- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:145.12-146.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁阐述了“同时者”的三种含义,并解答了它们如何与“较先者”的五种含义相对应的疑问,随后开始通过实体等范畴推导并奠定“运动”的六个种的分类。
Περὶ τοῦ ἅμα. Τὸ δὲ ἅμα τριχῶς λέγεται· ἢ γὰρ χρόνῳ ἐστὶν ἅμα, ὡς Κάστωρ καὶ Πολυδεύκης εἰ τύχοι, ἢ ὡς τὰ ἀντιστρέφοντα, ἐν οἷς οὐκ ἔστι τὸ αἴτιον καὶ τὸ αἰτιατόν, ἀντιστρέφοντα μόνως κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, μηδαμῶς δὲ θάτερον θατέρου ἐστὶν αἴτιον πρὸς τὸ εἶναι, ὡς ἔχει ἐπὶ διπλασίου καὶ ἡμίσεως· διπλασίου γὰρ ὄντος ἔσται καὶ ἥμισυ, καὶ ἡμίσεως ὄντος ἔσται διπλάσιον, οὐδέτερον δὲ οὐδετέρου αἴτιόν ἐστι τοῦ εἶναι. ἢ ὡς τὰ ὁμοειδῆ, ὡς ἄνθρωπος * *. ἀλλὰ ἀποροῦσί τινες λέγοντες ὅτι εἰ τὸ ἅμα μέσον ἐστὶν προτέρου καὶ ὑστέρου, ὁσαχῶς δὲ τὰ ἄκρα, τοσαυταχῶς καὶ τὸ μέσον, διὰ τί τὸ μὲν πενταχῶς λέγεται, τὸ πρότερον δηλονότι, τὸ δὲ τριχῶς, τοῦτ’ ἔστι τὸ ἅμα. πρὸς τούτους φαμὲν ὅτι πᾶσι τοῖς σημαινομένοις τοῦ προτέρου τὰ σημαινόμενα τοῦ ἅμα ἀντίκειται· τὸ μὲν γὰρ χρόνῳ τοῦ ἅμα ἀντίκειται τῷ χρόνῳ τοῦ προτέρου, τὸ δὲ ὡς ἀντιστρέφοντα λέγεσθαι, μὴ μέντοι γε αἴτιον θάτερον θατέρου ὑπάρχειν,1 δύο τισὶν ἀντίκειται σημαινομένοις τοῦ προτέρου, τῷ δευτέρῳ καὶ τῷ πέμπτῳ· τὸ γὰρ δεύτερον ἦν τὸ φύσει, τοῦτ’ ἔστι τὸ καθόλου 〈καὶ〉 μερικόν, τὸ δὲ πέμπτον τὸ αἴτιόν ἐστιν· ἀμφότερα γὰρ αἴτιά ἐστι τῶν ὑστέρων. τούτου χάριν ἀντίκειται τούτοις τὰ ἀντιστρέφοντα, ἐν οἷς οὐκ ἔστιν αἴτιον καὶ αἰτιατόν. τὰ δὲ ὁμοειδῆ ἀντίκεινται τῷ τάξει τοῦ προτέρου. τῷ δὲ τετάρτῳ σημαινομένῳ τοῦ προτέρου, τοῦτ’ ἔστι τῷ κατὰ τὴν θέλησιν λεγομένῳ, οὐκ ἠξίωσεν ὁ φιλόσοφος ἀντικείμενον ἀντιθεῖναι, ἐπειδὴ τοῦτο ἐκ τῆς ἡμετέρας ἐπινοίας γίνεται. ἄλλως τε εἰ βουληθείημεν εὑρεῖν καὶ τούτῳ ἀντικείμενον, ἐν τῷ ἅμα ἔστιν εὑρεῖν, καθ’ ὃ σημαινόμενον λέγομεν ἰσοτίμους ὑπάρχειν· ἀντίκειται γὰρ τὸ ὁμότιμον τῷ προτέραν ἔχοντι τιμὴν ἢ δευτέραν. οὕτως πᾶσι τοῖς σημαινομένοις τοῦ προτέρου τὰ σημαινόμενα τοῦ ἅμα ἀντίκειται. οὐκοῦν ἐπειδὴ διήρθρωται ἡμῖν εὖ τὰ περὶ τοῦ προτέρου καὶ τοῦ ἅμα, φέρε ἐπὶ τὰ ἐφεξῆς χωρήσωμεν, ἐπὶ τὴν κίνησίν φημι. Περὶ κινήσεως. Κινήσεως τοίνυν ἓξ εἴδη καθεστήκασι· γένεσις, φθορά, αὔξησις, μείωσις, ἀλλοίωσις, ἡ κατὰ τόπον μεταβολή. ὅτι δὲ ἕξ εἰσι καὶ οὔτε πλείονα οὔτε ἐλάττονα εἴδη τῆς κινήσεως, δείξωμεν οὕτως· ἡ κίνησις ἐν τέσσαρσι κατηγορίαις θεωρεῖται, ἢ ἐν οὐσίᾳ, ἢ ἐν ποσῷ, ἢ ἐν ποιῷ, ἢ ἐν τῷ ποῦ. ἀλλ’ εἰ μὲν ἐν οὐσίᾳ θεωρεῖται, ἢ ἐν αὐτῇ τῇ οὐσίᾳ θεωρεῖται ἢ ἐν τοῖς περὶ τὴν οὐσίαν ἢ τοῖς ἐν τῇ οὐσίᾳ. καὶ εἰ μὲν θεωρεῖται ἐν τῇ οὐσίᾳ, ἢ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν παράγει καὶ λέγεται γένεσις (ἀπὸ τοῦ μὴ ὄντος δηλονότι· ἀπὸ γὰρ τοῦ μηδαμῇ μηδαμῶς ὄντος δείκνυται ἐν Φυσικοῖς μηδὲν γινόμενον),2 ἢ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ἀπάγει καὶ καλεῖται τὸ τοιοῦτον φθορά.
