← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§141.1-142.2

依真假划分的矛盾对立特性与相反者规则

注解者从普遍和个别两方面论证了肯定与否定(矛盾对立)在真假划分标准上根本不同于其余三种对立,随后讨论了关于相反者的第一条规则(恶不仅与善相对立,而且也与恶相对立)并解决了相关疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.10#2

Διαδεχέσθω δὲ ὁ περὶ τῆς καταφάσεως καὶ ἀποφάσεως διακριτικὸς λόγος πρὸς τὰς λοιπὰς τρεῖς ἀντιθέσεις, φημὶ δὴ πρὸς ἕξιν καὶ στέρησιν καὶ ἐναντία καὶ πρός τι. διαφέρει τοίνυν τούτων, ὅτι ἡ μὲν ἀεὶ διακρίνει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, αἱ δὲ οὐδέποτε. καὶ τοῦτο εἰκότως· αὗται γὰρ ἁπλαῖ οὖσαι φωναὶ οὐδέποτε κατάφασιν καὶ ἀπόφασιν μιμοῦνται· ἐν γὰρ ταῖς ἁπλαῖς φωναῖς οὐδὲ ἀλήθεια οὐδὲ ψεῦδος δηλοῦται. εἰ δέ τις ἀπορήσει πρὸς ἡμᾶς λέγων ὅτι δυνατὸν ταύτας τὰς ἁπλᾶς φωνὰς κατὰ συμπλοκὴν προερχομένας διακρῖναι τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος, ὡς ὅτε εἴπω ‘Σωκράτης κάθηται — Σωκράτης οὐ κάθηται’, ἐρῶ πρὸς αὐτὸν ὅτι καὶ οὕτω διαφέρει ἡ κατάφασις καὶ ἡ ἀπόφασις τῶν λοιπῶν ἀντιθέσεων, τῷ ταύτην μὲν τὴν ἀντίθεσιν ἀεὶ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος,1 καὶ ὄντος καὶ μὴ ὄντος τοῦ ὑποκειμένου, ταύτας δὲ οὐκ ἀεὶ διακρίνειν, ἀλλ’ ἔστ’ ἂν ᾖ τὸ ὑποκείμενον. ἀλλ’ ἐπειδὴ εἴρηται ἡμῖν ἡ διαίρεσις ἡ καθολική, φέρε καὶ τὴν μερικὴν ζητήσωμεν, τὴν πρὸς ἕκαστα τούτων φημί. διαφέρει τοίνυν ἡ κατάφασις καὶ ἡ ἀπόφασις τῶν ἐναντίων τῶν μὲν ἐμμέσων, ὅτι οὔτε ὄντος τοῦ ὑποκειμένου οὔτε μὴ ὄντος ἀνάγκη τὴν μὲν ἀληθεύειν τὴν δὲ ψεύδεσθαι· οὔτε γὰρ εἰ ἦν Σωκράτης, ἀνάγκη πάντως τοῦτον ἢ λευκὸν εἶναι ἢ μέλανα, ἀλλ’ ἕτερόν τι ἔχειν χρῶμα, τούτου δὲ μὴ ὄντος δῆλον ὅτι οὐδέτερον τούτων ἐστὶν ἀληθές, ἢ ὅτι Σωκράτης λευκὸς ἢ ὅτι μέλας. τῶν δὲ ἀμέσων ἐναντίων διαφέρει, ὅτι τὰ ἄμεσα ἐναντία ὄντος μὲν τοῦ ὑποκειμένου ἀνάγκη τὴν μὲν ἀληθεύειν τὴν δὲ ψεύδεσθαι, μὴ ὄντος δὲ τοῦ ὑποκειμένου ἀνάγκη κατ’ οὐδέτερον ἔσται· πῶς γὰρ τὸ μὴ ὂν ἢ λευκὸν λέγομεν εἶναι ἢ μέλαν; τῆς δὲ ἕξεως καὶ τῆς στερήσεως διενήνοχε, ὅτι ἐπὶ μὲν ἕξεως καὶ στερήσεως καὶ ὄντος καὶ μὴ ὄντος τοῦ ὑποκειμένου οὐκ ἀνάγκη τὴν μὲν ἀληθεύειν τὴν δὲ ψεύδεσθαι, ἐπὶ δὲ τῆς ἀποφάσεως καὶ τῆς καταφάσεως πρόδηλον ὡς ἡ ἑτέρα πάντως ἢ ἀληθεύει ἢ ψεύδεται· τὴν γὰρ ἀντίφασιν οὐδὲν καυχήσεται φυγόν.2 καὶ ἁπλῶς εἰπεῖν διαφέρει αὕτη ἡ διάστασις τῶν τριῶν ἀντιθέσεων τῷ τὴν μὲν ἀντίφασιν καὶ ὄντος καὶ μὴ ὄντος τοῦ ὑποκειμένου ἢ ἀληθεύειν ἢ ψεύδεσθαι τὰς δὲ ἑτέρας ἐνόντος τοῦ ὑποκειμένου ἢ ἀληθεύειν ἢ ψεύδεσθαι. Μέχρι τούτων προαγαγὼν τὸν λόγον ὁ Ἀριστοτέλης ἐφεξῆς τέτταρας ἡμῖν κανόνας παραδίδωσι τῶν ἐναντίων, ὧν ὁ πρῶτός ἐστι τοιοῦτος· τὰ ἀγαθὰ μόνοις μάχεται τοῖς κακοῖς, τὰ δὲ κακὰ οὐ μόνοις μάχεται τοῖς ἀγαθοῖς, ἀλλὰ καὶ τοῖς κακοῖς· οὕτως ἡ ἔνδεια οὐ μόνον μάχεται τῇ συμμετρίᾳ ἀγαθῇ οὔσῃ, ἀλλὰ καὶ τῇ πλεονεξίᾳ κακῇ ὑπαρχούσῃ. ἀλλ’ ἐντεῦθεν ἀπορία διαδέχεται ἡμᾶς ἡ λέγουσα ὅτι καὶ πῶς δίκαιόν ἐστι λέγειν ἡμᾶς τῷ ἑνὶ δύο μάχεσθαι, τῇ ἐνδείᾳ τὴν πλεονεξίαν καὶ τὴν συμμετρίαν. πρὸς οὓς φαμεν ὅτι οὐχ ἑνὶ καὶ μόνῳ δύο ἀντίκειται (οὐδὲ γὰρ μόνῃ τῇ ἐνδείᾳ τὰ εἰρημένα ἀμφότερα ἀντίκειται), ἀλλ’ ἕκαστον τούτων ἑνὶ καὶ μόνῳ ἀντίκειται· ἡ γὰρ ἔνδεια καὶ ποσότητα ἔχει καὶ ποιότητα. καὶ καθὸ μὲν ἔχει ποσότητα, ἀντίκειται ταύτῃ ἡ πλεονεξία, καθὸ δὲ ἔχει ποιότητα, ἀντικειμένην ἔχει τὴν συμμετρίαν.

