← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§26.4-27.17

依名称与定义对四种关系的划分

奥林匹奥多鲁斯展开《范畴篇》的逐字疏释,依据事物在名称与定义(说明)上的共享与差异的组合,分类并界定了同名同义、异名、全然相异以及同名异义等概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#1

〈Περὶ ὁμωνύμων.〉 Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῷον. Μετὰ τὴν τριπλῆν στοιχείωσιν, τῶν Κατηγοριῶν, τῆς λογικῆς, τῆς Ἀριστοτέλους φιλοσοφίας, φέρε λοιπὸν σὺν θεῷ ἁψώμεθα τῆς κατὰ λέξιν ἐξηγήσεως. ἀλλ’ ἐπειδὴ εὐθέως ἐν προοιμίοις ὁ Ἀριστοτέλης ὁμωνύμων μέμνηται καὶ συνωνύμων, φέρε εἴπωμεν τί ποτέ ἐστι τούτων ἕκαστον. ἀλλ’ ἵνα τοῦτο μάθωμεν, προέλθωμεν οὕτως· πᾶν πρᾶγμα καὶ ἕν ἐστι καὶ πολυμερές, καὶ ὡς μὲν ἓν ὄνομα ἔχει, ὡς δὲ πολυμερὲς λόγον ἔχει. λόγον δὲ ἄκουε νῦν ἢ ὁρισμὸν ἢ ὑπογραφήν.1 ἐπειδὴ οὖν πᾶν πρᾶγμα καὶ ὄνομα ἔχει καὶ λόγον, τὰ πράγματα ἢ κατὰ ἄμφω τὰ αὐτὰ κοινωνοῦσι, κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον φημί, ἢ κατὰ ἄμφω διαφέρουσιν, ἢ κατά τι μὲν κοινωνοῦσι κατά τι δὲ διαφέρουσι. καὶ τοῦτο. διχῶς· ἢ γὰρ κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσιν, κατὰ δὲ τὸν λόγον διαφέρουσιν, ἢ τὸ ἀνάπαλιν κατὰ μὲν τὸ ὄνομα διαφέρουσι, κατὰ δὲ τὸν λόγον κοινωνοῦσιν. εἰ μὲν οὖν κατ’ ἄμφω κοινωνοῦσιν, λέγονται συνώνυμα, οἷον ἐπὶ ἀνθρώπου καὶ ἵππου· ταῦτα γὰρ δύνανται λέγεσθαι συνώνυμα, διότι ζῷα ἄμφω, ἀλλὰ καὶ ὅρον ἔχουσι τὸν αὐτόν, τὸν τοῦ ζῴου φημί, οἷον τὸ οὐσία ἔμψυχος αἰσθητική. εἰ δὲ κατὰ ἄμφω διαφέρουσι, ποιοῦσι τὰ ἑτερώνυμα ἤτοι τὰ ἕτερα. διαφέρει δὲ τὸ ἑτερώνυμον τοῦ ἑτέρου ταύτῃ· ὅτι τὸ μὲν ἑτερώνυμον διαφέρει καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον, οὐκ ἔτι μέντοι καὶ κατὰ τὸ ὑποκείμενον, τὸ δὲ ἕτερον παντελῶς ἠλλοτρίωται, λέγω δὴ καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸ ὑποκείμενον, οἷόν ἐστιν ἀνάβασις καὶ κατάβασις· 〈ἀνάβασις γὰρ καὶ κατάβασις〉 καὶ ἕτερα ἔχουσιν ὀνόματα καὶ ἑτέρους λόγους· ἀνάβασις μὲν γάρ ἐστιν ἡ ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω πρόοδος, κατάβασις δέ ἐστιν ἡ ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κάτω πρόοδος. ἀλλ’ εἰ καὶ διαφέρουσιν ἀλλήλων καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον, ἀλλ’ οὖν ὅμως κατὰ τὸ ὑποκείμενον οὐ διαφέρουσιν· κλῖμαξ γάρ ἐστιν ἡ ὑποκειμένη ἀμφοτέροις. καὶ ταῦτα ἂν εἰκότως κληθείη ἑτερώνυμα. οὐ μόνον δὲ ἐπὶ τούτων ἔστιν θεωρῆσαι τὸ εἰρημένον, ἀλλὰ καὶ ἐπὶ καρποῦ καὶ σπέρματος· ταῦτα γὰρ διαφέροντα καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον (πρὸς γὰρ τὸ μὲν ἤδη πεφυκὸς λέγεται καρπός, πρὸς δὲ τὸ μέλλον σπέρμα), λεχθείησαν ἂν εἰκότως ἑτερώνυμα διὰ τὸ ὑποκείμενον ἔχειν ἀμφότερα 〈ἕν〉, τὸν σῖτόν φημι. ἕτερα δέ ἐστι τὰ παντελῶς ἠλλοτριωμένα, [ἀλλ’] ὡς τὸ λευκόν, εἰ τύχοι, καὶ ὁ ἄνθρωπος. εἰ δὲ κατά τι μὲν κοινωνοῦσι καὶ κατά τι διαφέρουσιν, οἷον κατὰ τὸ ὄνομα μὲν κοινωνοῦσι κατὰ δὲ τὸν λόγον διαφέρουσι, ποιοῦσι τὰ ὁμώνυμα, οἷον ἡ Αἴας φωνὴ κοινή ἐστι φερομένη κατὰ τοῦ Τελαμῶνος καὶ τοῦ Ὀιλέως. ἀλλὰ τούτων ὁρισμὸς ἕτερός ἐστι· τὸν μὲν γὰρ εἰ βουληθείημεν ὁρίσασθαι, εἴποιμεν ἂν Αἴαντα Τελαμώνιον2 ἐκ Σαλαμῖνος μονομαχήσαντα Ἕκτορι ἑαυτὸν σφάξαντα, τὸν δὲ Ὀιλέως εἴποιμεν ἂν Λοκρὸν ἐξ Ὀιλέως καὶ ὅσα τοιαῦτα.

