← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§146.11-147.8

运动的诸种与具有的八种含义

奥林匹奥多罗完成了对六种运动的推导,阐明了增加与变质的区分以及对运动的对立项的存在方式,随后对“具有”的八种含义进行了分类,指出其中仅有两种固有地属于同名范畴,从而结束了整部注疏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.3#3

εἰ δὲ ἐν τοῖς ἐν τῇ οὐσίᾳ θεωρεῖται, ἢ ἐν ποσῷ ἐστιν ἢ ἐν ποιῷ. καὶ εἰ ἐν ποσῷ, ἢ ἀπὸ τοῦ ἐλάττονος ὁδεύει ἐπὶ τὸ μεῖζον καὶ καλεῖται τὸ τοιοῦτον αὔξησις, ἢ ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον καὶ καλεῖται μείωσις. ταῦτα μὲν οὖν εἰ ἐν ποσῷ ἐστίν. εἰ δὲ ἐν ποιῷ, ποιεῖ τὴν καλουμένην ἀλλοίωσιν. εἰ δὲ ἐν τοῖς περὶ τὴν οὐσίαν θεωρεῖται, οἷον ἐν τῇ ποῦ κατηγορίᾳ, ποιεῖ τὴν καλουμένην κατὰ τόπον μεταβολήν. ἀλλὰ ἀποροῦσί τινες λέγοντες μὴ ἄρα ἡ αὐτή ἐστιν ἡ αὔξησις καὶ ἡ ἀλλοίωσις1 καὶ οὐκέτι ἐστὶν ἓξ τὰ εἴδη τῆς κινήσεως ἀλλὰ πέντε· καὶ γὰρ πᾶν αὐξανόμενον ἀλλοιοῦται. πρὸς τοῦτό φαμεν ὅτι οὐδαμῶς ἐστιν ἡ αὐτὴ ἡ αὔξησις τῇ ἀλλοιώσει· ἔστιν γὰρ αὐξάνεσθαι καὶ μὴ ἀλλοιοῦσθαι· ἡ γὰρ ἐκτεταμένη γραμμὴ αὐξηθεῖσα οὐκ ἠλλοιώθη. ἀλλ’ οὐδὲ μὴν πᾶν ἀλλοιούμενον αὔξεται· ἡ γὰρ ψυχὴ ἀλλοιοῦται καὶ οὐκ αὔξεται. ἀλλ’ ἰστέον ὅτι τῇ μὲν κινήσει ὡς ἁπλῶς κινήσει ἀντίκειται ἡ ἠρεμία, ὡς δὲ τοιᾷδε κινήσει ἡ ἐναντία. οὕτως τῇ μὲν γενέσει ὡς ἁπλῶς γενέσει ἡ φθορὰ ἀντίκειται, ὡς δὲ τοιᾷδε ἑτέρα. ἀλλὰ πρὸς τοῦτο ἀποροῦσί τινες λέγοντες ὅτι καὶ πῶς τοῦτο δίκαιον δύο ἑνὶ μάχεσθαι.2 ἀλλ’ ἔστιν εἰπεῖν πρὸς αὐτοὺς ὅτι οὐ κατὰ τὸ αὐτὸ ἀντίκειται δύο ἑνί, ἀλλὰ κατὰ ἄλλο καὶ ἄλλο. οὕτω τῇ μὲν κινήσει ἀντίκειται ἡ ἠρεμία ὡς ἕξις καὶ στέρησις, ὡς ἁπλῶς κινήσει, τῇ δὲ γενέσει ὡς τοιᾷδε κινήσει ἀντίκειται ἡ φθορὰ ὡς ἐναντία ἕξις. ταῦτα εἰπόντες περὶ κινήσεως μεταβῶμεν λοιπὸν ἐπὶ τὸ λεῖπον τῷ λόγῳ, φημὶ δὲ τὸ ἔχειν. Περὶ τοῦ ἔχειν. Τὸ τοίνυν ἔχειν ὀκταχῶς λέγεται· λέγομεν γὰρ ἔχειν ἢ ποιότητα, ὡς λέγομεν ἐπιστήμην ἔχειν τὸν ἄνθρωπον, ἢ ὅλον περὶ ὅλον, ὥσπερ λέγομεν ἱμάτιον ἔχειν, ἢ ὅλον περὶ μέρος, ὥσπερ λεγόμεθα δακτύλιον ἔχειν, ἢ ὡς ἐν ἀγγείῳ, ὡς φαμεν τὸν μέδιμνον ἔχειν τοὺς πυρούς, ἢ ὡς κτῆμα, ὡς λέγομεν ἔχειν ἀγρὸν ἢ οἰκίαν, ἢ ὡς σύνοικον, ὡς λεγόμεθα γυναῖκα ἔχειν, ἢ μέρος, ὡς λεγόμεθα χεῖρα ἔχειν ἢ πόδα, ἢ ὡς ἐν τόπῳ, ὥσπερ λέγομεν ἐπὶ μονάδος καὶ σημείου· λέγομεν γὰρ τὸ μὲν σημεῖον μονάδα θέσιν ἔχουσαν τὴν δὲ μονάδα σημεῖον ἄθετον ὑπάρχειν. τούτων οὕτως εἰρημένων τῶν ὀκτὼ τρόπων δύο καὶ μόνοι ὑπὸ τὴν ἔχειν κατηγορίαν ἀνάγονται, οἱ δηλοῦντες οὐσίας περὶ οὐσίαν περίθεσιν, τοῦτ’ ἔστιν ὁ δεύτερος καὶ ὁ τρίτος, τὸ ἱμάτιον ἔχειν καὶ τὸ δακτύλιον ἔχειν. ὁ δὲ πρῶτος τρόπος ὑπὸ τὴν ποιότητα ἀνάγεται, ὁ δὲ τελευταῖος καὶ ἔτι μέντοι γε ὁ ἐν ἀγγείῳ ὑπὸ τὴν ποῦ κατηγορίαν ἀνάγονται,3 οἱ δὲ λοιποὶ ὑπὸ τὰ πρός τι. τοῦτο πέρας τῆς θεωρίας καὶ τοῦ παντὸς συγγράμματος.

