← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§147.10-148.15

对居先者、运动与具有的补释

奥林匹奥多罗讨论了《范畴篇》末尾的几个部分,解释了在“居先者”的划分中为何遗漏了位置,借助正方形与拐尺阐明增加与变质的区别,论述了变质的相反者就普遍而言的特点,并阐明了关于配偶和场所的“具有”的特殊性质,从而结束了全书注疏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.0

Περὶ προτέρου.

关于居先者。

§30.1

"Πρότερον δὲ ἕτερον ἑτέρου λέγεται τετραχῶς." Ζητοῦμεν ἐνταῦθα πῶς τοῦ προτέρου πενταχῶς λεγομένου1 τετραχῶς ὁ φιλόσοφος εἶπεν αὐτὸ καὶ μόνον λέγεσθαι. πρὸς τοῦτό φαμεν ὅτι τὸ ἓν σημαινόμενον παρέλειψεν, τὸ ἐν τῇ ἡμετέρᾳ ἐπινοίᾳ γιγνόμενον, τοῦτ’ ἔστι τὸ κατὰ τὴν θέσιν. Ἐν τῷ περὶ κινήσεως.

“而一物先于另一物依四种方式被说。” 我们在此探究,既然居先者依五种方式被说,为何哲学家却说它仅仅依四种方式被说。对此我们说,他遗漏了发生在我们思绪中的那一种含义,也就是依位置的含义。 在关于运动的部分中。

§30.2

"Οἷον τὸ τετράγωνον γνώμονος αὐτὸ περιτεθέντος ηὔξηται μέν, ἀλλοιότερον δὲ οὐδὲν γεγένηται." Ἡμεῖς μὲν ἐν τῇ θεωρίᾳ τοῦ δυνατὸν αὔξεσθαι μὲν μὴ ἀλλοιοῦσθαι δὲ2 τὴν γραμμὴν παρηνέγκαμεν. ὁ φιλόσοφος ἐπιτηδειότερον τίθησι παράδειγμα καί φησιν ὅτι τὸ τετράγωνον γνώμονος περιτεθέντος αὔξεται μέν, οὐκ ἀλλοιοῦται δέ. γνώμων δέ ἐστιν σχῆμα τῷ Γ στοιχείῳ ἀναλογοῦν, ὅθεν καὶ γνώμων ἐκλήθη, διότι ἀπὸ τοῦ Γ στοιχείου προέρχεται. εἰ οὖν ποιήσωμεν τὸ τετράγωνον καὶ προσθῶμεν γνώμονα τῷ τετραγώνῳ, αὔξεται μέν, οὐκ ἀλλοιοῦται δέ, διότι καὶ μετὰ τὴν προσθήκην 〈οὐδὲν〉 ἧττον τετράγωνον ἔμεινεν.

“例如正方形在有拐尺置于其周围时,虽然增加了,却绝未变得更为不同。” 我们在考察中诚然曾引出线[作为]可能增加却不被变质[的例子]。哲学家则提出了一个更为恰当的例子,并说正方形在拐尺置于周围时,增加却不被变质。拐尺是类似于字母Γ的图形,它也由此被称为拐尺,因为它派生自字母Γ。因此,如果我们制作一个正方形,并将拐尺加到该正方形上,它增加却不被变质,因为即便在添加之后它依然同样是正方形。

§30.3

"Τῇ δὲ λοιπῇ τῶν κινήσεων οὐ ῥᾴδιόν ἐστιν ἀποδοῦναι τί ποτέ ἐστιν ἐναντίον." Κατὰ τὸ καθόλου ὁ λόγος· οὐ γὰρ κατὰ τὰ μερικά· τῇ γοῦν λευκάνσει ἔστιν ἀποδοῦναι τὴν μέλανσιν. Ἐν τῷ περὶ τοῦ ἔχειν.

