← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§135.20-136.36

四种对立者的位次与相互差异

奥林匹奥多罗根据本性以及对立与调和的程度论述了四种对立者的位次,随后考察了这四种对立者之间的差异,尤其是关系者与状态/缺失的区别,以此结束当前的理论考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.3#3

Τρίτον ἦν τῶν ζητουμένων τίς ἡ τάξις τούτων τῶν ἀντιθέσεων. φαμὲν τοίνυν ὅτι τὰ πρός τι τῶν λοιπῶν τριῶν ἀντιθέσεων εἰκότως προτέτακται, ἐπειδὴ ἅμα τῇ φύσει ἐστὶ καὶ σωστικὰ ἀλλήλων τυγχάνουσιν. οὐδεμία δὲ τῶν λοιπῶν τριῶν ἀντιθέσεων τοῦτο κεκλήρωται. μετὰ δὲ τὰ πρός τι τὰ ἐναντία τέτακται, διότι ταῦτα μετ’ ἄλληλά ἐστιν, ὥς φησιν ὁ θεῖος Πλάτων· μετὰ γὰρ τὸ λευκὸν τὸ μέλαν καὶ μετὰ τὴν ἀπουσίαν τοῦ μέλανος ἡ τοῦ λευκοῦ παρουσία προσγίνεται. συγκεκλήρωται δὲ τῷ τοιούτῳ τὰ ὡς ἕξις καὶ στέρησις ἀντικείμενα. καὶ ἄλλως· τὰ ἐναντία κιρνᾶται πρὸς τὸ ἀποτελέσαι ἕτερόν τι, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν πρὸς γέννησιν φαιοῦ, ἡ δὲ ἕξις καὶ στέρησις οὐδέποτε κιρνᾶται μετ’ ἀλλήλων πρὸς ἑτέρου τινὸς γέννησιν. ἡ δὲ κατάφασις καὶ ἀπόφασις τελευταίαν ἔλαχεν τάξιν ὡς καθόλου·1 αὕτη γὰρ διὰ πάντων τῶν ὄντων καὶ μὴ ὄντων διήκει, ὥσπερ τῶν ἄλλων κολοφὼν τυγχάνουσα, καὶ διὰ τοῦτο τοιαύτην τάξιν ἀπείληφεν. ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν τούτων τὴν τάξιν· τὰ πρός τι προηγεῖται, ἐπειδὴ μὴ μάχεται· τὰ δὲ μὴ μαχόμενα τῶν μαχομένων προηγεῖται, καὶ τὰ ἧττον μαχόμενα τῶν μᾶλλον μαχομένων. ἧττον δὲ μάχεται τὰ ἐναντία, ἐπειδὴ μήτε ἐπὶ πάντων τῶν ὄντων ἐπεκτείνεται ἡ μάχη αὐτῶν, ἀλλὰ καὶ κιρνᾶται εἰς ἄλληλα πρὸς γέννησιν ἑτέρου τινός. μᾶλλον δὲ μάχεται ἕξις καὶ στέρησις, καὶ διὰ τοῦτο τελευταία, ὡς ἐναντίαν ὁδὸν ὁδεύουσα τοῖς ἐναντίοις ὡς μᾶλλον μαχομένη καὶ μὴ κιρνωμένη πρὸς γέννησιν ἑτέρου. τῆς δὲ καταφάσεως καὶ ἀποφάσεως προηγοῦνται τὰ εἰρημένα, ἐπειδὴ ἧττον μάχονται ταῦτα ἐκείνης, εἴ γε ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων ἐπεκτείνει τὴν μάχην. Τέταρτον ἦν τῶν ζητουμένων 〈ἡ〉 τούτων διαφορά. καί φαμεν ὅτι διαφέρουσιν ἀλλήλων. πρῶτον μὲν οὖν τὰ πρός τι διαφέρουσι τῶν τριῶν, ὅτι ταῦτα ἅπερ ἐστὶν πρὸς τὸ ἀντικείμενον λέγεται, οἷον τὸ διπλάσιον πρὸς τὸ ἥμισυ οὐκ ἄλλο τι λέγεται ἀλλὰ αὐτὸ ὅπερ ἐστί, τοῦτ’ ἔστι διπλάσιον. τὰ δὲ ἐναντία αὐτὸ ὅπερ ἐστὶν οὐ λέγεται εἶναι ἑτέρου· οὐδὲ γὰρ τὸ λευκὸν μέλανος λέγεται εἶναι λευκὸν ἀλλ’ ἐναντίον. ὁμοίως δὲ οὐδὲ ἐπὶ τῆς ἕξεως καὶ τῆς στερήσεως αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται εἶναι· οὐδὲ γὰρ ἡ ὄψις τυφλότητος λέγεται εἶναι ὄψις. καὶ μή τις ἡμᾶς ἀπατήσῃ λέγων ὅτι ἡ τυφλότης λέγεται ὄψεως2 εἶναι τυφλότης, ἐπειδὴ εἰ συμβήσεται ἀντιστρέφειν, εὑρεθήσεται ἡ ὄψις τυφλότητος ὄψις, ὅπερ ἐστὶν ἀδύνατον· κατὰ γὰρ τοὺς φυσικοὺς λόγους ἀδύνατόν ἐστιν ἀπὸ στερήσεως ἕξιν εἶναι. ὅτι δὲ οὐ λέγεται οὕτως, δείξομεν ἐντεῦθεν· τῶν πρός τι δύο τινὰ ἐχόντων, ὑπογραφὴν λέγω καὶ ἴδιον, ὑπογραφὴν μὲν τὴν λέγουσαν αὐτὰ ἅπερ ἐστὶ τὰ πρός τι ἑτέρων λέγεσθαι, ἴδιον δὲ τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι, εἴ που συμβῇ ἡμᾶς τὴν ὄψιν καὶ τὴν τυφλότητα λέγειν ἀντιστρέφειν, θάτερον πάντως τῶν δύο, τῆς ὑπογραφῆς φημι καὶ τοῦ ἰδίου, κακωθήσεται.3 καὶ ἵνα παραστήσωμεν τὸ λεγόμενον, ὑποθώμεθα τὴν τυφλότητα ὄψεως εἶναι τυφλότητα. ἀλλ’ ἐπεὶ μὴ ἀντιστρέφει (οὐ γὰρ λέγεται ἡ ὄψις τυφλότητος ὄψις), κακωθήσεται ἐξ ἀνάγκης τὸ ἴδιον τῶν πρός τι τὸ λέγον πρὸς ἀντιστρέφοντα λέγεσθαι αὐτά. καὶ πάλιν εἴ που ὑποθώμεθα τὴν μέν, ὡς εἴρηται, ὄψιν τυφλότητος ὄψιν εἶναι, ἐπειδὴ οὐ λέγομεν τὴν τυφλότητα ὄψεως εἶναι τυφλότητα, ἀλλὰ στέρησιν ὄψεως, δῆλον ὅτι ἐντεῦθεν φροῦδος ἡ ὑπογραφή· οὐδὲ γὰρ ἁρμόττει αὐτὸ ὅπερ ἐστὶν ἡ τυφλότης λέγεσθαι ὄψεως εἶναι τυφλότης, ἀλλὰ στέρησις ὄψεως. ὁμοίως δὲ καὶ ἐπὶ καταφάσεως καὶ ἀποφάσεώς φαμεν ὅτι ταυτὶ καὶ ταῦτα τῶν πρός τι διαφέρουσιν. καὶ ὁ μὲν Ἀριστοτέλης ταύτας ποιεῖται τὰς διακρίσεις τούτων. ἡμεῖς δὲ καὶ ἕτερα προστίθεμεν· ὅτι διενήνοχε τὰ ἐναντία τῆς ἕξεως καὶ τῆς στερήσεως, ὅτι ἐπὶ μὲν τῶν ἐναντίων δύο εἰσὶ τὰ πράγματα τούτων (ἔστιν γάρ, εἰ τύχοι, λευκὸν καὶ μέλαν), ἐπὶ δὲ τῆς ἕξεως καὶ τῆς στερήσεως οὐκ ἔτι δύο εἰσίν, ἀλλ’ ἓν καὶ μόνον· ἡ γὰρ ὄψις παροῦσα καὶ ἀποῦσα τὴν ἕξιν καὶ τὴν στέρησιν ἐργάζεται. ὥσπερ ἡμέρα καὶ νὺξ οὔκ εἰσι διάφοροι φύσεις ὑπὸ διαφόρων αἰτιῶν γιγνόμεναι, ἀλλ’ ἕν ἐστιν πρᾶγμα αἴτιον τῆς ἀμφοτέρων ὑπάρξεως ἡ τοῦ ἡλίου παρουσία καὶ ἀπουσία· οὕτως καὶ τὸ αὐτὸ νόει μοι ἐπὶ τῶν προκειμένων ἡμῖν εἰς ἐξέτασιν. τοῦτο πέρας τῆς παρούσης θεωρίας.

