← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§138.21-140.5

中介项的界定与缺失的成立条件

本节注解亚里士多德关于相反者、缺失与获得以及肯定与否定的论述(12a6–12b12)。梳理了柏拉图与其他学者在奇数与偶数是否存在中介这一问题上的定义分歧,提炼出缺失定义所需的四项条件(存在、本性承受力、部分的适宜性、时间),并阐明了事态与语言表达在归属于基底时的本质区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.7

" Καὶ περιττὸν δὲ καὶ ἄρτιον ἀριθμοῦ κατηγορεῖται, καὶ ἀναγκαῖον θάτερον τῷ ἀριθμῷ ὑπάρχειν, ἢ περιττὸν ἢ ἄρτιον." Ὁ μὲν Πλάτων οἴεται ἔμμεσα εἶναι, οἱ δὲ λοιποὶ πάντες ἄμεσα. καὶ οἱ μὲν ἄμεσα ταῦτα νομίζοντες ἄρτιον μὲν ἔλεγον τὸ δυνάμενον εἰς δύο διαιρεθῆναι ἴσα τῆς μονάδος1 ἀτμήτου μενούσης,2 οἷον τὸ τέτταρα. προσέθηκαν δὲ ‘τῆς μονάδος ἀτμήτου μενούσης’, ἐπειδὴ δυνατὸν καὶ τὸν πέντε ἀριθμὸν εἰς δύο ἴσα διαιρεθῆναι τῆς μονάδος διαιρουμένης. περιττὸν δὲ καλοῦσιν ἐκεῖνον τὸν ἀριθμὸν οἱ ἰδιῶται τὸν καλούμενον ἄζυγον, οἷον τὸν πέντε, διαιρούμενον εἰς δύο καὶ περιττεύοντα τῷ ἑνὶ μέρει, τῇ μονάδι, ταύτης ἀδιαιρέτου μενούσης. οἱ μὲν λέγοντες οὕτως τὸ ἄρτιον καὶ τὸ περιττὸν ταύτῃ τῇ δόξῃ κρατυνόμενοι ἔλεγον μηδὲν εἶναι μέσον ἀρτίου καὶ περιττοῦ. ὁ δὲ Πλάτων περιττὸν μὲν ἔλεγεν, ὃν καὶ οἱ πρῶτοι ἐκάλουν, ἄρτιον δὲ οὐ τὸν αὐτόν, ἀλλὰ ἄρτιον ἔλεγεν τὸν δυνάμενον διαιρεθῆναι καὶ μέχρι μονάδος, οἷον τὸν ἑξήκοντα τέτταρα· οὗτος γὰρ διαιρεῖται εἰς τριάκοντα δύο καὶ εἰς ἑκκαίδεκα καὶ εἰς ὀκτὼ καὶ εἰς τέτταρα καὶ εἰς δύο. μέσους δὲ ἀριθμοὺς ἔλεγεν τοὺς διαιρουμένους μὲν εἰς δύο ἴσα, μὴ μέντοι μέχρι μονάδος διαιρουμένους, οἷον τὸν δέκα. ἀλλὰ τούτων τοὺς μὲν λέγει ῥέπειν 〈πρὸς〉 τὸ ἄρτιον, τοὺς δὲ πρὸς τὸ περιττόν. καὶ οἱ μὲν αὐτῶν μίαν μόνην διαίρεσιν ἐπιδέχονται καὶ λέγονται ῥέπειν πρὸς τὸ περιττόν, οἱ δὲ πολλὰς διαιρέσεις ἐπιδέχονται καὶ λέγονται ῥέπειν πρὸς τὸ ἄρτιον, οἷον ὁ δώδεκα.

“奇数与偶数也被用作数的谓词,并且二者之一必然属于数,要么是奇数,要么是偶数。” 柏拉图认为它们是有中介的,而其余所有人都认为它们是无中介的。那些认为这些是无中介的人,称能够被分成两个相等的部分且单位保持不被分割的为偶数,例如四。他们之所以添加了“单位保持不被分割”,是因为如果单位被分割,五这个数也能够被分成两个相等的部分。而普通人所称的奇数,即所谓的不成对的数,例如五,被分成两部分而多出一个部分即单位,并且这一单位保持不被分割。这样谈论偶数和奇数的人,坚守这种意见,说偶数与奇数之间没有任何中介。然而柏拉图虽把前者所称的称为奇数,但在偶数上却不说同样的东西,而是把能够一直被分割直至单位的称为偶数,例如六十四;因为这个数被分割为三十二、十六、八、四和二。他把那些虽能被分成两个相等部分、但不能被分割直至单位的数称为中介数,例如十。但在这些数中,他说有些倾向于偶数,有些则倾向于奇数。其中只容许一次分割的被说成是倾向于奇数,而容许许多次分割的被说成是倾向于偶数,例如十二。