“而对于运动中其余的一种,要分配何为其相反者并不容易。” 这话是就普遍而言的;因为并非就个别而言;无论如何,对于变白是可以分配变黑的。 在关于具有的部分中。

§30.4

"Λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν καὶ ἡ γυνὴ τὸν ἄνδρα· ἔοικε δὲ ἀλλοτριώτατος ὁ νῦν ῥηθεὶς τρόπος τοῦ ἔχειν εἶναι." Ἀλλὰ ζητοῦμεν ἐνταῦθα διὰ τί ἀλλότριον ὄντα τοῦτον τρόπον τοῦ ἔχειν ἐκάλεσεν ὁ φιλόσοφος. καί φαμεν ὅτι ἐξαίρετον ἔχει παρὰ τοὺς ἄλλους τὸ ἀντιστρέφειν·3 ὡς γὰρ λέγομεν τὸν ἄνδρα γυναῖκα ἔχειν, οὕτω καὶ τὴν γυναῖκα ἄνδρα ἔχειν ἐροῦμεν, καὶ οὐ ῥᾴδιόν ἐστιν εἰπεῖν τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου περιέχεσθαι, ὥσπερ ἐπὶ τῶν ἄλλων· ἐπὶ μὲν γὰρ τοῦ μεδίμνου λέγομεν τὸν μέδιμνον ἔχειν τοὺς πυρούς, οὐ τοὺς πυροὺς τὸν μέδιμνον.

“我们亦被称为具有妻子,而妻子具有丈夫;但方才所说的具有的方式似乎是最为异样的。” 然而我们在此探究,为何哲学家将这种具有的方式称为异样的。我们说,这是因为它具有不同于其他方式的特殊之处,即它是可换位的;因为正如我们说丈夫具有妻子,同样我们也将说妻子具有丈夫,并且无法轻易地说一者被另一者所包容,正如在其他情形中那样;因为就斗而言,我们说斗具有小麦,而不是小麦具有斗。

§30.5

"Ἴσως δὲ καὶ ἕτεροι φανείησαν τοῦ ἔχειν τρόποι." Αἰνίττεται τὸν περὶ τοῦ τόπου τρόπον· τοῦτον γὰρ ἀπεσιώπησεν αὐτὸς ἡμῖν ἐάσας προσυπακούειν αὐτόν, ἢ ὅτι ἐν τῷ περὶ μεδίμνου λόγῳ μνήμην αὐτοῦ ἐποιήσατο· ἀμφότεροι γὰρ οἱ τρόποι ταὐτὸν εἶναι δοκοῦσι, καθὸ περιέχουσι τὰ περιεχόμενα. Τέλος ἔχει τὰ σχόλια τῶν Κατηγοριῶν ἀπὸ φωνῆς Ὀλυμπιοδώρου.

“或许具有的其他方式也会显现出来。” 他暗示着关于场所的方式;因为他自己对此默不作声,留待我们附加领会它,或者是因为他在关于斗的论述中提到了它;因为这两种方式就其包容被包容者而言,似乎是同一的。 依据奥林匹奥多罗讲授的《范畴篇》注疏终。

语法注3 条
  1. 30.1τοῦ προτέρου πενταχῶς λεγομένου

    独立属格结构,相对于主句(陈述说它仅依四种方式被说)表达让步意义(“虽然居先者依五种方式被说”)。

  2. 30.2τοῦ δυνατὸν αὔξεσθαι μὲν μὴ ἀλλοιοῦσθαι δὲ

    定冠词 τοῦ 将整个不定式短语 δυνατὸν [εἶναι] αὔξεσθαι μὲν μὴ ἀλλοιοῦσθαι δέ 名词化为属格。它作为解释性或同位性属格,用以说明动词 παρηνέγκαμεν 的直接宾语 τὴν γραμμήν(“引出线作为……是可能的例证”)。

  3. 30.4ἐξαίρετον ἔχει παρὰ τοὺς ἄλλους τὸ ἀντιστρέφειν

    动词 ἔχει 的直接宾语是名词化的不定式 τὸ ἀντιστρέφειν,形容词 ἐξαίρετον 则充当宾语补足语(述语性宾格)。整句结构表示“将能够换位作为有别于其他的特殊性质而具备”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:147.10-148.15