所探究之事的第三项是这些对立的位次是什么。因此我们说,关系者理应置于其余三种对立之前,因为它们在本性上同时存在,且恰好彼此保全。其余三种对立中没有一种获得这一份额。在关系者之后配置着相反者,因为正如神圣的柏拉图所说,它们是互居其后的;因为在白之后有黑,而在黑缺位之后白之在场随之而来。作为状态与缺失而对立者也共有这样一种状况。另外从另一方面来看:相反者为了产生某种别的事物而调和,正如白与黑为了生成灰色那样;而状态与缺失决不彼此调和以生成某种别的事物。另一方面,肯定与否定作为普遍者获得了最后的位次;因为这一项贯通于所有存在者与非存在者,宛如其余诸项的顶冠,正因如此它获得了这样的位次。也可以以另一种方式说明它们的位次:关系者占先,因为它们不起争斗;而不争斗者先于争斗者,较少争斗者先于较多争斗者。相反者争斗较少,因为它们的争斗既不延及一切存在者,而且它们还会彼此调和以生成某种别的事物。状态与缺失则争斗较多,正因如此[在事物中]位列最后,因为它作为争斗较多且不调和以生成他物者,走着与相反者相反的道路。而上述各项先于肯定与否定,因为如果肯定与否定确实将其争斗延及一切存在者与非存在者,那么这些项较之那一项争斗更少。所探究之事的第四项是它们的差异。我们说它们彼此相异。首先,关系者与其余三者相异,乃是因为它们朝向对立者被表述为正是其所是之物;例如,双倍朝向半数不被表述为别的任何事物,而正被表述为其所是之物本身,即双倍。相反者在其自身所是之物上却不被表述为属于另一事物;因为白不被表述为黑之白,而是被表述为相反者。同样,在状态与缺失的情形中,其所是之物本身也不被表述为属于另一事物;因为视力不被表述为失明之视力。任何人都不应以失明被表述为视力之失明为由欺骗我们,因为如果发生换位,视力就会被发现是失明之视力,而这是不可能的;因为按照自然原理,从缺失产生状态是不可能的。至于它不能这样表述,我们将从以下方面说明:由于关系者具有两项,我是指描叙性定义与固有属性——描叙性定义表明关系者自身所是之物被表述为属于其他事物,固有属性则是表明它们朝向换位者被表述——如果我们在任何地方说视力与失明换位,二者中必定有一者,我是指描叙性定义或固有属性,将会遭到败坏。为了阐明所言之事,让我们假定失明是视力之失明。但既然它不换位(因为视力不被称为失明之视力),那么表明它们朝向换位者被表述的关系者之固有属性必然遭到败坏。再者,如果在任何地方我们如前所说假定视力是失明之视力,既然我们不说失明是视力之失明,而是视力之缺失,显然描叙性定义从此便不复存在;因为失明在其自身所是之物上被表述为视力之失明并不合适,而是被表述为视力之缺失。同样,在肯定与否定上,我们称这些也正是在这些〔方面〕与关系者不同。亚里士多德对它们做出了这些区分。但我们还补充了其他内容:相反者与状态及缺失不同,在于在相反者的情况下其事物有两个(例如碰巧有白与黑),而在状态与缺失的情况下则不再是两个,而是一个且唯一的事物;因为视力的在场与缺位造成了状态与缺失。正如昼与夜并不是由不同原因生成的不同本性,而是一个事物即太阳的在场与缺位作为二者存在的原因;对于摆在我们面前供考察的事项,请你亦为我如此理解同一件事。这是当前理论考察的终点。

语法注3 条
  1. 27.3ἡ δὲ κατάφασις καὶ ἀπόφασις τελευταίαν ἔλαχεν τάξιν ὡς καθόλου

    虽然主语是复合的二项(ἡ δὲ κατάφασις καὶ ἀπόφασις),动词 ἔλαχεν 却使用第三人称单数。这是因为该对立组合被视作单一概念单元或门类,亦或动词在数上就近与前面的主语一致。此外,ὡς καθόλου 作为谓语性或原因性短语(“作为普遍者”),解释了赋予其最后位次(τελευταίαν τάξιν)的理由。

  2. 27.3οὐδὲ γὰρ ἁρμόττει αὐτὸ ὅπερ ἐστὶν ἡ τυφλότης λέγεσθαι ὄψεως εἶναι τυφλότης, ἀλλὰ στέρησις ὄψεως

    与动词 ἁρμόττει 相连的是主格 ἡ τυφλότης 与不定词结构 λέγεσθαι...(构成人称结构,或非人称动词后接主格带不定词结构)。定型短语 αὐτὸ ὅπερ ἐστὶν(“正是其所是之物”)作状语性修饰,后接谓语 ὄψεως εἶναι τυφλότης(“是视力之失明”)。τυφλότης 以及与之对比的 ἀλλὰ στέρησις ὄψεως 中的 στέρησις 均作为与 ἡ τυφλότης 一致的谓语主格依附于 λέγεσθαι(εἶναι)。

  3. 27.3τῶν πρός τι δύο τινὰ ἐχόντων, ὑπογραφὴν λέγω καὶ ἴδιον, ὑπογραφὴν μὲν τὴν λέγουσαν αὐτὰ ἅπερ ἐστὶ τὰ πρός τι ἑτέρων λέγεσθαι, ἴδιον δὲ τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι, εἴ που συμβῇ ἡμᾶς τὴν ὄψιν καὶ τὴν τυφλότητα λέγειν ἀντιστρέφειν, θάτερον πάντως τῶν δύο, τῆς ὑπογραφῆς φημι καὶ τοῦ ἰδίου, κακωθήσεται

    该长句的骨干始于表原因的属格独立结构(τῶν πρός τι δύο τινὰ ἐχόντων),其后夹入对这两个要素的说明性同位语。随后是由 εἴ που συμβῇ... 引导的条件从句(统辖带不定词 λέγειν 与 ἀντιστρέφειν 的结构),最终落在主句 θάτερον... κακωθήσεται(“二者必有一者受损”)上。由于嵌套的同位语及插入动词(λέγω, φημι),主句的主语和动词被推移至句末。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:135.20-136.36