← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§35.8-36.13

画像之例与兼具同名异义及同义的四种方式

奥林匹奥多罗确定了亚里士多德所举“人与画像”的例证属于基于相似的同名异义性,详述了一事物兼为同名异义与同义的四种结合方式,并进而提出了针对同名异义者定义的第一道难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#2

τὸ δὲ καθ’ ὁμοιότητα διχῶς· ἢ πρὸς τὴν γνῶσιν τῆς ζωῆς, ὡς ὅτε μαθητὴν τῷ τοῦ διδασκάλου ὀνόματι προσαγορεύσῃ τις, οἷον Θεαίτητον Σωκράτην διὰ τὸ ἐοικέναι αὐτῷ κατά τε τὴν γνῶσιν τῆς ζωῆς καὶ τὸ ἦθος τῆς ψυχῆς, ἢ πρὸς τὴν μορφήν, ὡς ὅταν εἴπωμεν τὴν εἰκόνα τοῦ Σωκράτους ἐοικέναι τῷ Σωκράτει καὶ καλέσωμεν ταύτην Σωκράτην. ὑπὸ τοῦτο τὸ εἶδος τῶν ὁμωνύμων ἀναφέρεται τὸ παράδειγμα τοῦ Ἀριστοτέλους. Ἀλλ’ ἐπειδὴ καὶ ἐν τοῖς συνωνύμοις τοῦ αὐτοῦ μέμνηται παραδείγματος, ἔμφασιν ἡμῖν διὰ τοῦτο διδοὺς ὡς ἔσται τις κοινωνία ὁμωνύμων καὶ συνωνύμων, φέρε τοὺς τρόπους δημοσιεύσωμεν, καθ’ οὓς δύνανται κοινωνεῖν τὰ ὁμώνυμα τοῖς συνωνύμοις. δύναται τοίνυν τὸ αὐτὸ καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον τετραχῶς· ἢ γὰρ τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ καὶ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ἢ τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ἢ τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ κατὰ τὸ αὐτὸ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ἢ τὸ αὐτὸ τῷ αὐτῷ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν ἐστι καὶ συνώνυμον· οἷον τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ὡς ὅτε δυοῖν προσώποιν ἓν ὄνομα κεῖται τὸ Εὔβουλος, ἀμφότεροι δὲ εἶεν καὶ συνετοί· ἐπὶ γὰρ τούτων τὸ αὐτὸ ὄνομα ἀμφοτέροις καὶ διὰ τοῦτο ὁμώνυμοι, ἀλλὰ γὰρ καὶ διὰ τὸ αὐτὸ ὄνομα συνώνυμοι· εἰ μὲν γὰρ ὡς κύριον λάβωμεν τὸ ὄνομα, ὁμώνυμον, εἰ δὲ ὡς προσηγορικόν, συνώνυμον·1 ἰδοὺ τοίνυν ὁ αὐτὸς Εὔβουλος τῷ αὐτῷ ἀνδρὶ κατὰ τὸ αὐτό, ἤγουν τὸ εὔβουλος, ὁμώνυμόν ἐστι καὶ συνώνυμον. τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν ἐστι καὶ συνώνυμον, οἷον Σωκράτης τῇ μὲν ἰδίᾳ εἰκόνι ὁμώνυμόν ἐστι, τῷ δὲ Πλάτωνι συνώνυμός ἐστι καθὸ ἄνθρωπος· ἰδοὺ ὁ αὐτός, τοῦτ’ ἔστιν ὁ Σωκράτης, ἄλλῳ καὶ ἄλλῳ, τοῦτ’ ἔστι τῇ ἰδίᾳ εἰκόνι καὶ Πλάτωνι, κατ’ ἄλλο καὶ ἄλλο, τοῦτ’ ἔστι κατὰ τὸ Σωκράτης καὶ ἄνθρωπος, ὁμώνυμόν ἐστι καὶ συνώνυμον. τὸ αὐτὸ τῷ αὐτῷ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ὡς Αἴας ὁ Τελαμώνιος τῷ Ὀϊλέως Αἴαντι ὁμώνυμόν ἐστι καὶ συνώνυμον, κατὰ μὲν τὸ Αἴας ὁμώνυμον κατὰ δὲ τὸ ἄνθρωπος συνώνυμον· ἰδοὺ ὁ αὐτὸς Αἴας ὁ Τελαμώνιος τῷ αὐτῷ Αἴαντι, τοῦτ’ ἔστι τῷ Ὀϊλέως, κατ’ ἄλλο καὶ ἄλλο, τοῦτ’ ἔστι κατὰ τὸ Αἴας καὶ κατὰ τὸ ἄνθρωπος, ὁμώνυμόν ἐστι καὶ συνώνυμον. τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ κατὰ τὸ αὐτὸ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, οἷον ὁ ἄνθρωπος πρὸς μὲν τὴν οἰκείαν παραβαλλόμενος εἰκόνα ἔχει τὸ ζῷον ὁμωνύμως κατηγορούμενον, πρὸς δὲ τὸν βοῦν συνωνύμως· ἰδοὺ ὁ αὐτὸς ἄνθρωπος ἄλλῳ καὶ ἄλλῳ, τοῦτ’ ἔστι τῇ οἰκείᾳ εἰκόνι καὶ τῷ βοΐ, κατὰ τὸ αὐτό, ὅπερ ἐστὶ τὸ ζῷον, ὁμώνυμόν ἐστι καὶ συνώνυμον. ὑπὸ τοῦτον τὸν τρόπον τὸ προτεθὲν ἐπὶ ἑκάτερον παράδειγμα ὑπὸ τοῦ Ἀριστοτέλους ἀνάγεται. Ἀλλ’ ἐπειδὴ ταῦτα καλῶς ἡμῖν διακέκριται, φέρε τινὰς ἀπορίας κινήσωμεν, φερομένας κατὰ τοῦ ὁρισμοῦ τῶν ὁμωνύμων, καὶ ταύτας ἐπιλυσώμεθα. καὶ ἔστι πρώτη ἀπορία αὕτη· εἰ τὸ ὁμώνυμον ἐκείνοις, ὧν ἐστιν ὁμώνυμον, καὶ τοῦ λόγου καὶ τοῦ ὀνόματος τοῦ οἰκείου αὐτοῖς μεταδίδωσι,2 πᾶν δὲ ὃ τοῦ λόγου καὶ τοῦ ὀνόματος τοῦ οἰκείου μεταδίδωσι τοῦτο συνώνυμόν ἐστι, τὰ ὁμώνυμα ἄρα συνώνυμά ἐστι.