〈论同名异义者〉 “若事物仅有名称相通,而依此名称的本质说明不同,便被称为同名异义者,例如‘动物’。”在完成了针对《范畴篇》、逻辑学以及亚里士多德哲学的这三重基础奠定之后,来吧,我们且在神助之下着手进行逐字疏释。但由于亚里士多德在开篇中立即提到了同名异义者与同名同义者,来吧,我们且说说这二者各自究竟是什么。但为了明了这一点,让我们如此展开探讨:每一事物既是一,又具有多部分;就其作为一而言,它拥有名称,而就其作为具有多部分而言,它拥有说明。在此请将“说明”理解为定义或描述性说明。既然每一事物既有名称又有说明,那么事物要么在两者上共享相同之物——我是指在名称上和在说明上——要么在两者上皆有差异,要么在某一方面共享而在另一方面差异。而这又包含两种情形:要么在名称上共享而在说明上差异,要么反过来在名称上差异而在说明上共享。如果它们在两方面皆共享,就称为同名同义者,例如人与马;因为它们之所以能被称为同名同义者,是由于二者皆为动物,而且它们还拥有同一条定义——我是指动物的定义,例如“有灵魂的感觉实体”。而如果它们在两方面皆差异,便构成异名异义者,亦即不同者。然而异名异义者与不同者的区别在于:异名异义者在名称和说明上皆有差异,却不再在底层基底上有所差异;而不同者则是完全彼此相异的,我明确是指在说明、名称以及底层基底上皆不同,正如“上升”与“下降”。因为上升与下降既有不同的名称,又有不同的说明;上升是从下往上的行进,而下降是从上往下的行进。但纵使它们在名称和说明上彼此差异,然而在底层基底上却不差异;因为充当二者基底的是阶梯。这些事物便可理所当然地被称为异名异义者。不仅在这些事物上能观察到所述之理,而且在果实与种子之上亦然;因为它们虽然在名称和说明上皆有差异(相对于已长成者而言被称为果实,相对于未来者而言被称为种子),却因二者皆以单一事物为底层基底——我是指谷物——而可理所当然地被称为异名异义者。至于不同者,则是那些完全相异之物,例如随便举个例子,白色与人。然而,如果它们在某一方面共享而在另一方面差异,例如在名称上共享而在说明上差异,便构成同名异义者;例如“埃阿斯”这个发音是共通的,既用于特拉蒙之子,也用于奥伊琉斯之子。但二者的定义各不相同:因为若我们想要定义前者,我们会说他是来自萨拉米斯的特拉蒙之子埃阿斯、曾与赫克托耳决斗并自刎者;而对于奥伊琉斯之子,我们会说他是奥伊琉斯所生的洛克里斯人,等等诸如此类。

语法注2 条
  1. 2.0λόγον δὲ ἄκουε νῦν ἢ ὁρισμὸν ἢ ὑπογραφήν

    祈使语气 ἄκουε 在此并非字面意义上的“听”,而是疏释体文献中用来界定术语含义的习惯用法,意为“请理解为”或“视作”,构成带有宾格宾语(λόγον)和宾格补足语(ἢ ὁρισμὸν ἢ ὑπογραφήν)的双宾格结构。

  2. 2.0τὸν μὲν γὰρ εἰ βουληθείημεν ὁρίσασθαι, εἴποιμεν ἂν Αἴαντα Τελαμώνιον

    句首的宾格短语 τὸν μέν 跨过插入的条件从句 εἰ βουληθείημεν ὁρίσασθαι,充当主句动词 εἴποιμεν ἄν 的前置宾语。随后的宾格词列 Αἴαντα Τελαμώνιον ... 则作为同位语或陈述内容的宾格补足语(即“我们会说[他是]特拉蒙之子埃阿斯……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:26.4-27.17