- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:34.2-35.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
为了阐明亚里士多德所举同名异义者例证(人与画像)的归属,奥林匹奥多鲁将同名异义者划分为出于偶然与出于意图两类,并依据派生名辞以及时间的三分法(回忆、希望,以及现在的分有、隐喻与相似)对后者进行了详细分类。
" Οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον." Ἐπειδὴ παραδείγματι κέχρηται ὁ φιλόσοφος ἐπὶ τῶν ὁμωνύμων, τὸ δὲ παράδειγμα μερικὸν ὂν οὐ δύναται ἐξισωθῆναι παντὶ μέρει ἐκείνου οὗ ἐστι παράδειγμα, φέρε ἐκ διαιρέσεως περιλάβωμεν τὰ εἴδη τῶν ὁμωνύμων, ἵνα ἐσόμεθα εἰδότες1 καὶ ὑπὸ ποῖον μέρος ἀνάγεται τῶν ὁμωνύμων τὸ παράδειγμα Ἀριστοτέλους. τῶν τοίνυν ὁμωνύμων τὰ μέν ἐστιν ἀπὸ τύχης, τὰ δὲ ἐκ διανοίας λαμβάνεται. καὶ ἀπὸ τύχης ἐστὶν ὁμώνυμα, ὡς ὅταν ἐν διαφόροις τόποις οἰκοῦντές τινες τῷ αὐτῷ ὀνόματι προσαγορεύωνται ἀμφότεροι, πρὸς οὐδένα σκοπὸν ἀφεωρακότων τῶν τὰ ὀνόματα θεμένων· οἷον 〈εἰ τύχοι〉 ὄντα τινὰ ἐν Περσίδι λέγεσθαι Σωκράτην, ὄντα δὲ ἐν Ἀθήναις,2 οὐ διὰ αὐτὴν τὴν διάνοιαν ἑκατέροις κειμένου τοῦ ὀνόματος, ἀλλὰ κατά τινα τύχην. ἀλλὰ τούτων τῶν κατὰ τύχην οὐκ ἔστι διαίρεσις, διότι αἱ διαιρέσεις ἢ ἀπὸ τέχνης ἢ ἀπὸ ἐπιστήμης προβάλλονται, τὰ δὲ κατὰ τύχην οὐδὲ τέχνῃ, πολλῷ δὲ μᾶλλον οὐδὲ ἐπιστήμῃ ὑποπέπτωκεν διὰ τὸ τὰς μὲν τέχνας καὶ τὰς ἐπιστήμας ὡρισμένας εἶναι, τὰ δὲ κατὰ τύχην ἀόριστα εἶναι, τὰ δὲ ἀόριστα διαιρέσει οὐχ ὑποβάλλονται. καὶ ὅτι ταῦτα οὕτως ἔχει, δηλοῖ καὶ 〈ὁ〉 ἐν Γοργίᾳ Σωκράτης· ἐμπειρία γάρ 〈φησι〉 τὸ ἡμέτερον σῶμα συνίστησι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην. τὰ δὲ ἀπὸ διανοίας ὁμώνυμα διαιροῦνται· ἢ γὰρ ἀλλήλοις ἐστὶν ὁμώνυμα καὶ τῷ ὄντι ὁμώνυμα, ἢ ἀλλήλοις μέν ἐστιν ὁμώνυμα, τῷ δὲ ἀφ’ οὗ παρώνυμα. καὶ τοῦτο διχῶς· ἢ ὡς ἀπὸ ποιητικοῦ αἰτίου ἢ ὡς ἀπὸ τελικοῦ. ἀπὸ μὲν ποιητικοῦ, ὡς ὅταν εἴπωμεν ἰατρικὸν σμιλίον, ἰατρικὸν βιβλίον (ταῦτα γὰρ ὡς ἀπὸ ἰατρικῆς ποιητικῆς ὀνομάζεται), ἀπὸ δὲ τελικοῦ, ὡς ὅταν εἴπωμεν ὑγιεινὸν σιτίον, ὑγιεινὸν φάρμακον, ὑγιεινὸν ποτόν· ἀπὸ γὰρ τῆς ὑγείας, ὅπερ ἐστὶ τελικὸν τῆς ἰατρικῆς, ταύτην τὴν προσηγορίαν εἰλήφασι. διὸ καὶ εἰκότως καλοῦνται ταῦτα ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· τὰ μὲν γὰρ ὡς ἀπὸ ποιητικοῦ αἰτίου παρηγμένα καλοῦνται ἀφ’ ἑνός, τὰ δὲ ὡς ἀπὸ τελικοῦ πρὸς ἕν, ἐπειδὴ πρὸς ἓν τέλος ἀφορᾷ τὰ εἰρημένα πάντα ἐξ ὁμοῦ, τὴν ὑγείαν φημί. καὶ οὕτω μὲν τὰ ἀλλήλοις ὁμώνυμα, τῷ δὲ ἀφ’ οὗ παρώνυμα. τὰ δὲ ἀλλήλοις ὁμώνυμα 〈καὶ τῷ ὄντι ὁμώνυμα〉 διαιροῦνται κατὰ τὴν τριμέρειαν τοῦ χρόνου· ἢ γὰρ πρὸς τὸν παρεληλυθότα λέγεται, καί εἰσι ταῦτα κατὰ ἀνάμνησιν λεγόμενα, ὡς ὅτε τις τῷ τοῦ πάππου ὀνόματι τὸν υἱὸν προσαγορεύσῃ εἰς ἀνάμνησιν ἐκείνου, ἢ πρὸς τὸν μέλλοντα καὶ ποιεῖ τὸ κατ’ ἐλπίδα, ὡς εἴ τις τὸν ἑαυτοῦ υἱὸν Σωκράτην ὀνομάσῃ ἢ Πλάτωνα, τοιοῦτον αὐτὸν ἐλπίζων γενέσθαι οἷοι ἐκεῖνοι γεγόνασι, ἢ πρὸς τὸν ἐνεστῶτα. καὶ τοῦτο τριχῶς· ἢ κατὰ μέθεξιν ἢ κατὰ μεταφορὰν ἢ καθ’ ὁμοιότητα. κατὰ μέθεξιν μέν, 〈ὡς λέγομεν〉 γραμματικὴν γυναῖκα ἀπὸ τῆς γραμματικῆς τέχνης ἢ μουσικὴν ἀπὸ τῆς μουσικῆς, κατὰ μεταφορὰν δὲ ὡς ποιμένα λαῶν, κορυφὴν ὄρους, πόδας Ἴδης. ἔστι δὲ ἡ μεταφορά, ὥς φησιν ὁ Θεμίστιος, σύντομος ἀναλογία. καὶ ἀληθεύει ὁ ἀνὴρ λέγων τοῦτο· τῆς γὰρ ἀναλογίας λεγούσης ὅτι ὥσπερ ποιμὴν ἐν ποιμνίῳ, οὕτω βασιλεὺς ἐν ἀνθρώποις,3 ἡ μεταφορὰ ἀφ’ ἑκατέρας συστοιχίας ἓν λαβοῦσα συνέπλεξε συντόμως καί φησι τὸν βασιλέα ποιμένα λαῶν.
