- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:29.31-31.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者考察了亚里士多德在《范畴篇》1a1中关于同名异义者定义的各个词句(“凡”、“名”、“唯有”、“共通”),阐明了关系代词所指涉的先行词是事物而非字句,并分析了“名”、“唯有”、“共通”的多重涵义及亚里士多德在此处所采用的特定含义。
" Ὧν ὄνομα μόνον κοινόν." Ζητοῦσιν ἐνταῦθά τινες ὅτι διὰ τί εἶπεν ὧν καὶ μὴ εἶπεν οὗ. ἀλλ’ ἔστιν πρὸς τούτους εἰπεῖν ὅτι ἐπειδὴ τὰ ὁμώνυμα τοὐλάχιστον ἐν δύο πράγμασι θεωρεῖται, τούτου χάριν εἶπεν ὧν καὶ οὐκ εἶπεν οὗ. ἰστέον δὲ ὅτι τὸ ὧν δοκεῖ μὲν ἀναφορικὸν εἶναι ἄρθρον, οὐκ ἀναπέμπει δὲ ὑπὸ τὸ λεγόμενον, ἀλλὰ πρὸς τὸ νοούμενον, τοῦτ’ ἔστι πραγμάτων καὶ οὐκ ὀνομάτων·1 εἰ γὰρ ‘ὧν ὀνομάτων’, εὑρεθήσονται τῶν ὀνομάτων ὀνόματα, ὅπερ ἄτοπον.
“凡唯有名是共通的,”在此有人探究,他究竟为何说了复数的“凡(ὧν)”而没有说单数的“凡(οὗ)”。但人们可以对他们说,既然同名异义者至少是在两件事物中被考察的,为此缘故他说了复数的“凡”,而没有说单数的“凡”。应当知道,虽然“凡(ὧν)”看起来是照应性代词,但它所指引回去的并非言说出来的字句,而是思想所把握之物,亦即事物而非名称;因为如果是“凡诸名称”,那么就会出现名称的名称,而这是荒谬的。
"Ὧν ὄνομα μόνον κοινόν." Τί φησιν ὁ Ἀριστοτέλης; ἐν ὀνόμασι μόνον ἡ ὁμωνυμία; καίτοι γε καὶ ἐν τοῖς ῥήμασίν ἐστιν· αὐτίκα γοῦν τὸ ἐρῶ ῥῆμα ὂν ὁμώνυμόν ἐστιν· σημαίνει γὰρ ποτὲ μὲν τὴν ἐρωτικὴν διάθεσιν ποτὲ δὲ τὴν λεκτικὴν ἐνέργειαν. ὁμοίως τὸ ὁρῶ ὁμώνυμόν ἐστι· καὶ γὰρ καὶ τὸ θεωρῶ καὶ τὸ βλέπω σημαίνει. εἰ τοίνυν καὶ ἐν τοῖς ῥήμασίν ἐστιν ἡ ὁμωνυμία, τί δήποτε εἶπεν ὧν ὄνομα μόνον; πρὸς τοῦτό φαμεν ὅτι διττὸν τὸ ὄνομα· τὸ μὲν πτωτικόν, ὃ καὶ τοῖς γραμματικοῖς ἔθος καλεῖν οὕτω, τὸ δὲ φερόμενον κατὰ πάσης λέξεως σημαινούσης τι· οὕτω γὰρ καὶ ὁ Μένανδρος ἐν προοιμίοις τῆς Λευκαδίας ὀνόματα ἐκάλεσεν πᾶσαν λέξιν, καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ ἑρμηνείας ὀνόματα καλεῖ πᾶσαν λέξιν, ὡς σὺν θεῷ μαθησόμεθα. ἀμέλει τοι καὶ ἡμεῖς κατὰ τοῦτο τὸ σημαινόμενόν φαμεν καλοῖς ὀνόμασι κεχρῆσθαι τὸν Πλάτωνα ἀντὶ τοῦ καλαῖς λέξεσι· οὐ γὰρ μόνοις ὀνόμασιν ἐχρήσατο, ἀλλὰ καὶ λέξεσιν πολλαῖς.
