← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§31.4-32.5

同名异义定义中各要素的必要性

奥林匹奥多罗探讨了针对《范畴篇》1a1中同名异义性定义的疑难,即为何不能单独说“唯有名共通”或“唯有定义不同”,并通过逻辑推论阐明两者并提的必要性,进而开始讨论为何在定义中必须同时限定“依其名”与“本质的”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6#1

" Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος." Ἀξιοῦσί τινες ζητεῖν τί δήποτε φιλοσύντομος ὢν ὁ Ἀριστοτέλης μὴ εἶπεν ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν καὶ ἐσιώπησεν, ἀλλ’ ἐπήγαγεν προσθήκην τῷ λόγῳ τὴν λέγουσαν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· εἰρηκὼς γὰρ ὧν ὄνομα μόνον κοινόν πάντως προσυπακοῦσαι δεῖ ὅτι κατὰ τὰ ἄλλα πάντα διαφέρουσιν. αὕτη μὲν οὖν μία ζήτησις. δευτέραν δὲ ζήτησιν προβάλλονται τοιαύτην· φασὶ γὰρ ὅτι διὰ τί μὴ εἶπεν ‘ὁμώνυμα λέγεται ὧν οἱ ὁρισμοὶ διάφοροι μόνοι’· πάντως γὰρ ἦν πάλιν προσυπακοῦσαι ὅτι κατὰ τὰ ἄλλα πάντα διαφέρουσιν·1 εἰ τοίνυν ἦν δυνατὸν διὰ τῆς μνήμης τοῦ ἑνὸς λοιπὸν καὶ τὸ ἕτερον ἡμᾶς προσυπακούειν, τί δήποτε τὰ δύο συμπλέξας εἶπεν ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος; αὕτη μὲν οὖν ἡ ζήτησις, πρὸς ἣν φαμεν πρῶτον μὲν ὅτι γιγνώσκει ὁ Ἀριστοτέλης πρὸς εἰσαγομένους τὸν λόγον ποιούμενος, καὶ τούτου χάριν σαφηνείας ἀντιποιεῖται. δεύτερον ὅτι ὡς τεχνικὸς ὁ Ἀριστοτέλης τοῦτο πεποίηκεν· εἰ γὰρ εἶπεν ‘ὧν ὄνομα μόνον κοινόν’ καὶ τὰ λοιπὰ ἐσιώπησεν, εὑρίσκοντο ἂν καὶ τὰ ὁμώνυμα μὴ ὁμώνυμα καὶ τὰ μὴ ὁμώνυμα ὁμώνυμα· ὁ γὰρ Πλάτων καὶ Ἀλκιβιάδης, μὴ ὄντες ὁμώνυμοι, ὁμώνυμοι ἂν εὑρέθησαν ἔχοντες κοινὸν ὄνομα τὸ τοῦ ἀνθρώπου. εἰ δὲ κατὰ τοῦτο τὸ ὄνομα, φημὶ δὲ τὸ τοῦ ἀνθρώπου, ἦσαν ὁμώνυμοι, ἔμελλον 〈δ’〉 ἔχειν καὶ λόγον τὸν αὐτόν, ἤγουν τοῦ ἀνθρώπου (ἄμφω γὰρ ζῷα λογικὰ θνητά), ηὑρίσκοντο τὰ τοιαῦτα ὁμώνυμα μὴ ὁμώνυμα ἀλλὰ συνώνυμα. οὕτω μὲν οὖν πρὸς τοιοῦτο. πρὸς δὲ τὸν λόγον τὸν λέγοντα ὅτι διὰ τί μὴ εἶπεν ‘ὁμώνυμα λέγεται ὧν οἱ ὁρισμοὶ μόνοι διάφοροι’, φαμὲν ὅτι ἐν ἦν τοῦτο εἰρηκώς,2 ηὑρίσκοντο τὰ συνώνυμα μὴ συνώνυμα· διττῆς γὰρ οὔσης τῆς οὐσίας τοῦ ἀτόμου, τῆς μὲν πόρρω, καθὰ ζῷον λογικὸν θνητόν φαμεν, τῆς δὲ προσεχοῦς, καθὰ λέγεται Σωκράτης φαλακρὸς προγάστωρ φιλόσοφος· εἰ οὖν εἶπεν μόνον ὅτι ὁμώνυμα λέγεται ὧν ὁ ὁρισμὸς διάφορος, ὁ Σωκράτης ηὑρίσκετο ἂν μὴ συνώνυμος τῷ ζῴῳ ὡς ἔχων ὁρισμὸν περιττὸν τοῦ ζῴου, ὅπερ ἦν ἄτοπον· τὰ γὰρ γένη, ὡς εἴρηται, συνωνύμως κατηγορεῖται τῶν ὑπ’ αὐτὰ εἰδῶν. Ἀλλ’ οὐ μέχρι τούτου ἵστανται ἀποροῦντες, ἀλλ’ ἐπεκτείνουσι τὰς ἀπορίας λέγοντες διὰ τί εἶπεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· χρῆν γὰρ οὕτως εἰπεῖν ‘ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος’, ἢ οὕτως ‘ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος’. τίς οὖν χρεία τῆς τοσαύτης ἀκριβείας; ἵνα τοίνυν τὰ λεγόμενα νοήσωμεν, εἴπωμεν οὕτως· ἡ λέξις ἐπιδέχεται καὶ ἴδιον λόγον ὡς λέξις, ἐπιδέχεται καὶ ὡς πρᾶγμα σημαίνουσα· πρᾶγμα δὲ ἢ προσεχὲς ἢ πόρρω.