另一方面,按相似的则有两种方式:要么针对生活的认知(就像有人用老师的名字称呼弟子,例如称忒埃泰托斯为“苏格拉底”,因为他在生活的认知和心灵的品性两方面都与他相似),要么针对外形(就像当我们说苏格拉底的画像与苏格拉底相似,并称这幅画像为“苏格拉底”时)。亚里士多德的例证被归属于同名异义者的这一形态之下。 然而,既然他在同义者中也提到了同一个例证,从而向我们示意同名异义者与同义者之间会有某种共通之处,那么来吧,让我们公布同名异义者能够与同义者共通的诸种方式。于是,同一事物能够兼为同名异义的和同义的,这有四种方式:因为要么同一事物相对于同一事物依凭同一事物兼为同名异义的和同义的;要么同一事物相对于不同事物依凭不同事物兼为同名异义的和同义的;要么同一事物相对于不同事物依凭同一事物兼为同名异义的和同义的;要么同一事物相对于同一事物依凭不同事物兼为同名异义的和同义的。 例如,同一事物相对于同一事物依凭同一事物兼为同名异义的和同义的,就像给两个人物设定了同一个名字“欧布罗斯”,而双方又都是明智的;因为对于他们而言,双方有着相同的名字,因此是同名异义的,但又恰恰由于相同的名字而是同义的;因为如果我们把这名字当作专有名词来取,则是同名异义的,如果当作通名[形容性称呼]来取,则是同义的。看啊,因此同一个欧布罗斯相对于同一个人依凭同一事物——即“欧布罗斯[明智]”——兼为同名异义的和同义的。 同一事物相对于不同事物依凭不同事物兼为同名异义的和同义的,例如苏格拉底相对于他自己的画像是同名异义的,但相对于柏拉图只要作为人而言则是同义的。看啊,同一者即苏格拉底,相对于不同事物即他自己的画像和柏拉图,依凭不同事物即“苏格拉底”和“人”,兼为同名异义的和同义的。 同一事物相对于同一事物依凭不同事物兼为同名异义的和同义的,就像忒拉蒙之子大埃阿斯相对于奥伊琉斯之子小埃阿斯兼为同名异义的和同义的,依凭“埃阿斯”是同名异义的,但依凭“人”则是同义的。看啊,同一个忒拉蒙之子埃阿斯相对于同一个埃阿斯即奥伊琉斯之子,依凭不同事物即依凭“埃阿斯”和依凭“人”,兼为同名异义的和同义的。 同一事物相对于不同事物依凭同一事物兼为同名异义的和同义的,例如人与他自己的画像相比时具有被同名异义地述说的“动物”,而与牛相比时则具有被同义地述说的“动物”。看啊,同一个人相对于不同事物即他自己的画像和牛,依凭同一事物即作为“动物”之物,兼为同名异义的和同义的。亚里士多德在这两处提出的例证正是归属于这种方式之下。 但是,既然这些事情已经被我们很好地区分清楚了,来吧,让我们提出针对同名异义者定义所发起的一些难题,并将它们予以解决。第一个难题就是这样的:如果同名异义者把自身固有的定义与名称都赋予那些它作为其同名异义者的事物,而凡赋予自身固有的定义与名称的事物都是同义的,那么同名异义者就是同义的了。

语法注2 条
  1. 4.1εἰ μὲν γὰρ ὡς κύριον λάβωμεν τὸ ὄνομα, ὁμώνυμον, εἰ δὲ ὡς προσηγορικόν, συνώνυμον

    条件句的两个归结分句中均省略了系动词 ἐστί。中性述语形容词 ὁμώνυμον 和 συνώνυμον 指涉所讨论的关系事态(或承前省略的中性主语 τοῦτο),简括地表达该关系是同名异义的或同义的。

  2. 4.1εἰ τὸ ὁμώνυμον ἐκείνοις, ὧν ἐστιν ὁμώνυμον, καὶ τοῦ λόγου καὶ τοῦ ὀνόματος τοῦ οἰκείου αὐτοῖς μεταδίδωσι

    这是第一道难题的前提部分,主语 τὸ ὁμώνυμον 并非指单个的同名异义事物,而是指作为普遍类概念的“同名异义者”。关系代词 ὧν 的先行词为与格 ἐκείνοις;该句构成了诡辩式的三段论,即主张该属概念将其自身固有的定义与名称赋予了其作为其同名异义者的诸个别事物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:35.8-36.13