- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:142.2-143.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗探讨了相反者的其余三条规则(相互破坏性、在同一基底中的发生、被归属的属的分类),并通过解决关于正义与不正为何属于相反的属以及善恶为何是最普遍的属等疑难,结束了理论讲授。
δεύτερος κανών· ὅτι οὐχ ὥσπερ τὰ πρός τι συνεισφέρει ἄλληλα, οὕτω καὶ τὰ ἐναντία· ἐπὶ μὲν γὰρ τῶν πρός τι εὕροις ἂν τοῦτο, τοῦτ’ ἔστι τὸ συνεισφέρειν καὶ σώζειν ἄλληλα, ἐπὶ δὲ τῶν ἐναντίων τὸ ἀνάπαλιν· οὐ μόνον γὰρ οὔκ εἰσιν ἀλλήλων σωστικὰ ἀλλὰ καὶ φθαρτικά, ὡς εἰπεῖν, εἴτε ἐν διαφόροις ὑποκειμένοις λάβοις αὐτὰ ὄντα εἴτε ἐν ἑνί, οἷον ὡς ἐπὶ νόσου καὶ ὑγείας· εἰ μὲν γὰρ λάβοις πάντα ἄνθρωπον ὑγιαίνοντα, οἰχήσεται ἀπὸ πάντων ἡ νόσος ἐξ ἀνάγκης. ὁμοίως δὲ καὶ ἐπὶ ἑνὸς ὑποκειμένου ταὐτὰ συμβαίνει· εἰ γὰρ Σωκράτην ἕνα ὄντα φήσομεν ὑγιαίνειν, οἴχεται ἐξ ἀνάγκης ἐκ τούτου ἡ νόσος· οὐδὲ γὰρ ἐνδέχεται τὰ ἐναντία περὶ τὸ αὐτὸ ὑποκείμενον κατὰ τὸν αὐτὸν χρόνον ἅμα συνεῖναι. καὶ ἐν τούτοις ὁ δεύτερος κανών. τρίτος κανών· τὰ ἐναντία περὶ τὸ αὐτὸ ὑποκείμενον θέλουσι ταὐτὰ γίνεσθαι ἢ τῷ γένει ἢ τῷ εἴδει·1 οἷον ὑγεία καὶ νόσος ἐν σώματι ζῴου ταὐτὰ ὄντα τῷ εἴδει ἐστί, λευκὸν δὲ καὶ μέλαν ἐν τῷ ἁπλῶς σώματι ταὐτὰ ὄντα τῷ γένει ἐστί. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ ἐξ ἑνὸς δημιουργοῦ πάντα προῆλθεν, ἔδει ταῦτα μὴ πάντῃ ἐναντιοῦσθαι ἀλλήλοις, ἀλλὰ καὶ κοινωνίαν ἔν τισιν ἔχειν, καθὸ κοινωνοῦσιν, ὡς καὶ Πλάτων φησίν, ταῖς τε κορυφαῖς καὶ τοῖς ἐσχάτοις· ταῖς μὲν κορυφαῖς, 〈ἐπεὶ〉 δύο τὰ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος ἀνάγεται, τοῖς δὲ ἐσχάτοις, ἐπεὶ τὰ ἐναντία περὶ τὸ αὐτὸ ὑποκείμενον καταγίνεται. καὶ ἐν τούτοις ὁ τρίτος κανών. τέταρτος κανών· τὰ ἐναντία ἢ ὑπὸ τὸ αὐτὸ γένος ἀνάγεται, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὸ χρῶμα, ἢ ὑπὸ ἐναντία γένη, ὡς ἡ δικαιοσύνη καὶ ἀδικία, ἡ μὲν δικαιοσύνη ὑπὸ τὴν ἀρετὴν ἡ δὲ ἀδικία ὑπὸ τὴν κακίαν, ἢ αὐτὰ γένη ἐστὶν γενικώτατα, ὡς τὸ ἀγαθὸν καὶ τὸ κακόν. ἀλλ’ ἐντεῦθεν ἐκ τῶν εἰρημένων ἀποροῦμεν λέγοντες ὅτι εἰ τὰ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος ἀναφέρεται, καθὼς ἀνωτέρω εἴρηται, πῶς τὴν δικαιοσύνην καὶ τὴν ἀδικίαν ὑπὸ ἐναντία γένη ἀνάγομεν. λέγομεν οὖν πόρρω ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται,2 ὑπὸ τὴν ἕξιν φαμέν· καὶ γὰρ καὶ τῆς δικαιοσύνης καὶ τῆς ἀδικίας φαμὲν κοινὸν γένος τὴν ἕξιν. ἀλλ’ ἑτέρα τις ἐπὶ ταύτῃ τῇ ἀπορίᾳ ἡμῖν