接着,应当由将肯定和否定与其余三种对立(我指的是与获得和缺失、相反者以及关系者)区分开来的论述接替。肯定和否定与这些对立不同,是因为前者始终区分真与假,而后者则绝不如此。这是理所当然的;因为这些只是单纯的语词,绝不模拟肯定和否定;因为在单纯的语词中既不表示真,也不表示假。但如果有人向我们提出疑难,说这些单纯的语词在以结合的方式提出时也能够区分真与假,正如我说“苏格拉底坐着——苏格拉底没坐着”时那样,我将对他说:即使如此,肯定和否定也不同于其余的对立,因为这种对立无论基底存在还是不存在,始终区分真与假,而那些对立并非始终区分,而唯当基底存在时才区分。但是,既然一般的区分已经由我们阐明,那么来吧,我们也来探讨个别的区分,我指的是针对它们之中的每一项的区分。因此,肯定和否定与相反者不同:与有中介的相反者不同,是因为无论基底存在还是不存在,都不必然其中一个为真而另一个为假;因为既不是如果苏格拉底存在他就必然完全非白即黑(而是可以具有某种别的颜色),并且在他不存在时显然这两者都不是真的,无论说苏格拉底是白的还是黑的。它与无中介的相反者不同,是因为对于无中介的相反者而言,在基底存在时必然其中一个为真而另一个为假,但在基底不存在时则必然两者皆非;因为我们怎么能说不存在的事物要么是白要么是黑呢?它与获得和缺失不同,是因为在获得与缺失的情形中,无论基底存在还是不存在,都不必然其中一个为真而另一个为假,而在否定和肯定的情形中,显然二者之一完全要么为真要么为假;因为没有任何事物能夸口自己逃脱了矛盾。简而言之,这一分离与三种对立的不同之处在于:矛盾无论基底存在还是不存在,要么为真要么为假,而其余的对立唯在基底存在时才要么为真要么为假。亚里士多德将论述推进到这里之后,接着向我们传授了关于相反者的四条规则,其中第一条是这样的:善的事物仅与恶的事物相争,但恶的事物不仅与善的事物相争,而且也与恶的事物相争;因此,不足不仅与作为善的适度相争,而且也与作为恶的过度相争。但由此产生了一个接续我们的疑难,宣称:我们怎么能有理地说两项事物与一项事物相争,即过度与适度与不足相争呢?对这些人我们说:并不是两项对立于仅仅一项(因为所说的两者也并非仅仅对立于不足),而是它们之中的每一项都对立于仅仅一项;因为不足既具有数量,又具有性质。在它具有数量的限度上,过度与它相对立;而在它具有性质的限度上,它具有适度作为其对立面。

语法注2 条
  1. 28.10τῷ ταύτην μὲν τὴν ἀντίθεσιν ἀεὶ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος

    带冠词不定式结构(τῷ ... διαιρεῖν)作原因或限定与格,从属于前文的 διαφέρει,用以说明区别的根据。形成对比的 ταύτας δὲ οὐκ ἀεὶ διακρίνειν 同样受此与格支配。

  2. 28.10τὴν γὰρ ἀντίφασιν οὐδὲν καυχήσεται φυγόν

    动词 καυχάομαι(夸耀、自夸)后接补充性分词 φυγόν(逃脱),意为“没有任何事物能自夸逃脱了矛盾”,是一种具有格言风格的修辞表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:141.1-142.2