“凡唯有名是共通的,”亚里士多德在说什么呢?同名异义性仅仅存在于名词中吗?然而事实上在动词中也是存在的;例如“erō”作为一个动词就是同名异义的;因为它有时表示爱欲的倾向,有时则表示言说的活动。同样地,“horō”也是同名异义的;因为它既表示“我沉思(theōrō)”,又表示“我看见(blepō)”。既然在动词中也存在同名异义性,他究竟为何说“凡唯有名”呢?对此我们回答说,“名”具有双重含义:一方面是具有格变化的词,文法学家亦习惯于如此称呼它;另一方面则是适用于任何表示某种意义的语词。因为米南德在《莱夫卡斯女子》的序诗中亦将一切语词称为“名”,亚里士多德本人在《解释篇》中亦将一切语词称为“名”,正如承蒙神的襄助我们将要学习的那样。的确,正是根据这一涵义,我们也说柏拉图使用了“优美的名”来代替“优美的语词”;因为他所使用的不仅有名词,而且有许多表达。
"Ὧν ὄνομα μόνον κοινόν." Τὸ μόνον διχῶς λέγεται· ἢ τὸ μοναδικόν, ὥσπερ λέγομεν ἕνα μόνον ἥλιον, ἢ τὸ πρὸς ἀντιδιαστολὴν τῶν ὁμοίως λεγομένων, ὥσπερ λέγομεν ἀπιέναι, εἰ τύχοι, τὸν Ἀχιλλέα ἐν πολέμῳ δόρυ μόνον ἔχοντα, οὐχ ὅτι ἐσθῆτα οὐκ εἶχεν ἢ χεῖρας καὶ σκέλη καὶ ἁπλῶς τὰ λοιπὰ μόρια τοῦ σώματος, ἀλλ’ ὅτι οὐδὲν ἕτερον τῶν πολεμικῶν ὀργάνων εἶχεν, οἷον ἀσπίδα ἢ βέλη ἢ ἄλλο τι τῶν τοιούτων. διχῶς τοίνυν λεγομένου τοῦ μόνου εἴληπται τῷ Ἀριστοτέλει τὸ μόνον2 κατὰ τὸ δεύτερον σημαινόμενον, ὡς δηλοῖ ἐπιφέρων καὶ λέγων ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, τοῦτ’ ἔστιν ὁ ὁριστικὸς λόγος ἕτερος.
“凡唯有名是共通的,” “唯有”有两种说法:或者指独一之物,正如我们说“唯有一个太阳”;或者指与同类言说之物的对比区分,正如我们说(假如有此情况)阿喀琉斯在战争中“唯持一枪”出战——并不是说他没有穿衣服,或者没有手和腿,简言之没有身体的其他各部分,而是说他没有其他任何战争器械,例如盾牌、箭矢或其他诸如此类的器具。既然“唯有”有两种说法,那么亚里士多德在此所取的“唯有”便是根据第二种涵义,正如他在其后紧接着说“而依其名所对应的本质的说明则是不同的”所显明的,也就是说定义性的说明是不同的。
"Κοινόν." Τὸ κοινὸν τετραχῶς λέγεται· ἢ τὸ μὴ πεφυκὸς διαιρεῖσθαι· τοιαῦτα δέ ἐστι πάντα, ὧν ἡ χρῆσίς ἐστι κοινή,3 οἷον δοῦλος, αὐλός, ἵππος. λέγεται πάλιν κοινὸν καὶ τὸ μεριστόν, ὃ καὶ σῴζεται μετὰ τὴν διαίρεσιν, ὥσπερ λέγομεν κοινὸν τὸν ἀγρόν. κατὰ δὲ τὸ τρίτον σημαινόμενον λέγεται κοινὸν τὸ ἐν