- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:33.1-33.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗阐明了亚里士多德在定义中为何使用“不同的”而非“固有的”(借对立配对的暗示),并详细列举了后世注释家与哲学家为同名异义者增补的成立条件(拼写、重音、格、气音、词类及语法的性相同),以此总结本节的考察。
" Ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος." Ζητοῦσί τινες τί δήποτε εἰ ἀντιτέτακται τῷ κοινῷ τὸ ἴδιον, εἰρηκὼς ὧν ὄνομα μόνον κοινόν μὴ ἐπήγαγεν ‘ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἴδιος’,1 ἀλλ’ εἶπεν ἕτερος, ᾧτινι ἀντίκειται τὸ ταὐτόν· τὸ γὰρ ταὐτὸν τῷ ἑτέρῳ ἀντίκειται. φαμὲν οὖν πρὸς τοῦτο ὅτι βουλόμενος ἡμᾶς ὀξῦναι ὁ Ἀριστοτέλης ἀφ’ ἑκατέρας ἀντιθέσεως ἑνὸς ἐμνημόνευσεν, κελεύσας ἡμᾶς προσυπακούειν τὰ ἄλλα. ἀλλ’ ἐπειδὴ ταῦτα εἴρηται, ῥητέον τι, ἐφ’ ᾧ καταπαύσομεν τὴν παροῦσαν θεωρίαν.2 ἰστέον τοίνυν ὅτι ὁ μὲν Ἀριστοτέλης μόνῃ τῇ κοινωνίᾳ τοῦ ὀνόματος ἐχαρακτήρισεν τὰ ὁμώνυμα, οἱ δὲ ἐξηγηταὶ καὶ ἄλλας παρατηρήσεις λέγουσιν ἔχειν τὰ ὁμώνυμα· δεῖ γάρ, φασίν, καὶ γραφὴν τὴν αὐτὴν ἔχειν τὰ ὁμώνυμα καὶ τὸν αὐτὸν τόνον καὶ τὴν αὐτὴν πτῶσιν καὶ τὸ αὐτὸ πνεῦμα· ἀμέλει τοι τὸ κενὸν οὐκ ἔσται ὁμώνυμον, ἐπειδὴ τὸ μὲν διὰ τοῦ ε̄ γράφεται καὶ σημαίνει τὸ μάταιον, τὸ δὲ διὰ τῆς αι διφθόγγου 〈καὶ〉 σημαίνει τὸ νέον. οὕτω καὶ τὸ ‘ἀργός’ οὐκ ἔσται ὁμώνυμον, ἐπειδὴ τὸ μὲν ὀξυτόνως ἀναγινωσκόμενον σημαίνει τὸν ῥᾴθυμον, τὸ δὲ παροξυτόνως σημαίνει τὴν πόλιν καὶ τόνῳ διακρίνεται. οὐδὲ μὴν ἡ ἐλάτης φωνὴ ὁμώνυμος ἔσται, ἐπειδὴ τῇ πτώσει διακρίνεται· σημαίνει γὰρ τὸν Ἐλάτην, ἄνδρα τὸν ἀπὸ Ἐλαίας τῆς πόλεως τῆς Ἰταλίας, ἀλλὰ δὴ καὶ τὸ φυτόν· ὅτε μὲν γὰρ πρὸς γενικὴν θηλυκοῦ ὀνόματος συντέτακται, σημαίνει τὸ φυτόν (ἡ ἐλάτη γὰρ τῆς ἐλάτης), ὅτε δὲ πρὸς εὐθεῖαν πτῶσιν, σημαίνει τὸν πολίτην· ὁ Ἐλάτης τοῦ Ἐλάτου. ὁμοίως τὸ ‘ἁζομένη’ οὐκ ἔστιν ὁμώνυμον, ἐπειδὴ οὐκ ἔχει τὸ αὐτὸ πνεῦμα· δασυνόμενον γὰρ σημαίνει τὸ ἐντρεπομένη, ὅθεν καὶ ὁ ποιητής φησι ἁζόμενοι Διὸς υἱόν, ψιλούμενον δὲ τὴν ξηρότητα σημαίνει, ὡς καὶ αὐτὸς πάλιν ὁ ποιητής φησιν ἡ μέν τ’ ἀζομένη κεῖται ποταμοῖο παρ’ ὄχθας. καὶ οὗτοι μέν εἰσιν οἱ προσδιορισμοὶ τῶν ὁμωνύμων οἱ εἰωθότες λέγεσθαι. ὁ δὲ φιλόσοφος καὶ ἄλλους προσδιορισμοὺς ἀπέθετο λέγων ὅτι δεῖ τὰ ὁμώνυμα ἔχειν πρὸς τοῖς εἰρημένοις καὶ τὸ 〈αὐτὸ〉 μέρος τοῦ λόγου, ὑφ’ ὃ ἀνάγονται, καὶ τὸ αὐτὸ γένος· ἰδοὺ γὰρ τὸ ἔχεις οὐκ ἔστιν ὁμώνυμος φωνή, διότι οὐχ ὑπὸ τὸ αὐτὸ μέρος τοῦ λόγου ἀνάγονται· τὸ μὲν γὰρ κατὰ τῶν ὄφεων φερόμενον ὀνόματός ἐστι καὶ πληθυντικοῦ ἀριθμοῦ καὶ πτώσεως εὐθείας, τὸ δὲ ἐπὶ τῆς κτήσεως ῥήματος ἐνεργητικοῦ· ἔχω, ἔχεις, ἔχει. ἀλλ’ οὐδὲ τὸ φάρος ὁμώνυμόν ἐστιν, ἐπειδὴ μὴ κατὰ τὸ αὐτὸ 〈γένος〉λέγονται· φάρος μὲν γὰρ ἡ πόλις θηλυκῶς, οὐδετέρως δὲ τὸ ἱμάτιον. ἐν τούτοις οὖν περιγράφεται ἡ προκειμένη ἡμῖν εἰς ἐξέτασιν θεωρία.
“而依其名所对应的本质的说明是不同的。” 有些人探究:既然固有之物与共通之物相对立,为何他在说了“凡仅名称是共通的”之后,没有接着说“而依其名所对应的本质的说明是固有的”,反而说了“不同的”?而与“不同的”相对立的乃是“同一的”;因为同一者与相异者相对立。对此我们便说,亚里士多德希望磨砺我们的心智,因而在两组对立中各提及了一方,要求我们在心中领会补充另一方。不过,既然这些已经讲过,就必须谈谈借以结束当前考察的内容了。因此应当知道,亚里士多德仅以名称的共通性来界定同名异义者,但注释家们说同名异义者还具有其他的考量;因为他们说,同名异义者还必须具有相同的拼写、相同的重音、相同的格以及相同的气息。毫无疑问,“kenon”不会是同名异义的,因为一个是用epsilon书写并表示徒劳的,而另一个则是用双元音ai书写并表示崭新的。同样,“argos”也不会是同名异义的,因为当以词尾锐音朗读时它表示怠惰者,而以倒数第二音节重音朗读时它表示城邦,二者以重音相区分。发声词“elatēs”也绝非同名异义的,因为它以格相区分;因为它既表示来自意大利埃莱亚城的埃拉特斯,也表示植物;因为当它作为阴性名词的属格构成时,表示该植物(因为是“冷杉树”,“冷杉树的”),而当作为主格时,则表示该城邦的公民(“埃拉特斯”,“埃拉特斯的”)。同样,“hazomenē”也不是同名异义的,因为它不具有相同的气息;因为带有粗气时它表示敬畏,由此诗人也说“敬畏宙斯之子”,而带有柔气时它表示干燥,正如诗人自己再次说的“它干燥地躺在河流岸边”。这些便是通常所说的关于同名异义者的限定规定。然而哲学家还提出了另外的限定规定,他说同名异义者除上述各项之外,还必须具有它们所归属的同一词类,以及相同的语法性;因为看哪,“echeis”并非同名异义的发声词,因为它们并不归属于同一词类;因为适用于毒蛇的那一个是名词、复数且为主格,而关于占有的那一个则是主动动词(我拥有、你拥有、他拥有)。此外,“pharos”也不是同名异义的,因为它们不是按相同的性而言说的;因为作为城邦的法罗斯是阴性的,而作为斗篷的则是中性的。因此,摆在我们面前予以考察的论题就在这些内容中完结了。
- 3.7ὧν ὄνομα μόνον κοινόν μὴ ἐπήγαγεν ‘ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἴδιος’
从句 ὧν ὄνομα μόνον κοινόν 作为分词 εἰρηκώς 的宾语被直接引用,否定词 μή 修饰间接疑问/条件从句的主动词 ἐπήγαγεν(“在说了……之后,为何没有接着引出……”)。
- 3.7ἐφ’ ᾧ καταπαύσομεν τὴν παροῦσαν θεωρίαν
介词结构 ἐφ’ ᾧ 后接将来时直陈语气 καταπαύσομεν,表示条件或目的(“以此……/借以……”),修饰先行词不定代词 τι(“某些借以结束当前考察的内容”)。