另一方面,如果它在实体中的事物中被考察,它要么在数量中,要么在性质中。如果在数量中,它要么从小走向大,此类变化被称为增加;要么从大走向小,被称为减少。于是,这些是在数量中的情形。但如果在性质中,它便产生所谓的变质。如果它在围绕实体的事物中被考察,例如在“何处”的范畴中,它便产生所谓依位置的变化。但有些人提出疑问说,增加与变质难道不是相同的吗,运动的种岂非不再是六个而是五个了吗;因为凡增加者确实都变质。对此我们说,增加决不与变质相同;因为存在着增加而不变质的可能(因为一条被延伸的线虽然增加了,却并未变质)。然而,也绝非凡变质者都增加(因为灵魂变质,却不增加)。但必须知晓的是,对于作为单纯运动的运动而言,静止是与之相对立的;而对于作为这般特定运动的运动而言,相反的运动与之相对立。同样地,对于作为单纯生成的生成而言,毁灭与之相对立;而对于作为这般特定生成的生成而言,另一者与之相对立。但对此有些人提出疑问说,两物与一物交战,这怎能合乎道理呢?然而可以对他们说,两物与一物相对立并非就同一方面而言,而是就不同方面而言。这样,对于作为单纯运动的运动而言,静止作为具有与匮乏与之相对立;而对于作为这般特定运动的生成而言,毁灭作为相反的具有与之相对立。在讨论了运动的这些事理之后,接下来让我们转向论述中欠缺的部分,我指的是“具有”。 关于具有。于是,“具有”有八种说法:因为我们说具有,要么是具有某种性质,正如我们说人具有知识;要么是整体围绕整体,正如我们说具有外衣;要么是整体围绕部分,正如我们被称为具有戒指;要么是作为在容器中,正如我们说斗具有小麦;要么是作为财产,正如我们说具有田地或房屋;要么是作为同居者,正如我们被称为具有妻子;要么是具有部分,正如我们被称为具有手或脚;要么是作为在场所中,正如我们在单子与点的情形中所说的那样(因为我们说点是具有位置的单子,而单子是无位置的点)。既然这八种方式已被如此陈述,其中唯独只有两种被归入“具有”范畴之下,即表明实体围绕实体的配置者,也就是第二种和第三种,即具有外衣和具有戒指。而第一种方式被归入性质之下,最后一种方式以及在容器中的方式被归入“何处”范畴之下,其余的方式则被归入“关系”之下。这便是本次考察乃至整部著作的终结。

语法注3 条
  1. 29.3μὴ ἄρα ἡ αὐτή ἐστιν ἡ αὔξησις καὶ ἡ ἀλλοίωσις

    此从句依附于 λέγοντες,是由 μή ἄρα(“难道……不是/莫非……”)引导的表达疑虑或反诘的间接疑问句,用以引出某些人提出的难问内容。

  2. 29.3πῶς τοῦτο δίκαιον δύο ἑνὶ μάχεσθαι

    在 δίκαιον [ἐστί] 的无人称结构中,指示代词 τοῦτο 作为语法主语,后接的不定词短语 δύο ἑνὶ μάχεσθαι 作为 τοῦτο 的同位语说明其实质内容。δύο 是不定词的逻辑主语,ἑνί 则是 μάχεσθαι 所要求的与格补足语。

  3. 29.3ὁ δὲ τελευταῖος καὶ ἔτι μέντοι γε ὁ ἐν ἀγγείῳ ὑπὸ τὴν ποῦ κατηγορίαν ἀνάγονται

    主语为 ὁ δὲ τελευταῖος(最后一种方式,即在场所中)与 ὁ ἐν ἀγγείῳ(在容器中的方式)两项,由 καὶ ... μέντοι γε(“以及确实……”)连接并列,因此谓语动词 ἀνάγονται 使用复数形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:146.11-147.8