- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:137.2-138.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注解亚里士多德《范畴篇》第10章开头部分(11b16–12a4),借助连接词“δέ”为后范畴部分的真确性辩护,阐明以单一动词例示肯定与否定的简练手法、关系者的表述方式,并梳理了相反者依有无中介的分类及医家与哲学家在健康观上的差异。
" Περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι ῥητέον." Οὐ μόνον ἐκ τῶν εἰρημένων δυνατὸν ἐλέγχειν τοὺς νόθον βουλομένους εἶναι τοῦτο τὸ τμῆμα, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς τοῦ φιλοσόφου φωνῆς· ὁ γὰρ δέ σύνδεσμος δείκνυσιν ἡμῖν ὡς ἤρτηται 〈τοῖς〉 προτέροις ὁ περὶ τῶν ἀντικειμένων λόγος·1 οὗτος γὰρ ἀεὶ σύνδεσμός ἐστιν ἐν πᾶσι λεγόμενος.
“关于对立者,依习惯有几种对立方式,必须予以说明。” 驳斥那些企图认定这一部分为伪作的人,不仅可以从已经说过的诸点出发,而且也可以从哲学家自身的言辞出发;因为连接词“而(δέ)”向我们表明,关于对立者的论述是依附于前面的论述的;因为在所有情况下,这个词始终都是作为连接词而被言说的。
"Ὡς δὲ κατάφασις καὶ ἀπόφασις, οἷον κάθηται — οὐ κάθηται." Ζητητέον ἐνταῦθα πῶς κατάφασιν καὶ ἀπόφασιν ἐκάλεσεν τὰ κάθηται καὶ οὐ κάθηται, καίτοι γε ἁπλαῖ φωναί εἰσιν αὗται, αὐτὸς δέ ἐστιν ὁ λέγων ὅτι αὐταὶ καθ’ ἑαυτὰς οὐδέποτε οὔτε κατάφασιν οὔτε ἀπόφασιν σημαίνουσιν, ἐπειδὴ μήτε ἀλήθειαν μήτε ψεῦδος· πῶς ἐνταῦθα ὥσπερ ἐπιλελησμένος τοῦ ἰδίου λόγου ταῦτά φησιν; πρὸς τοῦτό φαμεν ὅτι τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως δύο τινὰ ἔχουσης, ὑποκείμενον καὶ κατηγορούμενον, τὸ μὲν ὑποκείμενον κοινόν ἐστι τούτων, τὸ δὲ κατηγορούμενον διάφορον· ὁ γὰρ Σωκράτης ὑπόκειται ἐν ἀμφοτέροις, τὸ δὲ κάθηται ἢ οὐ κάθηται οὐκ ἔστι κοινόν, ἀλλὰ τὸ μέν ἐστιν τῆς καταφάσεως τὸ δὲ τῆς ἀποφάσεως ἴδιον. ὡς οὖν σύντομος ὁ Ἀριστοτέλης τὸ μὲν κοινὸν ὑποκείμενον παραλέλοιπεν,2 τὸ δὲ διάφορον κατηγορούμενον ἐνέθηκεν.
“又如肯定与否定,例如‘坐着——没坐着’。” 此处必须探究,他何以将‘坐着’与‘没坐着’称为肯定与否定,尽管这些只是单纯的话语,而他自己正是宣称它们凭自身决不表示肯定或否定的人,因为它们既不表示真也不表示假;他何以在此处仿佛忘记了自己的言论而说了这些话?对此我们说,由于肯定与否定具有两项,即主词与谓词,主词对于它们是共有的,而谓词则是不同的;因为苏格拉底在二者中皆为主词,而‘坐着’或‘没坐着’则不是共有的,而是一个专属于肯定,另一个专属于否定。因此,亚里士多德出于简练,略去了共有的主词,而置入了不同的谓词。
"Ὅσα μὲν οὖν ὡς τὰ πρός τι ἀντίκειται, αὐτὰ ἅπερ ἐστὶν τῶν ἀντικειμένων λέγεται, ἢ ὁπωσοῦν ἄλλως πρὸς αὐτά." Ἢ ὁπωσοῦν προσέθηκεν ὁ φιλόσοφος, ἐπειδὴ οὐ μόνον πτώσεως δέεται τὰ πρός τι οὐδὲ ἀριθμοῦ ἀλλὰ καὶ προθέσεως, ὥσπερ λέγομεν ὁ ἄρχων ἀρχομένου ἄρχων.
“凡是作为关系者而对立的,它们自身所是之物就被表述为属于对立者,或者以任何其他方式朝向它们表述。” 哲学家添加了“或者以任何方式”,乃是因为关系者不仅需要格或数,还需要介词,正如我们说“统治者是被统治者的统治者”。
"Ὅσα δὲ τῶν ἐναντίων τοιαῦτά ἐστιν, ὥστε ἐν οἷς πέφυκε γίγνεσθαι ἢ ὧν κατηγορεῖται ἀναγκαῖον θάτερον αὐτῶν ὑπάρχειν." Ἐνταῦθα διαίρεσιν τῶν ἐναντίων παραδίδωσιν ὁ φιλόσοφος σποράδην, ἣν ἡμεῖς συλλέξαντες εἴπωμεν οὕτως· τὰ ἐναντία ἢ ἄμεσά ἐστιν ἢ ἔμμεσα· ἄμεσα μὲν ὡς τὸ ἄρτιον καὶ τὸ περιττόν, ἔμμεσα δὲ ὄντα ἢ πολύμεσά ἐστιν ἢ μονόμεσα· πολύμεσα μὲν ὡς τὸ λευκὸν καὶ τὸ μέλαν· μέσον γάρ ἐστι τούτων τό τε φαιὸν καὶ τὸ ὠχρὸν καὶ τὸ πυρρὸν καὶ τὸ ξανθὸν καὶ ὅσα τοιαῦτα. μονόμεσα δὲ ὄντα, ἢ δι’ ὀνόματος δηλοῦται τούτων τὸ μέσον ἢ ἀκατονόμαστόν ἐστι. καὶ δι’ ὀνόματος μὲν δηλοῦται τὸ μέσον θερμοῦ καὶ ψυχροῦ, οἷον τὸ χλιαρόν, ἀκατονόμαστον δὲ ὡς τὸ μεταξὺ φαύλου καὶ σπουδαίου, ἅτινα τῇ ἀναιρέσει τῶν ἄκρων δηλοῦται· εἰ γὰρ βουληθείημεν δηλῶσαι τὸ μεταξὺ φαύλου καὶ σπουδαίου, οὐκ ἂν δυνηθείημεν δι’ ὀνόματος τοῦτο δηλῶσαι, ἀλλὰ τῇ ἀποφάσει τῶν ἄκρων τὸ τοιοῦτον δηλοῦμεν καί φαμεν τὸ τοιοῦτον μήτε φαῦλον εἶναι μήτε σπουδαῖον.
