← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§143.26-145.11

后范畴的引入与较先者的五种涵义

奥林匹奥多罗探讨了《范畴篇》第12章开篇(14a26)关于“较先者”的定义,解释了亚里士多德在范畴之后讨论后范畴诸概念(较先、较后、同时、运动、拥有)的缘由,并在原文的四种“较先”之外补充了“原因”这一意义,对这五种涵义及其相互区别进行了辨析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.3#1

" Πρότερον δὲ ἕτερον ἑτέρου λέγεται τετραχῶς, πρῶτον μὲν καὶ κυριώτατα τὸ κατὰ χρόνον, καθὰ πρεσβύτερον ἕτερον ἑτέρου καὶ παλαιότερον λέγεται." Μετὰ τὴν τῶν ἀντικειμένων διδασκαλίαν μεταβέβηκεν λοιπὸν ὁ φιλόσοφος ἐπὶ τὴν περὶ τοῦ προτέρου θεωρίαν καὶ ὑστέρου καὶ τοῦ ἅμα καὶ τῆς κινήσεως καὶ τοῦ ἔχειν. ἀλλὰ τέως πρὸ τῆς κατὰ μέρος ἐξηγήσεως ζητήσωμεν τὴν χρείαν τῆς μνήμης τοῦ προκειμένου. λέγομεν τοίνυν ὅτι εἰκότως μέμνηται τοῦ προτέρου, ἐπειδὴ 〈ὃ〉 πολλαχοῦ ἐν ταῖς κατηγορίαις ἐμνημόνευσε, τούτου δεῖν ᾠήθη τοῦ μνημονευθέντος σποράδην ὁλοσχερῆ τὴν διδασκαλίαν ποιήσασθαι.1 καὶ ὅτι ἀληθῶς σποράδην μνήμην αὐτοῦ ἐποιήσατο, δῆλον ἐντεῦθεν· αὐτίκα γοῦν ἐν μὲν τῇ οὐσίᾳ τούτου ἐμνήσθη, ἔνθα ἔλεγεν τῶν οὐσιῶν τὰς μὲν πρώτας εἶναι τὰς δὲ δευτέρας, ἐν δὲ τῷ πρός τι, ἔνθα ἔλεγεν τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν πρότερα εἶναι τῆς ἐπιστήμης καὶ τῆς αἰσθήσεως. [οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ὅτε πασῶν τῶν κατηγοριῶν ἐζητοῦμεν τὴν τάξιν, λέγοντες δι’ ἣν αἰτίαν ἂν πρώτη μὲν ἡ οὐσία τέτακται, δεύτερον δὲ τὸ ποσόν, καὶ ἁπλῶς εἰπεῖν τὴν τάξιν τῶν ἐφεξῆς κατηγοριῶν]. διὰ ταύτας μὲν οὖν αἰτίας 〈τοῦ〉 προτέρου μνήμην ἐποιήσατο. τοῦ δὲ ὑστέρου ἐμνήσθη, ἢ ὅτε ἔλεγεν τῶν οὐσιῶν τὰς μὲν εἶναι πρώτας τὰς δὲ ὑστέρας (αἱ δὲ δεύτεραι κατ’ οὐδὲν ἕτερον εἰσὶν εἰ μὴ ὕστεραι), ἢ ὅτε τὸ πρῶτον καὶ τὸ ὕστερον τῶν πρός τι (ἐχρῆν δὲ περὶ τοῦ ἑνὸς διαλεχθέντα καὶ περὶ τοῦ ὑστέρου τὸν λόγον ποιήσασθαι· τὰ γὰρ πρός τι ὡς ἅμα ὄντα καὶ ἅμα γιγνώσκεται), ἢ ἐπειδὴ μία τῶν ἀντικειμένων ἐπιστήμη. τοῦ δὲ ἅμα μνήμην ἐποιήσατο, ἢ ὅτι τούτου ἐμνήσθη ἐν τοῖς πρός τι, ἔνθα ἔλεγεν τὰ πρός τι ἅμα τῇ φύσει εἰσίν, ἢ ὅτι τὰ ἅμα μέσα ἐστὶν προτέρου καὶ ὑστέρου, ἐχρῆν δὲ αὐτὸν περὶ τῶν ἄκρων διαλαβόντα καὶ περὶ τοῦ μέσου τὴν διδασκαλίαν ποιήσασθαι. κινήσεως