← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§134.1-135.20

后论编排的辩护与对立者的四种分类

奥林匹奥多罗驳斥了指责《范畴篇》后论部分位次的观点,给出了表明其与前文紧密关联的四个原因,随后通过两种划分法论证了对立者的四种分类(关系者、相反者、状态与缺失、肯定与否定)既不多也不少。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.3#2

Οἱ δὲ λέγοντες νόθον μὴ εἶναι αὐτό, μεμφόμενοι δὲ τῇ τάξει τοῦ τμήματος, τοιοῦτον λόγον προεχειρίσαντο· ἔλεγον τοίνυν ὅτι Πρὸ τῶν τόπων δεῖ ἐπιγράφεσθαι τοῦτο, ἐπειδὴ συμβάλλεται πρὸς τὴν διαλεκτικὴν πραγματείαν, εἴ γε διαλεκτικῆς ἐστιν ἔργον τὸ αὐτὸ ἀνασκευάζειν καὶ κατασκευάζειν· τοῦτο δὲ ἐν τοῖς Τόποις παραδίδωσιν· τὰ δὲ ἀντικείμενα πρὸς τοῦτο συμβάλλεται· εἰκότως ἂν ἐπεγέγραπτο 〈τὸ〉 προκείμενον τμῆμα Πρὸ τῶν τόπων, ὡς εἰς τὴν τούτου θεωρίαν συμβαλλόμενον. ἡμεῖς δέ φαμεν ὅτι μᾶλλον προσεχέστερον1 ὁ φιλόσοφος εἶναι τοῦτο τὸ τμῆμα ταῖς Κατηγορίαις διέκρινεν διὰ τέτταρας αἰτίας· πρῶτον μὲν ὅτι ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ τῶν ἐναντίων ἐποιησάμεθα μνήμην, δεύτερον δὲ ὅτι οὐδὲ ἐν μόνῃ τῇ οὐσίᾳ ἀλλὰ καὶ ἐν πάσαις ταῖς κατηγορίαις ἐμεμνήμεθα τούτων, φημὶ δὴ τῶν ἐναντίων, εἴ γε ἐδείξαμεν ὅτι τῶν κατηγοριῶν αἱ μὲν ἔχουσιν ἐναντία, αἱ δὲ οὐκ ἔχουσιν μὲν ἐπιδέχονται δέ, αἱ δὲ καὶ ἔχουσι καὶ ἐπιδέχονται. τρίτον διότι ἐν τῷ περὶ τοῦ μικροῦ καὶ μεγάλου λόγῳ ἐλέγομεν ταῦτα μὴ εἶναι ἐναντία ἀλλὰ πρός τι. ἀναγκαῖον οὖν ὑπῆρχεν τὴν τῶν πρός τι διαφορὰν μαθεῖν. πῶς δὲ ἦν τοῦτο μαθεῖν, μὴ μαθόντας καὶ τὴν κοινωνίαν.2 εἰκότως οὖν εὐθέως περὶ τῶν ἀντικειμένων διέλαβεν, ἅτε δὴ δεικνυμένης ἐν αὐτοῖς τῆς τε κοινωνίας καὶ τῆς διαφορᾶς τῶν πρός τι πρὸς τὰ ἐναντία. τετάρτη αἰτία· ἰστέον ὅτι πρόκειται αὐτῷ ἐν τῷ παρόντι τμήματι ζητῆσαι τὰ σποράδην ἐν ταῖς ἄλλαις πραγματείαις αὐτῷ εἰρημένα. ἐμνήσθη γοῦν καὶ αὐτοῦ τοῦ ἀντικειμένου καὶ τῶν εἰδῶν καὶ τῶν ὑπογραφῶν· τοῦ μὲν γὰρ πρός τι