“而在相反者之中,凡属于这种性质的,即在它们本性上生成于其中的事物中,或者在以它们为谓词的事物中,必然有其中之一属于之。” 此处哲学家零散地给出了相反者的划分,让我们将其汇集并表述如下:相反者要么是无中介的,要么是有中介的;无中介者如偶数与奇数,而有中介者要么是多中介的,要么是单一中介的;多中介者如白与黑,因为在它们之间有灰色、浅黄色、黄红色、黄褐色以及所有这类中介;而在属于单一中介者时,它们的中介要么通过名称来表明,要么是无名称的。通过名称表明的,如冷与热之间的中介,即微温;而无名称的,如卑劣者与高尚者之间的中介,这些是通过否定两极来表明的;因为如果我们想要表明卑劣者与高尚者之间的事物,我们将无法通过名称来表明它,而是通过两极的否定来表明这样的事物,并说这样的事物既非卑劣亦非高尚。
"Ὥστε ἐν οἷς πέφυκε γίγνεσθαι ἢ ὧν κατηγορεῖται." Τῶν ἐναντίων τὰ μέν ἐστιν οὐσιώδη τὰ δὲ ἐπεισοδιώδη. τὰ τοίνυν οὐσιώδη ἐνταῦθά φησιν ὁ φιλόσοφος κατηγορεῖσθαι, τὰ δὲ ἐπεισοδιώδη ἐν ὑποκειμένῳ εἶναι.
“以致在它们本性上生成于其中的事物中,或者在以它们为谓词的事物中。” 在相反者中,一部分是本质性的,另一部分是附带性的。因此哲学家在这里说,本质性的被用作谓词,而附带性的则存在于基底之中。
"Οἷον νόσος καὶ ὑγεία ἐν σώματι ζῴου πέφυκε γίγνεσθαι." Ἰστέον ὅτι οἱ ἰατροὶ νόσον καὶ ὑγείαν ἔμμεσα νομίζουσιν εἶναι καὶ λέγουσι τὸ τούτων μέσον οὐδέτερον, οἱ δὲ φιλόσοφοι ἄμεσα ταῦτα λέγουσιν. οὐδέτερος δὲ τούτων ἁμαρτάνει τῆς ἀληθείας·3 οἱ μὲν γὰρ ἰατροὶ πρὸς τὴν αἴσθησιν κρίνοντες τοῦτο λέγουσιν, οἱ δὲ φιλόσοφοι πρὸς τὴν φύσιν ἀφορῶντες τοιοῦτον λέγουσιν· φασὶ γὰρ ὅτι τὸ σῶμα ἢ κατὰ φύσιν ἔχει καὶ λέγεται ὑγιαίνειν, ἢ παρὰ φύσιν καὶ λέγεται νοσεῖν, καὶ ἀναγκαῖον θάτερον ὑπάρχειν ἐν τῷ τοῦ ζῴου σώματι, ἢ νόσον ἢ ὑγείαν.
“例如疾病与健康本性上生成于动物的身体之中。” 应当知道,医生们认为疾病与健康是有中介的,并将它们的中介称为‘非此非彼’,而哲学家们则称这些是无中介的。而这两者都没有偏离真理;因为医生们是根据感觉来做出判断并这样说的,而哲学家们则是着眼于本性而做出这种说明的;因为他们说,身体要么处于顺应本性的状态并被称为健康,要么处于违背本性的状态并被称为生病,而在动物的身体中必然有二者之一存在,要么是疾病,要么是健康。
- 28.1ὡς ἤρτηται 〈τοῖς〉 προτέροις ὁ περὶ τῶν ἀντικειμένων λόγος
连词 ὡς 引导宾语从句(间接陈述),作动词 δείκνυσιν 的宾语。〈τοῖς〉 προτέροις 是与格,由完成时被动态动词 ἤρτηται(“依附于”、“联结于”)所支配,表示关联或依附的对象。
- 28.2ὡς οὖν σύντομος ὁ Ἀριστοτέλης τὸ μὲν κοινὸν ὑποκείμενον παραλέλοιπεν
小词 ὡς 与形容词 σύντομος 连用,表示主语的原因或特性(“出于简练”、“作为简洁之人”)。它在此充当省略了系动词(ὤν)的准分词结构。
- 28.6οὐδέτερος δὲ τούτων ἁμαρτάνει τῆς ἀληθείας
名词 τῆς ἀληθείας 是由动词 ἁμαρτάνει(“脱靶”、“偏离”)所支配的分离属格(“偏离真理”)。
