν ἑκάστῳ παρόν, ὡς ἐπὶ τῆς τοῦ κήρυκος φωνῆς, ὁ δὲ ἀπορῶν λόγος ἄλλο σημαινόμενον ἔλαβεν τοῦ κοινοῦ, τὸ διαιρετόν· ἀμέλει τῆς Αἴας φωνῆς ὅλης μετέχει ὁ Τελαμώνιος καὶ ὁ Ὀιλέως * * ὁμώνυμος δὲ οὐκ ἂν λεχθείη χωρὶς ἐκείνου· ὥστε πεφώραται παραλογισμός. ἑτέρα ἀπορία· τὰ ὁμώνυμα2 ὃ τοῖς ἄλλοις δίδωσι τοῦτο καὶ αὐτὰ ἔχει· τί δὲ δίδωσι τοῖς μετέχουσιν; ἢ τὸ εἶναι ὁμώνυμα· ὃν γὰρ τρόπον καὶ τὸ πεντασύλλαβον τοῖς ἄλλοις ὀνόμασι τὸ ταύταις ἀναμετρεῖσθαι μεταδίδωσιν, αὐτὸ πρότερον τοῖς πεντασυλλάβοις καταμετρούμενον, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ὁμωνύμων δίκαιον θεωρῆσαι, ὥστε εἶναι αὐτὰ πρῶτον ὁμώνυμα, ὧν ἐστιν ὁμώνυμα· εἰ δὲ τὰ ὁμώνυμα ὁμώνυμά ἐστι, ὡς δέδεικται, τῶν δὲ ὁμωνύμων οὐκ ἔστιν ἀποδοῦναι ὁρισμόν, κακῶς ἄρα ὁ Ἀριστοτέλης πεποίηκεν τῶν ὁμωνύμων ἀποδοὺς ὁρισμὸν τὸν λέγοντα ὧν ὄνομα μόνον κοινὸν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. πρὸς τοῦτό φαμεν ὅτι οὐκ ἀπεικὸς τῶν ὁμωνύμων ἀποδοῦναι ὁρισμὸν ἐξ ὁμωνύμων φωνῶν συγκείμενον, ὅπερ καὶ ἐνταῦθα πεποίηκεν· ἕκαστον γὰρ κείμενον ἐν τῷ ὁρισμῷ ὁμώνυμόν ἐστι· καὶ γὰρ τὸ ὂν δηλωτικὸν ἦν πλειόνων, ἀλλὰ δὴ καὶ τὸ κοινὸν καὶ τὸ μόνον ὁμοίως καὶ ἡ οὐσία. καὶ μὴ θαυμάσῃς, ὅπου γε καὶ τὸ ὑγιαῖνον ὁμώνυμον ὂν καὶ σημαντικὸν ἢ τοῦ φυλακτικοῦ αἰτίου τῆς ὑγείας ἢ τοῦ ποιητικοῦ ἢ τοῦ σημαντικοῦ ἢ τοῦ δεκτικοῦ ὁρισμῷ ὑποβάλλομεν· φαμὲν γὰρ ὑγιεινὸν εἶναι τὸ ἐν συμμετρίᾳ θεωρούμενον. καὶ αὐτὸ δὲ τὸ σύμμετρον ὁμώνυμόν ἐστιν· ἐν πλείοσι γὰρ θεωρεῖται. καὶ ἐν τούτοις ἡ ἀγωγὴ τῆς δευτέρας θεωρίας. τρίτη ἀπορία· εἰ ὁμώνυμά ἐστιν ὧν ὄνομα μόνον κοινόν, τὸ ὄνομα τοῦτο τὸ φερόμενον κατὰ τῶν ὁμωνύμων κοινόν ἐστιν ἢ ἴδιον. * * κοινὸν μὲν γὰρ οὐ δύναται εἶναι, διότι ἡ ὁμωνυμία ἐστὶ κυρίων ὀνομάτων ὁμωνυμία· κύριον γὰρ ἑκάστῳ ἐστὶ τὸ Αἴας ὄνομα. εἰ δὲ κυρίων, οὐκ ἔτι κοινόν. ἀλλὰ μὴν οὐδὲ ἴδιον δύναται εἶναι τὸ ὄνομα τὸ φερόμενον κατὰ τῶν ὁμωνύμων, εἴ γε ὁμωνυμία ἐν κοινωνίᾳ ὀνόματος ἔχει τὸ εἶναι, ὥσπερ ὁ ὁρισμὸς δηλοῖ λέγων ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν· εἰ δὲ μήτε ἴδιον μήτε κοινὸν τὸ ὄνομα, οὐκ ἔστιν ὁμωνυμία. πρὸς τοῦτό φαμεν ὅτι καὶ κοινὸν βουλόμεθα εἶναι τὸ ὄνομα καὶ ἴδιον· ἴδιον μὲν ὡς πρὸς τὸν λέγοντα (ἐκεῖνος γὰρ οἶδεν κατὰ ποίου σημαινομένου φέρεται τὸ ὄνομα), κοινὸν δὲ πρὸς τὸν ἀκούοντα·3 τῇ γὰρ κοινωνίᾳ τῆς φωνῆς περιπλανώμενος ἀγνοεῖ κατὰ ποίου σημαινομένου φέρεται τὸ ὄνομα. εἰ δὲ τοῦτο, κακῶς τὴν κοινωνίαν τῶν ὁμωνύμων ἐπὶ τῆς ἀπορίας εἰλήφασιν. ἐπὶ τούτοις καταπαυέσθω μὲν ἡ παροῦσα θεωρία. ἀναγινωσκέσθω δὲ ἡ λέξις.

