← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§32.5-32.41

同名异义界说中本质之说明的辨析

奥林匹奥多鲁阐明了在同名异义的界说中,“依其名所对应”与“本质的”两者为何不可或缺,以防落入对语词本身或远隔普遍者(如人)的误解;进而说明为何使用通用的“说明”而非“定义”,并澄清此处“本质”系指一切存在者的存在性而非仅指第一范畴的实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6#2

ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· ἡ Αἴας φωνὴ ἔχει καὶ ἴδιον λόγον ὡς λέξις, καθ’ ἣν λέγεται ὁμώνυμος οὖσα, ὄνομα ἀρσενικὸν δισύλλαβον μακροκατάληκτον, καὶ ὅσα τοιαῦτα. ἐπιδέχεται δὲ καὶ ὡς σημαίνουσα πρᾶγμα, ὡς ἔφην, ἢ προσεχὲς ἢ πόρρω· προσεχὲς μὲν σημαίνει, εἰ τύχοι, τὸν Τελαμῶνος υἱὸν ἢ τὸν Ὀιλέως (οὐδὲν γάρ μοι διαφέρει), πόρρω δὲ σημαίνει τὸν ἄνθρωπον. ὅτε οὖν εἴπῃ ὁ Ἀριστοτέλης κατὰ τοὔνομα λόγος τῆς οὐσίας, τὸ πρᾶγμα λέγει τὸ προσεχῶς ὑπὸ τοῦ ὀνόματος σημαινόμενον. εἰ τοίνυν εἶπεν ‘ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος’ παραλείψας ‘τῆς οὐσίας’, ἠλέγχετο ἀπὸ τοῦ λόγου τῆς λέξεως· οὐδὲ γὰρ πάντων τῶν ὁμωνύμων λόγος ἕτερος, τοῦτ’ ἔστιν ὁ λόγος τῆς λέξεως· ἰδοὺ γὰρ τὸ Αἴας ἐν ἀμφοτέροις τὸν αὐτὸν ἐπιδέχεται λόγον ὡς λέξις. τὸ ἄρα τῆς οὐσίας ὄνομα παραλειφθὲν ἀπεπλάνα ἡμᾶς περὶ τὴν λέξιν. πάλιν εἰ εἶπεν ‘ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος’ παραλείψας τὸ ‘κατὰ τοὔνομα’, ἀνατρέχοντες ἐπὶ τὰ πόρρω τῶν σημαινομένων ἐδοκοῦμεν ἐλέγχειν τὸν λόγον, οἷον ὡς ἂν εἴποι τις ὅτι ὁ Τελαμώνιος καὶ Ὀιλέως ὄνομα ἔχουσι κοινόν, τὸ Αἴας, καὶ ὁ λόγος τῆς οὐσίας αὐτῶν 〈κοινὸς〉 καθὸ ἄνθρωποι.1 ἵνα οὖν μήτε εἰς τὴν λέξιν μήτε εἰς τὴν πόρρω σημασίαν ἀποπλανηθῶμεν, προσέθηκεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, τοῦτ’ ἔστιν ἔδει τῆς λέξεως ἀποστάντας τὴν οὐσίαν ζητεῖν, οὐσίαν δὲ οὐ τὴν τυχοῦσαν, ἀλλ’ ἣν προσεχῶς καὶ κυρίως σημαίνει τὸ προκείμενον εἰς ζήτησιν. καλῶς δὲ εἶπεν λόγον καὶ οὐχ ὁρισμὸν ἢ ὑπογραφήν, τὸ κοινῶς κατηγορούμενον κατὰ ἀμφοτέρων, ὁρισμοῦ φημι καὶ ὑπογραφῆς·2 οὐδὲ γὰρ πάντα τὰ πράγματα ὁρισμὸν ὑποδέχονται, ὡς δηλοῖ τὰ γενικώτατα καὶ τὰ ἄτομα· τὰ μὲν γὰρ γενικώτατα οὐκ ἐπιδέχονται ὡς μὴ ἔχοντα γένη πρὸ αὐτῶν, τὰ δὲ ἄτομα ἰδιαίτατα διαφοράς.3 Ἀξιοῦσιν ἐνταῦθα ζητεῖν τί δήποτε εἶπεν τῆς οὐσίας· καὶ γὰρ ὁρῶμεν ὅτι οὐ μόνον ἐν οὐσίαις ἐστὶν ἡ ὁμωνυμία, ἀλλὰ καὶ ἐν συμβεβηκόσι· τὸ γὰρ ὀξὺ ὁμώνυμόν ἐστιν· σημαίνει γὰρ ἐν μὲν ποσοῖς τὸν ὄγκον, ὡς λέγομεν ὀξεῖαν εἶναι τὴν μάχαιραν, ἐν δὲ ποιοῖς τὸν χυμόν, ὥσπερ λέγομεν τόδε τὸ ἔδεσμα ὀξὺ εἶναι. πρὸς τοῦτο ῥητέον ὅτι διπλῆ ἐστιν ἡ οὐσία· ἡ μὲν πρὸς ἀντιδιαστολὴν λεγομένη τῶν συμβεβηκότων, ἥτις καὶ μία ἐστὶ τῶν δέκα κατηγοριῶν, ἥτις καὶ αὐθυπόστατός ἐστιν, ἡ δὲ κατὰ πάντων τῶν ὄντων φερομένη, ἅτε δὴ τὴν ὕπαρξιν ἑκάστου οὐσίαν ὀνομαζόντων ἡμῶν.4 οὐσίαν οὖν φησιν ὁ Ἀριστοτέλης οὐ τὴν ἀντιδιαστελλομένην τοῖς συμβεβηκόσιν, ἀλλὰ τὴν κοινὴν τὴν κατηγορουμένην κατὰ πάντων, καθ’ ἣν λέγομεν καὶ τὰ συμβεβηκότα ὑπάρχειν ἐν τοῖς οὖσι καὶ ἔχειν ὕπαρξίν τινα.

