← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§143.6-143.25

数之相互转化可能与健康疾病的不对称性

针对亚里士多德《范畴篇》13a18–14a8的文句,作者探讨了奇偶数是否可相互转化(通过区分度量的数与被度量的数),继而阐明健康与疾病之间的不对称性(疾病不可能脱离健康之痕迹而成立),从而结束了该节的注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

" Ἐπὶ μὲν τῶν ἐναντίων, ὑπάρχοντος τοῦ δεκτικοῦ, δυνατὸν εἰς ἄλληλα μεταβολὴν γενέσθαι, εἰ μή τινι φύσει τὸ ἓν ὑπάρχει." Ζητητέον ἐνταῦθα εἰ δυνατὸν τὸ ἄρτιον καὶ τὸ περιττὸν εἰς ἄλληλα μεταβάλλειν. καί τινες μέν φασιν ὅτι δυνατόν· ἰδοὺ γὰρ ὁ τρία γίνεται τέτταρα. ἀλλὰ πρὸς τούτους φαμὲν ὅτι ἀδύνατον· οὐδὲ γὰρ ὁ τρία ἀριθμὸς τρία μένων τέτταρα γίνεται, ἀλλὰ γενόμενος τέτταρα, παρέφθαρται ἤδη τὸ τρία εἶναι αὐτόν.1 ὅμως δὲ καὶ τοῦτό φαμεν ὅτι διττὸς ὁ ἀριθμός, ὁ μὲν μετρῶν ὁ δὲ μετρούμενος. καὶ ὁ μὲν μετρῶν οὐδέποτε μεταβάλλει, ὁ δὲ μετρούμενος μεταβάλλει· οἷον τριῶν λίθων ὑποκειμένων, δυνατὸν ἕνα διαιρεῖσθαι καὶ γίνεσθαι τοὺς περιττοὺς ἀρτίους.

“在相反者的情况下,只要接受者存在,相互间的转化就可能发生,除非其中一者本性上属于某物。” 在此必须探讨偶数与奇数是否可能相互转化。确实有些人说这是可能的;因为看哪,三变成了四。但对这些人我们说这是不可能的;因为三这个数目并不是在保持为三的同时变成四,而是一旦变成了四,它自身之为三就已经被破坏了。不过我们也要说这一点:数目是双重的,一种是度量的,另一种是被度量的。度量的数目绝不变化,而被度量的数目则会变化;例如以三块石头为基底,可能将其中一块分割而使奇数变成偶数。

§29.2

"Ὑγιαινόντων μὲν ἁπάντων ὑγεία μὲν ἔσται, νόσος δὲ οὔ." Ἄξιον ἐνταῦθα ζητῆσαι ὅτι τίνος χάριν2 οὐκ ἀντιστρέψας εἶπεν ὁ φιλόσοφος ὅτι νοσούντων ἁπάντων νόσος μὲν ἔσται, ὑγεία δὲ οὔ. καί φαμεν ὅτι εἰκότως καὶ τοῦτο πεποίηκεν· ὑγεία μὲν γὰρ ἄνευ νόσου δύναται συστῆναι, νόσος δὲ ἄνευ ὑγείας ἀδύνατον· αὐτὸ γὰρ τὸ ζῆν ἐν τῷ νοσεῖν ὑγεία ἐστίν, καὶ ἀδύνατον ἐν νόσῳ μὴ εἶναι ἴχνη ὑγείας, ἐπεὶ οὐδὲ τῶν ζώντων ἐστίν. ἀδύνατον οὖν νόσον ἄνευ ὑγείας συνίστασθαι, ὥσπερ καὶ κακὸν ἄνευ ἀγαθοῦ. ἄκρατον γὰρ κακὸν ἀδύνατον εἶναι, ὥσπερ καὶ ἄκρατον σκότος, ἀλλὰ πάντως ἐστὶν μετ’ ἐπιμιξίας. ταῦτα καὶ περὶ τῶν προτεθέντων ῥητῶν ἱκανά. Περὶ προτέρου καὶ τῶν ἑξῆς.

“在所有人都健康时,健康存在,而疾病则不存在。” 在此值得探讨的是,哲学家究竟出于何种原因没有反过来换位说:“在所有人都生病时,疾病存在,而健康则不存在。”我们说,他这样做也是理所当然的;因为健康能够在没有疾病的情况下成立,而疾病在没有健康的情况下却不可能成立;因为在患病状态中活着本身就是健康,而在疾病中不可能没有健康的痕迹,否则它甚至不属于活着的事物。因此,疾病不可能在没有健康的情况下成立,正如恶不可能在没有善的情况下成立。因为不可能存在纯粹的恶,正如不可能存在纯粹的黑暗一样,而是无论如何都带有混合。关于提出的文句,这些也足够了。 关于较先者及后续诸问题。

语法注2 条
  1. 29.1παρέφθαρται ἤδη τὸ τρία εἶναι αὐτόν

    带冠词的不定式短语 τὸ ... εἶναι 充当完成时被动态动词 παρέφθαρται 的主语从句。宾格代词 αὐτόν 是不定式 εἶναι 的逻辑主语,数词 τρία 则是其宾格表语补足语。

  2. 29.2ὅτι τίνος χάριν

    在不定式 ζητῆσαι 引导的间接疑问句中,连词 ὅτι 与疑问短语(介词短语 τίνος χάριν)重叠出现。这属于晚期希腊语及注疏文献中在间接疑问句前赘加 ὅτι(类似于引文引导词)的常见用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:143.6-143.25