← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§27.17-28.22

多名同义者与亚里士多德的概念选取原因

奥林匹奥多罗阐释了名称与定义组合的第四种类型(多名同义者),论述了亚里士多德为何在四种类型中仅提及同名异义者与同名同义者以及为何将前者置于后者之前,最后结束了总论考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#2

εἰ δὲ κατὰ μὲν τὸν λόγον κοινωνοῦσιν κατὰ δὲ τὸ ὄνομα διαφέρουσι, ποιοῦσι τὰ πολυώνυμα, οἷον μέροψ, βροτός, ἄνθρωπος· τούτων ἕκαστον ἕνα ἔχει ὁρισμόν· καὶ γὰρ ὁ ἄνθρωπος ζῷον λογικὸν καὶ ὁ μέροψ ζῷον λογικὸν καὶ ὁ βροτὸς ὁμοίως. ὥστε ὁ ὁρισμὸς ὁ αὐτός, ἀλλὰ τὸ ὄνομα διάφορον. Τεσσάρων τοίνυν ὄντων, ὁμωνύμων, συνωνύμων, ἑτερωνύμων, πολυωνύμων, τῶν δύο μόνων ἐμνημόνευσεν, ὁμωνύμων φημὶ καὶ συνωνύμων. καὶ ἀξιοῦσιν ἐνταῦθα ζητεῖν τί δήποτε, τεσσάρων ὄντων, συνωνύμων καὶ ὁμωνύμων μόνον ἐμνημόνευσεν παρεὶς τὰ ἕτερα δύο. καὶ ἀποδιδόασι τούτου πρώτην αἰτίαν τοιαύτην· ὅτι ἐμνημόνευσεν τῶν δύο τούτων ὁ Ἀριστοτέλης ὡς φιλοσύντομος κελεύσας ἡμᾶς προσυπακούειν τὰ λοιπά· διὰ γὰρ τοῦ ἑνὸς τῶν ἐναντίων δηλοῦται καὶ τὸ ἄλλο. διὸ ἀφ’ ἑκατέρας ἀντιθέσεως ἓν σκέλος ἔλαβεν· ἀντίκειται γὰρ τὸ μὲν ὁμώνυμον τῷ πολυωνύμῳ, τὸ δὲ συνώνυμον τῷ ἑτερωνύμῳ. μνημονεύσας οὖν ὁμωνύμων ἐκέλευσεν ἡμᾶς προσυπακοῦσαι τὰ πολυώνυμα, μνημονεύσας δὲ τῶν συνωνύμων ἐκέλευσεν ἡμᾶς προσυπακοῦσαι τὰ ἑτερώνυμα· τῶν γὰρ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη. ἢ οὖν τοῦτο ῥητέον ἢ ἐκεῖνο· ὅτι τούτων μὲν ἐμνημόνευσεν γεωμετρικῷ τρόπῳ, διότι μόνον αὗται αἱ φωναὶ συμβάλλονται αὐτῷ πρὸς τὰς κατηγορίας· οὕτως γὰρ καὶ ὁ γεωμέτρης πλειόνων οὐσῶν γραμμῶν μόνον τῆς περιφεροῦς καὶ τῆς εὐθείας μέμνηται, ἐπειδὴ καὶ τούτων μόνον χρῄζει. ἐνταῦθα μὲν οὖν ὁμωνύμων καὶ συνωνύμων ἐδεήθη, ἐπειδὴ αἱ κατηγορίαι γένη ἐστὶ γενικώτατα· ὡς μὲν οὖν γένη συνωνύμως τῶν ὑπ’ αὐτὰ κατηγοροῦνται εἰδῶν, ὡς δὲ γενικώτατα γένη ἔχουσιν ὅρον τὸ ὂν ὁμωνύμως κατ’ αὐτῶν φερόμενον. ἐν δὲ ῥητορικαῖς τέχναις καὶ ἄλλαις πραγματείαις παραπλησίως πολυωνύμων καὶ ἑτερωνύμων ἐδεήθη, ἐπειδὴ πῇ μὲν διδάσκει ὅτι τὸ αὐτὸ πολλαχῶς ἔστιν εἰπεῖν, ὅπερ οἰκεῖον πολυωνύμων, πῇ δὲ ὅτι δι’ ἑτέρων ὀνομάτων τὰ ἕτερα ἔστι δηλῶσαι διὰ τὸ ἀσύγχυτον καὶ διηρθρωμένον τῆς διδασκαλίας. ἔτι δὲ τοῦτο ἀναπέφανται ἡμῖν ὅτι πρὸς διαλεκτικὴν μᾶλλον προπαρασκευὴν ὁρᾷ ταῦτα πρὸς τὴν τῶν πραγμάτων φύσιν,1 τὰ δὲ ὁμώνυμα καὶ συνώνυμα πραγματειώδη πρὸς ἄλληλα διαφορὰν ἔχει, ἣν καὶ προτίθεται ὁ φιλόσοφος διδάξαι. Ἀλλὰ πάλιν ζητοῦσι τί δήποτε ὁμώνυμα τῶν συνωνύμων προέταξεν. καί φασι τούτου δύο αἰτίας· μίαν μὲν ὅτι τῶν ὁμωνύμων ἐμνημόνευσεν πρότερον ὡς ἁπλουστέρων· ταῦτα γὰρ μίαν ἔχουσι κοινωνίαν, τὴν κατὰ τὸ ὄνομα, τὰ δὲ συνώνυμα καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον ἔχουσι τὴν κοινωνίαν, ὡς εἴρηται. ἐπειδὴ οὖν τὰ ὁμώνυμα ἁπλούστερά ἐστι, τούτου χάριν προέταξεν αὐτά· ἀεὶ γὰρ προτερεύει ἡ μονὰς τῆς δυάδος. δευτέρα αἰτία τοιαύτη· ὅτι τῶν ὁμωνύμων πρότερον ἐμνημόνευσεν, διότι τὸ ὂν γενικώτερον ὂν τῶν κατηγοριῶν ὁμωνύμως φέρεται κατ’ αὐτῶν, αἱ δὲ κατηγορίαι συνωνύμως τῶν ὑπ’ αὐτὰ εἰδῶν κατηγοροῦνται· ἐπειδὴ οὖν τὰ ὁμώνυμα τοῦ γενικωτέρου ἐστί, φημὶ δὴ τοῦ ὄντος, τούτου χάριν προέταξεν τὴν περὶ τῶν ὁμωνύμων διδασκαλίαν. καὶ ἐπειδὴ καλῶς εἴρηται ἡμῖν ἡ αἰτία τῆς χρείας τῶν μνημονευθέντων ἐν τῷ προοιμίῳ, ἀλλὰ δὴ καὶ τῆς τάξεως ἡμῖν σεσαφήνισται,2 καταπαύσωμεν τὴν παροῦσαν θεωρίαν. ἀναγνῶμεν δὲ τὴν λέξιν τοῦ συγγραφέως, ἵνα ἑκάστων ἀποδῶμεν τὴν ἐξήγησιν.

