← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§28.24-29.30

开篇词句辨析与范畴篇的主旨

注解者针对《范畴篇》开篇词句“同名异义者被称为”(1a1),论证该表述表明全书的主旨兼及语词、概念与事物三者;随后解释了中性复数主语搭配单数动词的雅典文体及其理据,说明了亚里士多德继承传统术语而非自造新词的原因,并探讨了句子中的歧义性与语词中的同名异义性之间的对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

" Ὁμώνυμα λέγεται." Δῆλος ἐκ θυρῶν αὐτῶν ὁ Ἰαμβλίχειος σκοπὸς ὁ λέγων ὅτι καὶ περὶ φωνῶν καὶ νοημάτων καὶ πραγμάτων ἐστὶν αὐτῷ ὁ σκοπός. εἶπεν γὰρ ὁμώνυμα, ἅτινα ὁμώνυμα καὶ πράγματά ἐστι καὶ σημαίνονται ὑπὸ φωνῶν διὰ μέσων νοημάτων. οὕτω μὲν οὖν διὰ τῶν ὁμωνύμων δέδεικται ὅτι περὶ τῶν τριῶν ἐστιν αὐτῷ ὁ σκοπός. ἀλλὰ μὴν καὶ ἐκ τοῦ λέγεται ἔστιν ἑλεῖν τὸν σκοπόν· τὸ γὰρ λέγεται καὶ ἐπὶ φωνῶν καὶ ἐπὶ νοημάτων καὶ ἐπὶ πραγμάτων ἐφαρμόζει· οὕτω γὰρ τὸν βαρβαρίζοντα καὶ σολοικίζοντά φαμεν κακῶς λέγειν, τὴν φωνὴν μεμφόμενοι. ἀλλὰ μὴν καὶ τὸν ἠλίθιόν φαμεν κακῶς λέγειν, τὴν διάνοιαν μεμφόμενοι. ἀλλὰ μὴν ὁμοίως καὶ τὸν ψευδόμενόν φαμεν κακῶς λέγειν, τῶν πραγμάτων καταγιγνώσκοντες.1 εἰ τοίνυν τὸ λέγεται κατὰ τῶν τριῶν φέρεται, ἐχρήσατο δὲ αὐτῷ ὁ Ἀριστοτέλης ἐνταῦθα, πῶς οὐκ ἔστι δῆλον ὅτι περὶ τῶν τριῶν ἐστιν αὐτῷ ὁ σκοπός; καὶ ταῦτα μὲν περὶ τῆς ἐκφάνσεως τοῦ σκοποῦ. Ζητοῦσι δέ τινες ὅ τι δήποτε εἶπεν ὁμώνυμα καὶ οὐκ ὁμώνυμον ἑνικῶς. καί φαμεν ὅτι εἰκότως· ἡ γὰρ ὁμωνυμία τοὐλάχιστον ἐν δύο πράγμασι θεωρεῖται. πάλιν ζητοῦσι διὰ τί εἰρηκὼς ὁμώνυμα πληθυντικῶς ἐπήγαγεν τὸ λέγεται, ὅπερ ἐστὶν ἑνικόν. καί φαμεν ὅτι τὸ τοιοῦτον ἀττικόν ἐστι σχῆμα, εὑρισκόμενον καὶ παρὰ Πλάτωνι καὶ παρὰ ῥήτορσι, φημὶ δὲ τὸ πληθυντικοῖς οὐδετέροις ἑνικὰ συντάττειν ῥήματα. ἢ οὖν τοῦτο, ἢ ὅτι ἔχουσι τὰ ὁμώνυμα τὴν ταυτότητα, τοῦτ’ ἔστι τὴν κοινωνίαν τοῦ ὀνόματος, καὶ τούτου χάριν ὡς περὶ ἑνὸς διαλεγόμενος διὰ τὴν ταυτότητα τοῦ ὀνόματος ἑνικῇ χρησάμενος φωνῇ εἶπεν λέγεται, τοῦτ’ ἔστι τὰ ὁμώνυμα πολλὰ πράγματα ὄντα ἑνὶ ὀνόματι ὀνομάζονται. καλῶς δὲ εἶπεν τὸ λέγεται· ὅπου μὲν γὰρ καὶ αὐτὸς ὀνοματοθέτης γίνεται, τότε τὸ λέγω τίθησιν ἢ τὸ καλῶ· οὕτω καὶ ἐν τοῖς Προτέροις ἀναλυτικοῖς λέγει· ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις’· τῷ γὰρ ὄντι αὐτὸς πρῶτος τὸ μέρος τῆς προτάσεως ὅρον ὠνόμασεν. ὅτε δὲ συνειθισμένον τῇ παλαιᾷ χρήσει λέγει ὄνομα, τότε τίθησι τὸ λέγεται ἢ τὸ καλεῖται, ὥσπερ κἀνταῦθα πεποίηκεν ἐπὶ τῶν ὁμωνύμων, οὐκ ἀνασχόμενος σφετερίσασθαι τὰ τῶν παλαιῶν· οὐδὲ γὰρ αὐτὸς ἦν πρῶτος πατὴρ τῆς λέξεως, ἀλλ’ ᾔδει καὶ παρ’ Ὁμήρῳ κειμένην αὐτήν, ἔνθα φησὶ περὶ τῶν Αἰάντων ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι. ἰστέον δὲ ὅτι ὅ ἐστιν ἀμφιβολία ἐν τοῖς λόγοις, τοῦτό ἐστιν ὁμωνυμία ἐν τοῖς ὀνόμασι· ἡ γὰρ ἀμφιβολία ἐν τοῖς λόγοις θεωρεῖται κατὰ τὴν διάφορον στιγμήν, οἷον ὡς ἐπὶ τούτου τοῦ παραδείγματος ‘ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον’. δύναται δὲ ἡ παροῦσα λέξις κατὰ διάφορον στιγμὴν ποῦ μὲν δηλῶσαι ὅτι ‘ἐγὼ δοῦλόν σε ὄντα, ἐποίησα ἐλεύθερον’, ποῦ δὲ δηλῶσαι ὅτι ‘ἐγώ σε ἐλεύθερον ὄντα, ἐποίησα δοῦλον’· εἰ μὲν γὰρ εἴποιμεν οὕτως ‘ἐγώ σε ἔθηκα δοῦλον, ὄντα ἐλεύθερον’, τοῦτο δηλοῖ ὅτι ἀπ’ ἐλευθέρου δοῦλον ἐποίησα, εἰ δὲ εἴποιμεν οὕτως ὅτι ‘ἐγώ σε ἔθηκα, δοῦλον ὄντα, ἐλεύθερον’, τοῦτο δηλοῖ ὅτι δοῦλον ὄντα ἐλεύθερον ἐποίησα.