“例如人和画像都是动物。” 由于哲学家在同名异义者上使用了一个例证,而例证作为局部的,不可能等同于其作为例证的那一事物的每一个部分,因此,来吧,让我们通过划分来把握同名异义者的诸种形态,以便我们能够知晓亚里士多德的例证被归属于同名异义者的哪一个部分之下。于是,在同名异义者中,有些是出于偶然,有些则是取自意图。出于偶然的同名异义者,就像住在不同地方的某些人,尽管起名的人并未着眼于任何目的,但双方都用同一个名称来称呼;例如若有巧合,居于波斯的某人被称为苏格拉底,而居于雅典的某人亦然,这并不是由于同一种意图而给双方确立该名称,而是依凭某种偶然。但对于这些出于偶然的事物是没有划分的,因为划分要么出于技艺,要么出于科学提出,而出于偶然的事物既不归属于技艺,更绝不归属于科学,这是由于诸技艺与诸科学是确定的,而出于偶然的事物是不确定的,不确定的事物并不服从于划分。而这些事情确是如此,《高尔吉亚篇》中的苏格拉底也表明了这一点;因为他说,经验依凭技艺构建我们的身体,而无经验则依凭偶然构建之。另一方面,出于意图的同名异义者则是可划分的:因为它们要么是彼此互为同名异义且真正是同名异义的,要么是彼此互为同名异义、但相对于其所由来的事物则是派生名辞的。而这又有两种方式:要么作为出于动力因,要么作为出于目的因。出于动力因的,例如当我们说“医疗的小刀”、“医疗的书籍”时(因为这些是作为出于起造作用的医术而得名的);出于目的因的,例如当我们说“健康的食物”、“健康的药物”、“健康的饮品”时;因为正是从作为医术最终目的的健康那里,它们获得了这个称呼。因此,这些合理地被称为“出于一者”以及“朝向一者”:因为那些作为出于动力因而派生出来的被称为“出于一者”,而那些作为出于目的因的则被称为“朝向一者”,因为所提及的所有事物整体上都着眼于同一个目的,我指的是健康。彼此互为同名异义、但相对于其所由来的事物则是派生名辞的情况便是如此。另一方面,彼此互为同名异义且真正是同名异义的事物,是按照时间的三分法来划分的:因为它们要么是针对过去而言说的,这些是按回忆而言说的,就像有人为了纪念祖父而用祖父的名字称呼自己的儿子;要么是针对未来而言说并构成了按希望而设的事物,就像有人给自己的儿子起名叫苏格拉底或柏拉图,希望他会成为像那些人那样的人物;要么是针对现在而言说的。而这又有三种方式:要么按分有,要么按隐喻,要么按相似。按分有的,就像我们从文法技艺出发说“通文法的妇人”,或从音乐技艺出发说“通音乐的妇人”;按隐喻的,就像“万民的牧者”、“山之巅”、“伊达山之足”。正如特米斯蒂乌斯所言,隐喻是紧缩的类比。他说这话确实符合真理;因为当类比如此表述——正如牧人在羊群中,国王亦在众人中——时,隐喻则从两个并列系列中各取一个项,紧凑地编织在一起,称国王为“万民的牧者”。
- 4.1ἵνα ἐσόμεθα εἰδότες
在由ἵνα引导的目的从句中,使用将来时直陈式(ἐσόμεθα)与完成时分词(εἰδότες)构成的迂回表达(periphrasis),而非古典时期的虚拟式,这体现了后世希腊语的句法特征。
- 4.1ὄντα τινὰ ἐν Περσίδι λέγεσθαι Σωκράτην, ὄντα δὲ ἐν Ἀθήναις
由插入短语 οἷον εἰ τύχοι(例如若巧合)所引领的“宾格加不定式”结构(accusativus cum infinitivo)。宾格主语 τινά 分别由分词短语 ὄντα ... ἐν Περσίδι 与 ὄντα δὲ ἐν Ἀθήναις 对举修饰,形成省略了后半部分谓词(λέγεσθαι Σωκράτην)的并列结构。
- 4.1τῆς γὰρ ἀναλογίας λεγούσης ὅτι ὥσπερ ποιμὴν ἐν ποιμνίῳ, οὕτω βασιλεὺς ἐν ἀνθρώποις
独立属格结构(genitive absolute)。在 ὅτι 引导的从句内部,比例结构(ὥσπερ ... οὕτω ...)在两项中均省略了系动词(如 ἐστί),从而在“羊群中的牧人”与“众人中的国王”之间构成了对称的名词性平衡结构。