§28.8

"Στέρησις δὲ καὶ ἕξις λέγεται μὲν περὶ ταὐτόν τι, οἷον ἡ ὄψις καὶ ἡ τυφλότης περὶ ὀφθαλμόν." Ἵνα τὴν παροῦσαν ῥῆσιν νοήσωμεν, βραχέως περὶ τῆς στερήσεως διαλεχθῶμεν. στέρησίς τοίνυν ἐστὶν ἀπουσία εἴδους, οὐκ ἐν τοῖς μὴ οὖσιν εὑρισκομένη ἀλλ’ ἐν τοῖς οὖσιν· τὸ γὰρ μὴ ὂν πῶς ἄν λέγοιμεν μὴ εἶναι; τυφλὸν δὴ ἄρα τὸ δεκτικὸν τῆς τυφλότητος εἶναι.3 ἀλλὰ δεῖ καὶ πεφυκέναι τὴν ἕξιν εἰς τὸ δέχεσθαι· αὐτίκα γοῦν τὸν λίθον εἰ καὶ ἔστιν οὔ φαμεν τυφλόν, διότι φύσιν οὐκ ἔχει τοῦ δέξασθαι τὴν τυφλότητα. ἀλλὰ μὴν δεῖ συνελθεῖν καὶ τὴν ἐπιτηδειότητα τοῦ μορίου· τὸν γὰρ ἄνθρωπον καὶ ὄντα καὶ πεφυκότα δέχεσθαι οὐ λέγομεν κατὰ τὴν χεῖρα τυφλόν, διὰ τὴν ἀνεπιτηδειότητα τοῦ μορίου δηλονότι. οὐκ ἀρκεῖ δὲ ταῦτα καὶ μόνον, ἀλλὰ δεῖ συνελθεῖν τούτοις καὶ τὸν χρόνον· τὸ γὰρ ἀρτιγενὲς σκυλάκιον, καίτοι ὂν καὶ πεφυκὸς δέξασθαι καὶ ἐπιτηδειότητα ἔχον μορίου, οὔ φαμεν τυφλὸν διὰ τὸ μήπω εἶναι τὸν χρόνον, καθ’ ὃν δεῖ τοῦτο ὁρᾶν. ὥστε ἐκ τῶν τεττάρων τούτων ἀναφαίνεται ἡμῖν ὁ ὁρισμὸς τῆς στερήσεως ὁ λέγων ὅτι στέρησίς ἐστιν ἀπουσία εἴδους ἐν τῷ πεφυκότι δέχεσθαι, ἐν ᾧ πέφυκεν ὑπάρχειν, ὅτε πέφυκεν ἔχειν. καὶ διὰ τοῦ μὲν εἰπεῖν ‘ἐν τῷ πεφυκότι’ ἐσήμανεν δύο τινά, τό τε πεφυκέναι καὶ τὸ εἶναι· οὐδὲ γὰρ τὸ μὴ ὂν πεφυκέναι δύναται λέγεσθαι. καὶ τέως ἔχομεν δύο ἴδια τῆς στερήσεως. διὰ δὲ τοῦ εἰπεῖν ‘ἐν ᾧ πέφυκεν’ ἐσήμανεν τὴν ἐπιτηδειότητα τοῦ μορίου, διὰ δὲ τοῦ ‘ὅτε πέφυκεν’ τὸν χρόνον ἐν ᾧ δεῖ ὁρᾶν. ταῦτα περὶ τῆς προκειμένης λέξεως ἱκανά.

“而缺失与获得乃是关于同一事物被表述的,例如视觉与盲目关于眼睛。” 为了让我们理解当下的文句,让我们简要地讨论一下缺失。缺失乃是形式的缺席,它不是在不存在的事物中被发现,而是在存在的事物中被发现;因为我们怎么能说不存在的事物不具有[形式]呢?因此,盲目就是具有对盲目性的接受能力。但它还必须本性上适于接受这种获得态;例如石头纵然存在,我们也不说它是盲目的,因为它不具有接受盲目性的本性。此外,部分的适宜性也必须同时具备;因为人即使存在且本性上适于接受,我们也不就手而言说他是盲目的,显然是因为部分的不适宜性。仅有这些还不充分,时间也必须与这些同时具备;因为刚出生的小狗,尽管存在且本性上适于接受并且具有部分的适宜性,我们也不说它是盲目的,因为尚未到它应当看见的时间。因此从这四项中,向我们呈现出了缺失的定义,即宣称“缺失乃是形式的缺席,在适于接受者之中、在其本性上属于之处、在其本性上应有之时”。通过说“在适于[接受]者之中”,他指明了两个要素,即本性适宜与存在;因为不存在者甚至不能被说成本性适宜。至此我们便有了缺失的两个特有属性。通过说“在其本性上属于之处”,他指明了部分的适宜性,而通过“在其本性上应有之时”,指明了它应当看见的时间。关于所讨论的文句,这些就足够了。