针对这一难题我们说,同一事物依凭不同事物兼为同名异义的和同义的并无不妥,更何况正如所表明的那样,同一事物相对于同一事物依凭同一事物能够兼为同名异义的和同义的。此外,发起难题的论证从“共通之物”的不同含义中得出了谬误推论;因为同名异义者的定义是将完整地临在于各事物之中的东西视为“共通之物”,就像传令官的声音那样;而发起难题的论证则把“共通之物”的另一种含义即分割之物当作了它。固然,忒拉蒙之子和奥伊琉斯之子都分有整个“埃阿斯”的声音,[……]脱离对方则不会被称为同名异义的;因此谬误推论被揭穿了。 另一个难题:同名异义者自身也拥有它赋予他物的东西;那么它赋予分有它的事物什么呢?即是成为同名异义者。正如五音节词赋予其他名词以由这些音节所度量,因其自身首先由五个音节度量一样,以同样的方式在同名异义者上也理应如此看待,以至于它们自身首先相对于那些它们作为其同名异义者的事物成为同名异义的。但是,如果如同所表明的那样同名异义者是同名异义的,而对同名异义者又不可能给出定义,那么亚里士多德给出同名异义者的定义——即称“名仅共通,而依名之本质说明不同者”——就是做错了。 对此我们说,由同名异义的词声组成的定义提供给同名异义者并不是不合情理的,而这正是在这里他所做的事情;因为定义中所放置的每一个词都是同名异义的。“存在”是表示多重事物的,而且“共通”与“仅”同样如此,“本质”亦然。既然就连“健康的”作为同名异义者、表征着保持健康的原因、或生成的、或标志性的、或承受的原因,我们也将它置于定义之下,你也不要感到惊奇;因为我们说健康之物是按匀称被观照之物。而这“匀称”本身也是同名异义的;因为它在多重事物中被观照。在这些讨论中便有第二堂讲论的推进。 第三个难题:如果同名异义者是那些仅名称共通者,那么在这诸同名异义者上所述说的这个名称是共通的还是专有的?[……]因为它不可能是共通的,因为同名异义性是专有名词的同名异义性;“埃阿斯”这个名字对于每一个人而言都是专有的。如果是专有名词的,就绝不再是共通的。然而,在诸同名异义者上所述说的名称也不可能是专有的,如果同名异义性确实如定义所明示“凡名仅共通者被称为同名异义”那样存在于名称的共通性之中;如果该名称既非专有亦非共通,同名异义性便不存在了。 对此我们说,我们主张该名称既是共通的也是专有的:对于言说者而言是专有的(因为他知道这名称是按照哪种含义被述说的),但对于听者而言则是共通的;因为他在声音的共通性中徘徊,不知道这名称是按照哪种含义被述说的。若是如此,他们就在难题中错误地理解了同名异义者的共通性。在这些话之后,当前的这篇讲论且告结束;而让经文被朗读吧。

语法注3 条
  1. 4.1ὅπου, ὡς ἐδείχθη, τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὁμώνυμον δύναται εἶναι καὶ συνώνυμον

    连词 ὅπου 在此处由空间副词引申为表示原因或条件(“既然”、“……的情况下”)。它引入前文已证明的命题,作为支持“依凭不同事物兼具两属性”绝非荒谬的更强论据。

  2. 4.1ὥστε εἶναι αὐτὰ πρῶτον ὁμώνυμα, ὧν ἐστιν ὁμώνυμα

    由 ὥστε 引导的结果不定式结构。关系代词 ὧν 省略了先行词 ἐκείνων,充当形容词 ὁμώνυμος 所要求的补足语(属格或受先行词格吸引)。该结构表达出荒谬的推论结果:同名异义者自身首先相对于其作为同名异义者的那些对象而成为同名异义的。

  3. 4.1ἴδιον μὲν ὡς πρὸς τὸν λέγοντα [...], κοινὸν δὲ πρὸς τὸν ἀκούοντα

    由对照连词 μέν...δέ 构建的视角划分。介词短语 πρός 搭配宾格并由 ὡς 加强,表示相对的关系视角(“对于……而言”)。这梳理了双重视角的解决方案:同名异义词在说话者看来指涉已定因而为“专有”,在听者看来指涉未定因而为“共通”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:36.13-37.15