- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:140.6-140.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁注解《范畴篇》12b26,论证获得与缺失为何不同于相反者,提出了三点差异:是否相互转化、是否顺应本性,以及就具有或不具有中介而言对于基底的必然属于方式。
" Ὅτι δὲ οὐδ’ ὡς τὰ ἐναντία ἀντίκειται τὰ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα, ἐκ τῶνδε δῆλον." Διακρίνας τὰ πρός τι ἐκ τῶν λοιπῶν ἀντιθέσεων ὁ φιλόσοφος βούλεται καὶ τὴν ἕξιν καὶ τὴν στέρησιν τῶν λοιπῶν τριῶν διακρῖναι. διακρίνει δὲ ταῦτα τρισὶ διαφοραῖς· μιᾷ μὲν τῇ λεγούσῃ ὅτι τἀναντία εἰς ἄλληλα μεταβάλλει, ἡ δὲ ἕξις καὶ στέρησις οὐδέποτε εἰς ἄλληλα μεταβάλλει, ὡς ἀνωτέρω εἴρηται. τὰ ἐναντία ἄρα ἔργα ἐστὶν παρὰ τὴν ἕξιν καὶ τὴν στέρησιν.1 καὶ ἔστιν αὕτη πρώτη διαφορά. δευτέρα διαφορά· τὰ ἐναντία ἄμφω εἰσὶ κατὰ φύσιν, ἕξις δὲ καὶ στέρησις οὐκ εἰσὶν ἄμφω κατὰ φύσιν. τὰ ἐναντία ἄρα οὔκ εἰσιν ἕξις καὶ στέρησις. συλλελόγισται δὲ ἡμῖν καλῶς ἡ μείζων πρότασις· καὶ γὰρ οὐκ εἰσὶν ἄμφω κατὰ φύσιν ἕξις καὶ στέρησις, ἀλλ’ ἡ μὲν ἕξις κατὰ φύσιν, ἡ δὲ στέρησις οὐ κατὰ φύσιν. τρίτη διαφορά· τὰ ἐναντία ἢ ἄμεσά ἐστιν ἢ ἔμμεσα. καὶ εἰ μὲν ἄμεσα εἴη, ἀνάγκη τούτων τὸ ἕτερον ἐξ ἀνάγκης ὑπάρχειν τῷ ὑποκειμένῳ, οἷον ἢ τόδε ἢ τόδε, ὡς ἐπὶ ὑγείας καὶ νόσου. εἰ δὲ ἔμμεσα εἴη, τοιαῦτά ἐστιν ὡς μηδέποτε ἐξ ἀνάγκης ὑπάρχειν τῷ ὑποκειμένῳ, οἷον τὸ λευκὸν ἢ τὸ μέλαν. καὶ εἴ τι ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ, οὐχ ὁπότερον ἔτυχεν, ὡς ἐπὶ ὑγείας καὶ νόσου, ἀλλὰ πάντως ἕν τι ὡρισμένον, ὡς τῷ πυρὶ τὸ θερμὸν καὶ τῷ ὕδατι τὸ ψυχρόν. τούτων οὖν πάντων διαφέρει ἕξις καὶ στέρησις. τῶν μὲν ἀμέσων ἐναντίων διαφέρει, ὅτι οὐκ ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ τὸ ἕτερον, ὡς ἐπὶ ὑγείας καὶ νόσου· πολλάκις γὰρ οὐ πέφυκε δέχεσθαι τὸ ὑποκείμενον καὶ οὐδέτερον τούτων ἐξ ἀνάγκης εἶναι. πάλιν δὲ οὐδὲ τοιαῦτά ἐστιν, ὡς μηδέποτε ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ,2 ὅτε πέφυκε δέχεσθαι τὸ ὑποκείμενον καὶ χρόνον ἔχει ἐπιτήδειον, ὥστε ἀνάγκη ἕτερον αὐτῶν ὑπάρχειν τῷ ὑποκειμένῳ. ἀλλ’ οὐδὲ πάλιν εἰ ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ ἕν τι, ὡρισμένως αὐτῷ ὑπάρχει, ὡς εἴρηται ἐν τῷ πυρὶ τὸ θερμόν. πᾶσιν οὖν τούτοις διαφέρει ἡ ἕξις καὶ ἡ στέρησις τῶν ἐναντίων. καὶ ἁπλῶς εἰπεῖν, τὰ ἐναντία ἢ ἀεὶ ἐξ ἀρχῆς ὑπάρχει τῷ ὑποκειμένῳ, ὡς ἐπὶ τῶν ἀμέσων ἐναντίων, ἢ οὐδέποτε, ἀλλ’ ἐνδέχεται κατ’ οὐδέτερον. ἡ δὲ ἕξις καὶ ἡ στέρησις οὔτε ἐξ ἀνάγκης ἀεὶ ὑπάρχει τῷ ὑποκειμένῳ, ὅτε δὴ πέφυκε δέχεσθαι διὰ τὸν χρόνον (τότε γὰρ ἔχει κατ’ οὐδέτερον), οὔτε δὲ πάλιν ὑπάρχει τῷ ὑποκειμένῳ οὐδέποτε διὰ τὸ πεφυκέναι δέχεσθαι. ἐφ’ οἷς καταπαυέσθω μὲν ἡμῖν ὁ λόγος ὁ περὶ τῆς διακρίσεως τῶν ἐναντίων πρὸς ἕξιν καὶ στέρησιν.