而如果它们在说明上共享而在名称上差异,便构成多名同义者,例如“清晰发音者”、“凡人”、“人”。这些名称中的每一个都拥有一条定义;因为人是有理性的动物,清晰发音者是有理性的动物,凡人同样如此。因此定义是同一的,而名称是相异的。 那么,在存在同名异义者、同名同义者、异名异义者、多名同义者这四者的情况下,[亚里士多德]只提及了其中两者,我是指同名异义者与同名同义者。人们在此认为理应探究:既然存在四者,他为何省去其余两者,而仅提及同名同义者与同名异义者?对此他们给出的第一个原因如下:亚里士多德作为崇尚简练者提及了这两者,要求我们在意念中补出其余者;因为通过对立之物的一方,另一方也被显明。为此他从每一种对立中各取了一端;因为同名异义者与多名同义者相对立,同名同义者与异名异义者相对立。因此,他提及同名异义者,便要求我们补出多名同义者;提及同名同义者,便要求我们补出异名异义者;因为对立之物的知识是单一的。那么,要么应提出此原因,要么应提出彼原因:即他是以几何学的方式提及这些的,因为仅有这些术语对于范畴的研究对他是适用的;因为几何学家亦是如此,虽然线有多种,却仅提及曲线与直线,因为他亦仅需这二者。在此处,他需要同名异义者与同名同义者,是因为诸范畴乃是最高属:就作为属而言,它们同名同义地述说其下的诸种;但就作为最高属而言,它们以同名异义地加于它们之上的“存在”为限度。而在修辞学论著及其他专著中,他同样需要多名同义者与异名异义者,因为他一方面教导同一事物可以有多种说法,这属于多名同义者的特征;另一方面教导为了教学的不混淆与条理性,可以通过不同的名称显明不同的事物。此外,这一点也对我们显明:这些[多名同义者与异名异义者]与其说是着眼于事物的本性,不如说是着眼于辩证的预备,而同名异义者与同名同义者彼此之间具有实质性的差异,而这正是哲学家意图教导的。 然而人们再次探究:他究竟为何将同名异义者置于同名同义者之前?对此他们陈述了两个原因:其一,他先提及同名异义者,乃因其更为单纯;正如已经说过的,它们仅有一种共有,即在名称上的共有,而同名同义者在名称和说明上皆有共有。因此,既然同名异义者更为单纯,为此缘故他将其置于前;因为一元总是先于二元。第二个原因如下:他先提及同名异义者,乃因“存在”比诸范畴更为普遍,且同名异义地加于诸范畴之上,而诸范畴则是同名同义地述说其下的诸种;因此,既然同名异义者属于更为普遍者——我是指存在——为此缘故他将关于同名异义者的学说置于前。既然对于序言中所提及之物的必要性原因已被我们充分说明,而且其顺序[的原因]也已被我们阐明,那么就让我们结束当前的总体考察吧。让我们来研读著述者的原文字句,以便对每一项作出疏解。

语法注2 条
  1. 2.0πρὸς διαλεκτικὴν μᾶλλον προπαρασκευὴν ὁρᾷ ταῦτα πρὸς τὴν τῶν πραγμάτων φύσιν

    比较副词 μᾶλλον 未带有明确的连词 ἤ,而是通过两个并置的介词短语(πρὸς διαλεκτικὴν προπαρασκευήν 与 πρὸς τὴν τῶν πραγμάτων φύσιν)构成比较的两个项,意为“与其说是着眼于事物的本性,不如说是着眼于辩证的预备”。

  2. 2.0ἀλλὰ δὴ καὶ τῆς τάξεως ἡμῖν σεσαφήνισται

    动词 σεσαφήνισται 为完成时被动态第三人称单数,与施事与格 ἡμῖν 连用。属格 τῆς τάξεως 承接前文省略的主语 ἡ αἰτία(即“顺序的原因”),依前一分句(ἡ αἰτία τῆς χρείας)补出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:27.17-28.22