δὲ πάλιν μέμνηται, διότι ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ μνήμην ἐποιήσατο ταύτης, ἔνθα φησὶ τὸν λόγον καὶ τὴν μνήμην ἀκίνητον εἶναι. ἀποροῦσι δέ τινες λέγοντες δι’ ἣν αἰτίαν μέμνηται τοῦ ἔχειν, εἴ γε αὐτός ἐστιν ὁ εἰρηκὼς ἀνωτέρω ὅτι οὐκ ἔχει περὶ τούτων διδάξαι πλὴν τῶν εἰρημένων ἐν ἀρχῇ τοῦ συγγράμματος. καί φαμεν ὅτι οὐ περὶ τῆς ἔχειν κατηγορίας βούλεται διαλεχθῆναι ἁπλῶς, ἀλλ’ ἐπειδὴ ὁμώνυμόν ἐστι τὸ ἔχειν, ἐβουλήθη διαστείλασθαι τὰ σημαινόμενα, ἵνα γνῶμεν τί μὲν ὑπὸ τὴν ἔχειν ἀνάγεται κατηγορίαν, τί δὲ οὐκ ἀνάγεται. Οὐκοῦν ἐπειδὴ τὴν τάξιν τῶν προκειμένων καλῶς ἀποδεδώκαμεν, φέρε λοιπὸν πλατύτερον περὶ τούτων διέλθωμεν. τὸ τοίνυν πρότερον λέγεται πενταχῶς· ἢ χρόνῳ ὡς ὁ πρεσβύτερος τοῦ νέου, ἢ φύσει, ὃ συναναιρεῖ καὶ οὐ συναναιρεῖται, συνεισφέρεται καὶ οὐ συνεισφέρει,2 ταὐτὸν δὲ εἰπεῖν, τὸ καθόλου καὶ μερικόν, ὡς τὸ ζῷον καὶ ὁ ἄνθρωπος, εἰ τύχοι, λέγεται. πάλιν πρότερον τῇ τάξει, ὥσπερ λέγομεν τὸ προοίμιον τῆς ἐξηγήσεως πρότερον εἶναι καὶ τὴν διήγησιν τῶν ἀγώνων. λέγεται πάλιν πρότερον τῷ ἀξιώματι, ὥσπερ τινές φασι τοὺς τιμιωτέρους τῶν φίλων προτέρους εἶναι τῶν μὴ τοιούτων παρ’ αὐτοῖς. λέγεται δὲ πρότερον καὶ τὸ αἴτιον τοῦ αἰτιατοῦ. ἀλλὰ ἀποροῦμεν ἐνταῦθα λέγοντες ὅτι εἰ τοῦτο διαφέρει3 τὸ πέμπτον σημαινόμενον τοῦ δευτέρου σημαινομένου τοῦ προτέρου, φημὶ δὲ τοῦ φύσει προτέρου. πρὸς τοῦτό φαμεν ὅτι οὐδαμῶς ταὐτὸν καθέστηκε τὸ πέμπτον σημαινόμενον τῷ δευτέρῳ, ἀλλὰ πᾶν μὲν καθόλου αἴτιόν ἐστιν, οὐ πᾶν δὲ αἴτιον καθόλου· ἔστιν γάρ τινα ἐξισάζοντα τῷ αἰτίῳ, μὴ μέντοι γε καθόλου ὄντα, ὥσπερ ἡ ἀλήθεια τῶν λόγων καὶ τὰ πράγματα· ταῦτα γὰρ ἐξισάζουσιν· εἰ μὲν γὰρ ἀληθεῖς οἱ λόγοι οἱ λέγοντες εἶναι τὰ πράγματα, εἰσὶ καὶ τὰ πράγματα, εἰ δὲ τὰ πράγματά εἰσιν ἀληθῆ, καὶ οἱ λόγοι ἀληθεῖς καθεστήκασιν οἱ λέγοντες εἶναι τὰ πράγματα. καὶ οὕτως ἡ ὕπαρξις τῶν πραγμάτων αἰτία ἐστὶ τῆς ἀληθείας τῶν λόγων. ὁσαχῶς δὲ τὸ πρότερον, τοσαυταχῶς δὲ καὶ τὸ ὕστερον, εἴ γε εἰρήκαμεν ὅτι ὁσαχῶς τὸ ἕτερον τῶν ἀντικειμένων, τοσαυταχῶς καὶ τὸ ἕτερον. καὶ ταῦτα μὲν περὶ τοῦ προτέρου καὶ ὑστέρου.