§28.9

"Ὡς γάρ ποτε ἡ κατάφασις πρὸς τὴν ἀπόφασιν ἀντίκειται, οἷον τὸ κάθηται — οὐ κάθηται, καὶ τὰ ἑξῆς." Ζητητέον ἐνταῦθα διὰ τί τὸ μὲν κάθηται καὶ οὐ κάθηται, ῥῆμα ὑπάρχον ὁριστικόν, ἐνταῦθα ἀπόφασιν καὶ κατάφασιν ἐκάλεσεν, τὸ δὲ καθῆσθαι ἢ μὴ καθῆσθαι, πράγματα ὄντα, ὑπὸ τὴν κατάφασιν καὶ ἀπόφασιν ἀνάγεσθαί φησι. καί φαμεν ὅτι εἰκότως· τῷ γὰρ ὑποκειμένῳ τὰ πράγματα ἁρμόζει, οὐχὶ οἱ λόγοι· οἷον ἐὰν εἴπω ‘Σωκράτης κάθηται’, ἐρωτώμενος δὲ ὑπό τινος τί εἴπω, 〈οὐ〉 ‘Σωκράτει ὑπάρχει τὸ κάθηται’ ἀποκρινοῦμαι4 (τοῦτο γὰρ ἄτακτόν ἐστι τὸ λέγειν ‘ὑπάρχει τῷ Σωκράτει τὸ κάθηται’), ἀλλά φημι ‘τὸ καθῆσθαι’. οὕτως ἄρα τῷ ὑποκειμένῳ τὰ πράγματα ἁρμόζει. δικαίως οὖν ταῦτα πράγματα ἐκάλεσεν ὁ φιλόσοφος.

“正如肯定与否定对立,例如‘坐着——没坐着’,等等。” 此处必须探究,为何他在此处将作为陈述语气动词的‘坐着’与‘没坐着’称为否定与肯定,却说作为实际事态的‘坐着的状态’与‘没坐着的状态’被归入肯定与否定之下。对此我们说:这是合乎情理的;因为事态适合于基底,而不是言辞适合于基底;例如,如果我说“苏格拉底坐着”,而当被某人问及我该说什么时,我不会回答“‘坐着’属于苏格拉底”(因为说“‘坐着’属于苏格拉底”是不合规范的),而是说“‘坐着的状态’[属于苏格拉底]”。因此,事态适合于基底。所以,哲学家理所当然地将这些称为事态。

语法注4 条
  1. 28.7ἄρτιον δὲ οὐ τὸν αὐτόν, ἀλλὰ ἄρτιον ἔλεγεν τὸν δυνάμενον διαιρεθῆναι καὶ μέχρι μονάδος

    在 ἄρτιον δὲ οὐ τὸν αὐτόν 之后省略了动词 ἔλεγεν。在随后的 καὶ μέχρι μονάδος 中,καί 用作强调副词(“甚至一直到单位”),指可以持续被二等分直至单位的数(即2的幂)。

  2. 28.7τῆς μονάδος ἀτμήτου μενούσης

    属格独立结构,在偶数的定义中作为条件或伴随情况,明确“单位保持不被分割”。它与下文的 τῆς μονάδος διαιρουμένης(若单位被分割)形成直接对比。

  3. 28.8τυφλὸν δὴ ἄρα τὸ δεκτικὸν τῆς τυφλότητος εἶναι

    由前句的反问(“不存在的事物我们怎能说它不具有呢?”)引出的结论句。句末的不定词 εἶναι 表断定或推论,表示前述论证得出的必然推论(“盲目即是具有对盲目性的接受能力”)。

  4. 28.9ἐρωτώμενος δὲ ὑπό τινος τί εἴπω, 〈οὐ〉 ‘Σωκράτει ὑπάρχει τὸ κάθηται’ ἀποκρινοῦμαι

    分词 ἐρωτώμενος 表假设(“如果被问及”),间接疑问从句 τί εἴπω 中的虚拟语气 εἴπω 为深思虚拟语气(deliberative subjunctive,“我该说什么”)。它们共同构成了主句动词 ἀποκρινοῦμαι(将来时)的条件与时间背景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:138.21-140.5