关于同时者。另一方面,“同时”有三种说法:要么是时间上的同时,例如卡斯托尔与波吕丢刻斯;要么是作为换位者,在其中不存在原因与受因者,仅仅依存在的随从性而换位,而绝非一者是另一者存在的原因,正如在两倍与一半的情形中那样(因为两倍存在时,一半也将存在;一半存在时,两倍将存在,但两者都不是另一者存在的原因)。要么是作为同种者,正如人[与马]。但有些人提出疑问说,如果同时者是较先者与较后者之间的中介,而两端有多少种说法,中介也有多少种说法,那么为何前者,显然即较先者,有五种说法,而后者即同时者却只有三种说法呢?对此我们说,对于较先者的所有含义,同时者的诸含义都与之相对立:因为时间上的同时者与时间上的较先者相对立;而被称为换位者且绝非一者作为另一者的原因而存立,则与较先者的两种含义相对立,即第二种与第五种(因为第二种是本性上的,即普遍者与个别者,而第五种是原因;因为两者都是后继者的原因)。为此,不存在原因与受因者的换位者便与这些相对立。而同种者则与秩序上的较先者相对立。对于较先者的第四种含义,即依意愿所说的含义(依尊严),哲学家认为不值得为之设置对立者,因为这是由我们的构想产生的。此外,如果我们也希望为此找出一个对立者,在同时者中也可以找到,依此含义我们说事物具有同等的尊严;因为同等尊严者与具有第一或第二尊严者相对立。这样,对于较先者的所有含义,同时者的诸含义都与之相对立。 因此,既然关于较先者与同时者的事理已被我们妥善地区分,来吧,让我们进而探讨后续的事物,我指的是运动。 关于运动。于是,运动有六个种:生成、毁灭、增加、减少、变质、依位置的变化。而运动的种有六个,既不多也不少,我们将如下证明:运动在四个范畴中被考察,要么在实体中,要么在数量中,要么在性质中,要么在何处中。但如果它在实体中被考察,要么是在实体本身中被考察,要么是在围绕实体的事物中,或是在实体中的事物中被考察。如果在实体中被考察,它要么从非存在引向存在并被称为生成(显然是从[相对的]非存在出发;因为在《物理学》中已被证明,绝无任何事物从无论如何都绝不存在者中产生),要么从存在导向非存在,此类变化被称为毁灭。
- 29.3τὸ δὲ ὡς ἀντιστρέφοντα λέγεσθαι, μὴ μέντοι γε αἴτιον θάτερον θατέρου ὑπάρχειν
带冠词不定式短语 τὸ ... λέγεσθαι 与表条件限定的否定不定式短语 μὴ μέντοι γε αἴτιον ... ὑπάρχειν 结合构成名词性主语,统领后文的谓语动词 δύο τισὶν ἀντίκειται σημαινομένοις,用以整体指代前文界定的“同时者”的第二种含义。
- 29.3ἀπὸ τοῦ μὴ ὄντος δηλονότι· ἀπὸ γὰρ τοῦ μηδαμῇ μηδαμῶς ὄντος δείκνυται ἐν Φυσικοῖς μηδὲν γινόμενον
在此插入性的补充说明中,为了阐明前述“从非存在出发”(ἀπὸ τοῦ μὴ ὄντος)指的是相对的非存在(如潜能)而非绝对的虚无,作者将其与带有强否定词的“无论如何绝不存在者”(ἀπὸ τοῦ μηδαμῇ μηδαμῶς ὄντος)相对比。句首的 ἀπὸ τοῦ μὴ ὄντος δηλονότι 是作为对前文 παράγει 的限定而独立置出的省略结构。