“一物被称为先于另一物有四种方式:首先也是最本原的意义上是依时间,据此一物被称为比另一物更年长、更古老。” 在关于对立者的讲授之后,哲学家终于过渡到了关于较先者、较后者、同时者、运动以及拥有的考察。但在进行逐项解说之前,暂且让我们探求提及当前论题的必要性。于是我们说,他理所当然地提到了较先者,因为对于在范畴篇各处提及的事物,他认为应当对这一零散提及的事物作出全面的讲授。而他确实曾对它作过零散的提及,由下述事实显而易见:例如在实体篇中,他在说到实体有些是第一的有些是第二的地方提及了它;在关系篇中,他在说到可感觉者和可知者先于感觉和知识的地方提及了它[不仅如此,而且当我们探求全部范畴的次序,说明究竟出于何种原因实体被列为第一、数量第二,以及简而言之说明后续范畴的次序时也是如此]。因此,出于这些原因,他提及了较先者。而他提及较后者,要么是在他说实体有些是第一的有些是后继的时(而第二实体无非就是后继的),要么是在谈及关系者中的先与后时(在论述了其中一者之后,本应也对较后者作出论述;因为关系者由于是同时的,也是被同时认识的),要么是因为对立者的知识是单一的。至于他提及同时者,要么是因为他在关系篇中提及了它,他在那里说关系者在本性上是同时的;要么是因为同时者是较先者与较后者之间的中介,而他在论述了两端之后,也应当对中介作出讲授。他又提及运动,是因为在关于数量的论述中提到了它,他在那里说语言和记忆是不可动的。但有些人提出疑问说,如果他自己正是前文说过除了在著作开头所说的之外关于这些不再有什么可讲授的人,那么他究竟出于何种原因提及了拥有呢?我们说,他并非只想单单讨论拥有的范畴,而是因为拥有是同名的,他希望区分其含义,以便让我们知道什么归入拥有的范畴,什么不归入其中。 因此,既然我们妥当地说明了当前各主题的次序,来吧,接下来让我们更充分地探讨这些问题。于是,较先者有五种说法:要么是依时间,如年长者先于年轻者;要么是依本性,即连带取消而不被连带取消、被连带引入而不连带引入者——换言之,即普遍者与个别者,例如动物与人便是如此说的。又如依秩序被称为较先,正如我们说序言先于解说,叙事先于论辩。再如依尊严被称为较先,正如有些人说朋友中更为尊贵者在他们眼中先于非此类者。原因也被称为先于受因者。但在此我们提出疑问说,这第五种含义是否不同于较先者的第二种含义,我指的是本性上较先者。对此我们说,第五种含义绝非与第二种等同,而是所有普遍者固然是原因,但并非所有原因都是普遍者;因为存在某些与原因相当却绝非普遍者的事物,正如言辞的真理性与实际事物;因为这些事物是相等的。因为如果陈述实际事物存在的言辞是真实的,实际事物也存在;如果实际事物是真实的,陈述实际事物存在的言辞也成为了真实的。这样,实际事物的存在便是言辞真理性的原因。较先者有多少种说法,较后者也就有多少种说法,如果我们确实已经说过,对立者的一方有多少种说法,另一方也有多少种说法。关于较先者与较后者,这些就足够了。

语法注3 条
  1. 29.3ἐπειδὴ 〈ὃ〉 πολλαχοῦ ἐν ταῖς κατηγορίαις ἐμνημόνευσε, τούτου δεῖν ᾠήθη τοῦ μνημονευθέντος σποράδην ὁλοσχερῆ τὴν διδασκαλίαν ποιήσασθαι

    带有悬置/先行性质的相关结构,补入的关系代名词 ὃ 由后文属格指示词组 τούτου τοῦ μνημονευθέντος 承接。句法上 ᾠήθη 支配不定式 δεῖν,而 δεῖν 又进一步支配中动态不定式 ποιήσασθαι 及其宾语 ὁλοσχερῆ τὴν διδασκαλίαν。

  2. 29.3ὃ συναναιρεῖ καὶ οὐ συναναιρεῖται, συνεισφέρεται καὶ οὐ συνεισφέρει

    本性上较先者的程式化定义。通过主动语态 συναναιρεῖ / οὐ συνεισφέρει(以较先者为主语:连带消灭/不连带引入对方)与被动语态 οὐ συναναιρεῖται / συνεισφέρεται(当较后者被消灭/引入时,较先者不连带被消灭/连带被引入)的交替对比,表达了本体上非对称的依存关系。

  3. 29.3ἀλλὰ ἀποροῦμεν ἐνταῦθα λέγοντες ὅτι εἰ τοῦτο διαφέρει

    连接词 ὅτι 与间接疑问词 εἰ 连用(“在此我们提出疑问说这是否不同……”),是晚期希腊语中在条件或疑问小辞前赘生 ὅτι 的常见用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:143.26-145.11