ἀνακύπτει ἡ λέγουσα ὅτι πῶς τὸ ἀγαθὸν καὶ τὸ κακὸν γενικώτατα γένη εἰρήκαμεν· εἰ γὰρ τοῦτο, κατηγορίαι ἔσονται δώδεκα, καὶ οὐκέτι δέκα. πρὸς οὓς φαμεν ὅτι ταῦτα ἰδίαν ὕλην οὐκ ἔχει, ἀλλ’ ἐν πάσαις ταῖς κατηγορίαις εὑρίσκονται· ἐν μὲν γὰρ τῇ οὐσίᾳ ἐστὶν ἀγαθὸν καὶ κακὸν οἷον γένεσις καὶ φθορά, γένεσις μὲν καλὸν φθορὰ δὲ κακόν. ὁμοίως καὶ ἐν τῷ ποσῷ ἐστιν ἀγαθὸν καὶ κακόν, ἀγαθὸν μὲν τέλειον κακὸν δὲ ἀτελές. ὁμοίως καὶ ἐν τῷ ποιῷ ἀγαθὸν μὲν ἡ ἐπιστήμη κακὸν δὲ ἡ ἄγνοια. πάλιν ἐν τοῖς πρός τι ἀγαθὸν μὲν ὁ φίλος κακὸν δὲ ὁ ἐχθρός. καὶ ἐν τῷ ποῦ ἀγαθὸν μὲν τὸ εὔκρατον κακὸν δὲ τὸ δύσκρατον. ὁμοίως καὶ ἐν τῷ ποτὲ ἀγαθὸν μὲν τὸ κατὰ καιρὸν κακὸν δὲ τὸ παρὰ καιρόν. ταὐτὸν δὲ εὕροις καὶ ἐπὶ τοῦ ποιεῖν, ἀγαθὸν μὲν τὸ διδάσκειν κακὸν δὲ τὸ φονεύειν. πάλιν καὶ ἐν τῷ κεῖσθαι ἀγαθὸν μέν ἐστι τὸ εὐπρεπῶς κατακεκλίσθαι κακὸν δὲ τὸ ἀπρεπῶς, ὥσπερ καὶ ἐπὶ τοῦ ἔχειν ἀγαθὸν μὲν τὸ βιβλία ἔχειν κακὸν δὲ τὸ αἰσχρά τινα ἔχειν. τοῦτο πέρας τῆς θεωρίας.
第二条规则:相反者并不像关系者那样互为涵摄。因为在关系者那里,人们可以发现这一点,即互为涵摄与保全,但在相反者那里情况正好相反;因为可以说,无论你设想它们在不同的基底中还是在同一个基底中,它们不仅不是相互保全的,而且还是相互破坏的,正如在疾病与健康的情形中那样。因为如果你设想每个人都是健康的,疾病必然从所有人身上消逝。同样,在单一基底的情形下也会发生同样的事情;因为如果我们说作为一人的苏格拉底是健康的,疾病必然离开他;因为相反者不可能在同一时间共同存在于同一基底之中。第二条规则就在这些之中。 第三条规则:相反者往往存在于属上或种上同一的相同基底之中。例如,动物身体中的健康与疾病在种上是同一的,而单纯物体中的白与黑在属上是同一的。这是理所当然的;因为既然万物皆出于一位造物主,那么这些事物就不应当在各方面都彼此相对立,而应当在某些方面也有所共有,正如柏拉图也说的那样,就它们在顶峰与末端上有所共有而言:在顶峰上,是因为两个相反者被归于同一个属之下;而在末端上,是因为相反者居于同一个基底之中。第三条规则就在这些之中。 第四条规则:相反者要么被归于同一个属之下,正如白与黑归于颜色之下;要么被归于相反的属之下,正如正义与不正,正义归于德性之下而不正归于恶德之下;要么它们自身就是最普遍的属,正如善与恶。但是,根据所说的内容,我们在此提出疑难,说:如果相反者如上文所述被归入同一个属,我们怎么会把正义与不正归于相反的属之下呢?因此我们说,在更远处它们被归于同一个属,我们说是在获得之下;因为我们说正义与不正共同的属乃是获得。但紧接着这个疑难,又有一个疑难对我们浮现出来,说:我们怎么把善与恶称为最普遍的属呢?因为若是如此,范畴将是十二个,而不再是十个。对这些人我们说:这些并没有自身特有的质料,而是在所有的范畴中都被发现;因为在实体中就有善与恶,例如生成与毁灭,生成是善的而毁灭是恶的。同样,在数量中也有善与恶,善的是完满的而恶的是不完满的。同样,在性质中,善的是知识而恶的是无知。再次,在关系者中,善的是朋友而恶的是敌人。在“何处”中,善的是气候温和的地方而恶的是气候恶劣的地方。同样,在“何时”中,善的是适时的而恶的是不合时宜的。在“作”的情形下你也会发现同样的事情,善的是施教而恶的是杀戮。再次,在“态”中,善的是端正地斜倚而恶的是不体面地[斜倚],正如在“得”的情形下,善的是拥有书籍而恶的是拥有某些可耻之物一样。这是理论探讨的终结。
- 28.10θέλουσι ταὐτὰ γίνεσθαι ἢ τῷ γένει ἢ τῷ εἴδει
动词 θέλουσι 表达一种非意志性的倾向(“往往”、“倾向于”)。ταὐτά 与后文的具体示例(“动物的身体”、“单纯的物体”)相呼应,指基底(ὑποκείμενον)在属或种的层面上具有同一性。
- 28.10λέγομεν οὖν πόρρω ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται
副词 πόρρω(“在较远处”)表示在层级系列上的距离(“在更高层次上”),指超越了直接的相反属(德性与恶德),追溯到更高一级的共同属(获得,ἕξις)。