“凡唯有名是共通的,而依其名所对应的本质的说明则是不同的,被称为同名异义者。” 有人认为应当探究,一向喜好简练的亚里士多德究竟为何没有只说“凡唯有名是共通的,被称为同名异义者”便保持沉默,反而在命题中添加了“而依其名所对应的本质的说明则是不同的”这一附带语;因为既然说了“凡唯有名是共通的”,就无论如何都必须默会地理解到它们在其余一切方面都是不同的。这是第一个探究。他们又提出了如下的第二个探究:他们说,为何他不说“凡唯有定义是不同的,被称为同名异义者”呢?因为完全可以同样默会地理解到它们在其余一切方面都是不同的。既然通过提及其中一者便足以让我们随后将其余另一者也默会地理解出来,他究竟为何将这两者结合起来而说“凡唯有名是共通的,而依其名所对应的本质的说明则是不同的,被称为同名异义者”呢?这就是所提出的探究,对此我们首先回答说,亚里士多德自知其言论是针对初学者而发的,为此缘故他力求明晰。其次,亚里士多德是作为行业行家来做此事的;因为如果他说了“凡唯有名是共通的”而对其余保持沉默,那么同名异义者就会被发现并非同名异义者,而非同名异义者也会被发现成为同名异义者。因为柏拉图和阿尔喀比亚德虽非同名异义者,却会因拥有“人”这一共通名称而被发现成了同名异义者。但如果在这一名称(我指的是“人”的名称)上他们是同名异义的,却又必然拥有同一说明,即人的说明(因为二者都是理性的会死的动物),那么这类同名异义者就会被发现并非同名异义者,而是同名同义者。对于此类问题便是如此。至于针对那个质问为何不说“凡唯有定义是不同的,被称为同名异义者”的言论,我们回答说,如果他真这样说了,同名同义者就会被发现并非同名同义者;因为个体的本质具有两重,一是远隔的本质,即如我们所说的“理性的会死的动物”,另一则是切近的本质,即如苏格拉底被称为“秃顶的、大肚子的、哲学家”;因此,如果他仅说凡定义不同者被称为同名异义者,苏格拉底就会因拥有超出动物之定义的定义而被发现与动物不是同名同义的,而这是荒谬的;因为属,正如已经说过的,是对其下的各种同名同义地述说的。但他们在此并未停止质疑,而是进一步扩展其难问,说道:他为何说“而依其名所对应的本质的说明则是不同的”呢?因为他本应当这样说:“而依其名所对应的说明是不同的”,或者这样说:“而本质的说明是不同的”。那么,何需如此精确呢?因此,为了让我们理解所言之事,我们不妨这样说:语词作为语词可以接受其特有的说明,作为表示事物者亦可以接受说明;而事物或者切近,或者远隔。

语法注2 条
  1. 3.6πάντως γὰρ ἦν πάλιν προσυπακοῦσαι ὅτι κατὰ τὰ ἄλλα πάντα διαφέρουσιν

    在第二个难问中,若假设“唯有定义是不同的”,按逻辑本应默会推知“在其余方面(即名称)是相同的”;但此处希腊文机械地沿用了第一个难问的措辞(κατὰ τὰ ἄλλα πάντα διαφέρουσιν)。在句法上,ἦν προσυπακοῦσαι 为无人称结构,意为“原本完全可以默会推知”。

  2. 3.6ἐν ἦν τοῦτο εἰρηκώς

    底本中的 ἐν 实为条件连词 εἰ 的传抄讹误,与迂回完成时/过去完成时结构 ἦν εἰρηκώς 结合构成过去反事实条件从句(“如果他说了这话”),与后文主句中的未完成过去时 ηὑρίσκοντο 相应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:31.4-32.5