“同名异义者被称为。” 自门槛伊始,伊安布利柯所主张的意图便显而易见,它说〔亚里士多德〕的意图兼及语词、概念与事物。因为他说了“同名异义者”,这些同名异义者既是事物,又由语词经由概念的中介而被表示。因此,通过同名异义者表明了他的意图关涉这三者。不仅如此,从“被称为”一词中亦可把握其意图;因为“被称为”既适用于语词,亦适用于概念,且适用于事物。因为我们正是这样称操粗鄙之语者与用词不当者为“说得不好”,这是指责其语词;不仅如此,我们亦称愚笨之人为“说得不好”,这是指责其思想;不仅如此,我们同样称说谎之人为“说得不好”,这是责备其事实。因此,如果“被称为”适用于这三者,而亚里士多德在此使用了它,那么他的意图关涉这三者岂不是显而易见的吗?关于意图的彰显便止于此。 有人探究他为何说了复数的“同名异义者”而非单数的“同名异义者”。我们回答说这是合乎情理的;因为同名异义性至少是在两件事物中被考察的。人们再次探究,为何他既然说了复数的“同名异义者”,随后却接上了单数的“被称为”。我们回答说,这是雅典文体,在柏拉图和演说家那里亦可见到,即中性复数主语搭配单数动词。要么是由于这一原因,要么是因为同名异义者具有同一性,亦即名称的共有,为此缘故,因着名称的同一性,他如同论述单一之物一般使用了单数动词而说“被称为”——也就是说,同名异义者虽为多数事物,却以单一名称被命名。 他使用“被称为”是恰当的;因为在凡是由他自己作为创名者的地方,他便使用“我说”或“我称”;正如在《前分析篇》中他说:“我将命题所分解成之物称为项”;因为事实上是他自己最先将命题的部分命名为“项”。而当他述说依古人用法已成习惯的名称时,他便使用“被称为”或“被叫作”,正如在此处针对同名异义者所做的那样,不愿据古人之物为己有;因为他自己并非该词最早的创造者,而是知道该词已见于荷马,荷马在论及二埃阿斯时说“心志同等的同名者”。 应当知道,陈述中的歧义性,正是语词中的同名异义性;因为陈述中的歧义性乃是根据不同的断句来考察的,例如在这个例子中:“我使身为奴隶的你成为自由人”。这一表述根据不同的断句,有时能够表明“我使曾为奴隶的你成为了自由人”,有时能够表明“我使曾为自由人的你成为了奴隶”。因为如果我们这样说:“我使你成为奴隶,虽曾是自由人”,这表明我将自由人变成了奴隶;但如果我们这样说:“我使你,虽曾是奴隶,成为自由人”,这表明我将曾为奴隶的人变成了自由人。

语法注2 条
  1. 3.1τῶν πραγμάτων καταγιγνώσκοντες

    与前两个并列分句中搭配 μεμφόμενοι 的宾格结构(τὴν φωνὴν μεμφόμενοι, τὴν διάνοιαν μεμφόμενοι)相对,此处复合动词 καταγιγνώσκω 依其句法支配接属格 τῶν πραγμάτων。该属格表示责备与裁决的对象,在语义上与前两句的宾格直接宾语相并列。

  2. 3.1ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον

    此句中使役动词 ἔθηκα(意为“使……成为”,支配双宾格)后接补充性分词 ὄντα 以及两个宾格词(δοῦλον 与 ἐλεύθερον)。在句法上,究竟哪一个词充当主要动词 ἔθηκα 的谓语补足语、哪一个充当分词 ὄντα 的谓语补足语是不确定的。因此该句构成了句法歧义(ἀμφιβολία),其含义完全取决于断句位置,从而产生截然相反的两种解释(“使奴隶变为自由人”或“使自由人变为奴隶”)。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:28.24-29.30