“而按照缺失与获得所说的事物也不是作为相反者相对立的,这由以下各点显明。” 哲学家在把关系者从其余的对立中区分出来之后,也希望把获得与缺失从其余的三种对立中区分开来。他用三种差异将这些区分开来:其一宣称相反者可以相互转化,而获得与缺失则绝不相互转化,正如前文所说的那样。因此,相反者是独立于获得与缺失的别回事态。这是第一种差异。第二种差异:相反者两者都顺应本性,而获得与缺失并非两者都顺应本性。因此相反者不是获得与缺失。而大前提已经由我们很好地通过三段论得出;因为确实,获得与缺失并非两者都顺应本性,而是获得顺应本性,缺失则不顺应本性。第三种差异:相反者要么是无中介的,要么是有中介的。如果它们是无中介的,则其中之一必然地属于基底乃是必然的,例如不是这个就是那个,正如在健康与疾病的情形中那样。而如果它们是有中介的,则它们是这样一种绝不必然地属于基底的事物,例如白色或黑色。并且如果有什么必然属于基底,它也不是偶然的无论哪一个(正如在健康与疾病的情形中那样),而是完全确定的一项,正如热之于火、冷之于水。因此,获得与缺失与所有这些都不同。它们与无中介的相反者不同,是因为其中之一并不必然地属于基底(正如在健康与疾病的情形中那样);因为基底往往并非本性上适于接受,且这二者都不必然存在。然而,它们也不是那种绝不必然属于基底的事物,当基底本性上适于接受并具有适宜的时间时,以致它们二者之一必然属于基底。但是,即使某一项必然属于基底,它也不是以确定规定的方式属于它,正如在火中的热所说的那样。因此,获得与缺失在所有这些方面都不同于相反者。简而言之,相反者要么从一开始就始终属于基底(正如在无中介的相反者情形中),要么绝不属于,而是可以处于两者皆非的状态。相反,获得与缺失既非始终必然属于基底(即使由于时间而本性适于接受时,因为那时它处于两者皆非的状态),但又并非绝不属于基底(由于它本性适于接受)。借着这些论点,就让我们关于相反者与获得及缺失之区分的论述告一段落。
- 28.10τὰ ἐναντία ἄρα ἔργα ἐστὶν παρὰ τὴν ἕξιν καὶ τὴν στέρησιν.
介词 παρά 接宾格表示“有别于”、“除……之外”或“相异于”。此处用于得出结论,即相反者是独立于获得与缺失的互异事态。
- 28.10πάλιν δὲ οὐδὲ τοιαῦτά ἐστιν, ὡς μηδέποτε ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ, ὅτε πέφυκε δέχεσθαι τὸ ὑποκείμενον καὶ χρόνον ἔχει ἐπιτήδειον, ὥστε ἀνάγκη ἕτερον αὐτῶν ὑπάρχειν τῷ ὑποκειμένῳ.
主句的否定词 οὐδέ 否定了整个 τοιαῦτά ἐστιν ὡς...(“是这样一种……的事物”)结构。随后的 ὅτε 从句界定了条件(当基底本性适于接受且时机适宜时),而引出结果/程度的 ὥστε 从句则进一步解释了该否定:“以至于二者之一必然属于基底”。