προκαταλήψει, ὥσπερ φαμὲν τὸ βαλανεῖον κοινὸν καὶ τὸ θέατρον· ταῦτα γὰρ κοινὰ ὄντα τοῦ προκαταλαμβάνοντος ἴδια λέγονται εἶναι. κατὰ δὲ τὸ τέταρτον σημαινόμενον λέγεται κοινὸν τὸ ὅλον ἑαυτὸ παρέχον ἑκάστῳ τῶν μετεχόντων αὐτοῦ, ὥσπερ λέγομεν κοινὸν τὸ ζῷον, ἐπειδὴ οὐκ ἄν τις εἴποι τὸν μὲν ἄνθρωπον μέρος αὐτοῦ μετέχειν τὸν δὲ ἵππον μέρος, ἀλλ’ ἕκαστον τῶν εἰδῶν ὅλου μετέχει τοῦ ζῴου. οὕτω καὶ ἡ τοῦ κήρυκος φωνὴ ἐπίσης ὅλην ἑαυτὴν παρέχει ἑκάστῳ τῶν ἀκουόντων αὐτῆς. ἐνταῦθα οὖν κατὰ τὸ τέταρτον σημαινόμενον εἴρηται τῷ Ἀριστοτέλει τὸ κοινόν· τὸ γὰρ Αἴας ὄνομα ἐπίσης ὅλον ἑαυτὸ μεταδίδωσι τοῖς μετέχουσιν αὐτοῦ.
“是共通的,” “共通”有四种说法。第一种是天生不可分割之物;凡是其使用是共通的,全属此类,例如奴隶、笛子、马。再次,可分割且在分割后仍能保存之物亦被称为共通,正如我们称田地是共通的。根据第三种涵义,凭借先占而被占有之物被称为共通,正如我们称浴场和剧场是共通的;因为这些场所虽然是共通的,却被称为属于先占者特有。而根据第四种涵义,将自身作为整体提供给每一个分有它之物者被称为共通,正如我们称动物是共通的,因为没有人会说人分有了动物的一部分而马分有了另一部分,相反,每一个物种都分有了动物的整体。同样地,传令官的声音亦将自身作为整体同等地提供给每一个听闻它的人。因此在这里,亚里士多德是在第四种涵义上言说“共通”的;因为“埃阿斯”这个名称同等地将自身作为整体分享给分有它的人。
- 3.2οὐκ ἀναπέμπει δὲ ὑπὸ τὸ λεγόμενον, ἀλλὰ πρὸς τὸ νοούμενον, τοῦτ’ ἔστι πραγμάτων καὶ οὐκ ὀνομάτων
此处解释关系代词 ὧν 的先行词指涉关系。它并非指涉上下文显白出现的字面成分(τὸ λεγόμενον,即名称),而是指涉概念中所把握的内容(τὸ νοούμενον,即事物),属于依义配合(synesis)。后半部分的属格 πραγμάτων καὶ οὐκ ὀνομάτων 作为解释性属格,具体说明了 ὧν 所承担的内容。
- 3.4εἴληπται τῷ Ἀριστοτέλει τὸ μόνον
与完成时被动态 εἴληπται 连用的与格 τῷ Ἀριστοτέλει 充当施动者与格(dativus auctoris),意为“被亚里士多德所采用”。虽然也可理解为关涉与格(“在亚里士多德看来”),但在希腊注解传统中,这是表达作者本人的用词意图的标准句式。
- 3.5ὧν ἡ χρῆσίς ἐστι κοινή
在 τοιαῦτα δέ ἐστι πάντα, ὧν ἡ χρῆσίς ἐστι κοινή 一句中,关系代词属格 ὧν 是从句主语 ἡ χρῆσις 的所属/关联属格(“它们的使用”),其先行词为 πάντα,整体构成“凡是其使用是共通的那些事物”。