我所说的意思是这样的:“埃阿斯”这个发声词作为语词具有其特有的说明,据此它被称为同名异义的,例如“阳性名词、双音节、末音节为长音”以及诸如此类的规定。但正如我说过的,作为表示事物者,它也接受说明,或者切近,或者远隔:切近地,它例如表示忒拉蒙之子或俄琉斯之子(因为对我来说并无分别),而远隔地则表示人。因此,当亚里士多德说“依其名所对应的本质的说明”时,他所指的是依该名称所切近地表示的事物。因此,如果他省略了“本质的”,仅说“而依其名所对应的说明是不同的”,那么他就会受到来自语词之说明的反驳;因为并非在所有同名异义者中说明(也就是说语词的说明)都是不同的;因为看哪,“埃阿斯”在两者中作为语词接受的是同一说明。所以,“本质的”这一名称若被省略,就会让我们在关于语词的问题上迷失方向。反之,如果他省略了“依其名所对应的”,仅说“而本质的说明是不同的”,那么通过追溯到所表示事物的远隔之物,我们就会看似反驳了这一言论,例如有人会说,忒拉蒙之子与俄琉斯之子具有共通的名称“埃阿斯”,而就他们是人而言,他们本质的说明是共通的。因此,为了让我们既不迷失于语词,也不迷失于远隔的意义,他添加了“而依其名所对应的本质的说明是不同的”;也就是说,应当离开语词去探求本质,而且不是随意的本质,而是所探讨之对象切近且本真地表示的本质。 此外,他极好地使用了“说明”一词,而没有说“定义”或“描述性界定”,因为“说明”是对两者(我指的是定义和描述性界定)共通地述说的;因为并非所有事物都接受定义,正如最高属和个体所表明的那样;因为最高属由于在其前没有属而不接受定义,而最底层的个体则由于没有固有种差而不接受定义。 在此,人们认为应当探究他究竟为何说了“本质的”;因为我们确实看到,同名异义不仅存在于实体中,也存在于偶性中;因为“锐利的”就是同名异义的;因为在数量中它表示体积(锋利),正如我们说刀是锐利的,而在性质中它表示滋味(辛酸),正如我们说这道食物是酸辛的。对此必须说明:本质(实体)具有双重含义:一种是与偶性相对立而言的,它也是十个范畴之一,且是自立的;另一种则是通用于所有存在者的,正如我们把每一事物的存在本身称为本质。因此,亚里士多德所说的本质并不是指与偶性相对立的那种本质,而是指对一切事物普遍述说的共通本质,依据这一本质,我们也说偶性存在于存在者之中并具有某种存在。

语法注4 条
  1. 3.6καθὸ ἄνθρωποι

    紧接在补入的表语〈κοινός〉之后,καθὸ ἄνθρωποι 说明了方面(“就他们是人而言”)。若省略“依其名所对应的”,人们就可以辩称两者并非同名异义而是同名同义,因为作为人,他们远隔的本质说明是共通的。

  2. 3.6τὸ κοινῶς κατηγορούμενον κατὰ ἀμφοτέρων, ὁρισμοῦ φημι καὶ ὑπογραφῆς

    τὸ κοινῶς κατηγορούμενον 作为同位成分解释前面的 λόγον(意为“对两者共通述说的东西”)。这解释了亚里士多德为何不使用狭隘的“定义”,而是采用更具包容性的上位概念“说明”。

  3. 3.6τὰ δὲ ἄτομα ἰδιαίτατα διαφοράς

    承接前一分句的省略并列结构:从上文省略了动词 ἐπιδέχονται 以及分词结构 ὡς μὴ ἔχοντα,全句意为“而最底层的个体由于不具有固有的种差[因而也不接受定义]”。

  4. 3.6ἅτε δὴ τὴν ὕπαρξιν ἑκάστου οὐσίαν ὀνομαζόντων ἡμῶν

    由 ἅτε δή 引导的属格独立结构,表示公认或不言自明的原因(“鉴于我们把每一事物的存在称为本质”),且动词分词 ὀνομαζόντων 带双宾格(τὴν ὕπαρξιν 为宾语,οὐσίαν 为补足语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:32.5-32.41