ἐμνήσθη καὶ ἐν αὐτῇ τῇ κατηγορίᾳ καὶ ἐν τοῖς περὶ τοῦ μικροῦ καὶ τοῦ μεγάλου λόγοις, τῶν δὲ ἐναντίων ἐμνήσθη ἐν διαφόροις, ὡς εἶπον, κατηγορίαις, τῆς δὲ ἕξεως ἐμνήσθη ἐν τῇ ποιότητι· ἀναγκαῖον οὖν διδάξαι περὶ τῆς στερήσεως τῆς ἀντικειμένης τῇ ἕξει· τῶν γὰρ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη. καταφάσεως δὲ καὶ ἀποφάσεως ἐμνήσθη ἐν τῷ τέλει τοῦ πρώτου τμήματος, ἔνθα ἔλεγεν τὰς ἁπλᾶς φωνὰς μηδὲ κατάφασιν μηδὲ ἀπόφασιν σημαίνειν. εἰκότως οὖν ἐπειδὴ ἐπιστάμεθα ταῦτα, ἀκριβῆ μὴ ἔχοντες αὐτῶν τὴν γνῶσιν, ἐπειδὴ μηδὲ ἐν γνώσει ἐσμὲν τῆς τε κοινωνίας καὶ τῆς διαφορᾶς αὐτῶν, συλλήβδην προτίθεται εἰπεῖν ἐν τῷ παρόντι τμήματι περὶ τῶν σποράδην αὐτῷ εἰρημένων ἀλλαχοῦ. καὶ ἐπὶ τούτοις πᾶσι συμπληρούσθω ἡμῖν τὸ πρῶτον κεφάλαιον. Δεύτερον ἦν τῶν ζητουμένων ποσαχῶς λέγεται τὰ ἀντικείμενα ἀντικεῖσθαι. φαμὲν τοίνυν ὅτι τετραχῶς· τὰ γὰρ ἀντικείμενα ἀντίκειται ἢ ὡς τὰ πρός τι ἢ ὡς τὰ ἐναντία ἢ ὡς ἕξις καὶ στέρησις ἢ ὡς κατάφασις καὶ ἀπόφασις. ὡς πρός τι μέν, ὡς τὸ διπλάσιον ἡμίσεος ἐστι διπλάσιον, ὡς τὰ ἐναντία δέ, ὡς τὸ λευκὸν τῷ μέλανι, ὡς δὲ ἕξις καὶ στέρησις, ὡς ὄψις τυφλότητι, ὡς δὲ κατάφασις καὶ ἀπόφασις, ὡς ἄνθρωπος βαδίζει — ἄνθρωπος οὐ βαδίζει. ὅτι δὲ τετραχῶς τὰ ἀντικείμενα ἀντίκειται καὶ οὔτε κατὰ πλείονα ἀριθμὸν οὔτε κατὰ μείονα, μάθοις ἐντεῦθεν διά τινων διαιρέσεων δύο, ὧν ἡ πρώτη τοιαύτην ἔχει τὴν ἀγωγήν· τὰ ὄντα ἢ σώζει ἄλληλα ἢ ἀναιρεῖ, ἢ οὐδὲ σώζει οὐδὲ ἀναιρεῖ. καὶ εἰ μὲν μηδέτερον, ποιεῖ τὰ ἕτερα. εἰ δὲ σώζει ἄλληλα, ποιεῖ τὰ πρός τι. εἰ δὲ οὐ σώζει, ἢ μεταβάλλει εἰς ἄλληλα ἢ οὐ μεταβάλλει. εἰ μὲν οὖν μὴ μεταβάλλῃ, ποιεῖ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν. εἰ δὲ μεταβάλλει, ἢ ὅλα καθόλου μεταβάλλει καὶ ποιεῖ τὰ ἐναντία, ἢ οὐ καθόλου ἑαυτὰ μεταβάλλει, ἀλλὰ τὸ μὲν ἕτερον μεταβάλλει τὸ δὲ ἕτερον οὐ μεταβάλλει, καὶ ποιεῖ ἕξιν καὶ στέρησιν· ἡ γὰρ ἕξις μεταβάλλει μὲν εἰς στέρησιν, ἡ δὲ στέρησις οὐ μεταβάλλει εἰς ἕξιν. ἔστι δὲ καὶ ἄλλῃ διαιρέσει ὑποβαλεῖν τὸν λόγον, λέγοντες οὕτως·3 τὰ ἀντικείμενα ἢ λόγοι εἰσὶν ἢ πράγματα. καὶ εἰ μὲν λόγοι, ποιοῦσιν τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν. εἰ δὲ πράγματα, ἢ σώζουσιν ἄλληλα ἢ οὐ σώζουσιν. εἰ μὲν οὖν σώζουσιν, ποιοῦσι τὰ πρός τι. εἰ δὲ οὐ σώζουσιν, ἢ μεταβάλλουσιν εἰς ἄλληλα ἢ οὐ μεταβάλλουσιν. εἰ μὲν οὖν μεταβάλλουσιν, ποιοῦσι τὰ ἐναντία, εἰ δὲ οὐ μεταβάλλουσιν, ποιοῦσιν ἕξιν καὶ στέρησιν, δηλονότι τοῦ ἑτέρου μεταβάλλοντος εἰς τὸ ἕτερον, ἤγουν τῆς ἕξεως, τοῦ δὲ ἑτέρου μὴ μεταβάλλοντος εἰς τὸ ἕτερον, οἷον τῆς στερήσεως, ὡς ἔχει ἐπὶ ὄψεως καὶ τυφλότητος· ὄψις μὲν γὰρ μεταβάλλει εἰς τυφλότητα, τυφλότης δὲ οὐδέποτε μεταβάλλει εἰς ὄψιν.

另一方面,那些称其并非伪作却挑剔该部分位次的人,则提出了如下论证。他们说,这一部分应当题作《论题篇前书》,因为它对辩证法著作有所助益,如果辩证法的功能确实在于驳斥和确立同一事物的话;而他在《论题篇》中传授了这一点;而对立者对这一点有所助益;因此,所提出的这一部分理应被题作《论题篇前书》,作为对这一点的理论考察有所助益者。但我们说,哲学家判定这一部分更为密切地关涉《范畴篇》,乃是出于四个原因。第一,因为在关于实体的论述中我们提及了相反者;第二,因为不仅在实体中,而且在所有范畴中我们都提及了这些,我是指相反者,如果我们确实指出了在诸范畴中,有些具有相反者,有些不具有却容纳相反者,有些则既具有又容纳相反者。第三,因为在关于小与大的论述中,我们说过这些不是相反者而是关系者。因此,了解关系者的差异是必然的。但是,若不同样了解其共通性,又怎能了解这一点呢?因此,他随即讨论对立者是合乎情理的,因为关系者与相反者之间的共通性与差异正在其中展现。第四个原因:应当知道,他在当前部分中旨在探究他在其他论述中零散提及的事项。至少他提及了对立者本身、其诸种以及描叙性定义:因为关于关系者,他在该范畴本身以及关于小与大的论述中都提及过;关于相反者,如我所说,他在不同的范畴中提及过;关于状态,他在性质中提及过;因此,讲授与状态对立的缺失是必然的;因为关于对立者有一门单一的知识。而关于肯定与否定,他在第一部分的末尾提及过,在那里他说单纯的语词既不表示肯定也不表示否定。因此,既然我们知道这些事物却未对它们拥有精确的认识,且对它们的共通性与差异亦未曾知晓,那么他在当前部分中对在别处零散言及的事物作总括性的论述,便是合乎情理的。在这一切之后,让我们结束第一个论题。所探究之事的第二项是对立者被说成以几种方式对立。因此我们说有四种方式;因为对立者的对立,或者如关系者,或者如相反者,或者如状态与缺失,或者如肯定与否定。如关系者,如双倍是半数的双倍;如相反者,如白之于黑;如状态与缺失,如视力之于失明;如肯定与否定,如“人行走——人不行走”。而对立者以四种方式对立,既不多于该数也不少于该数,可以从以下两种划分中获知,其中第一种划分具有如下进路:存在者要么彼此保全,要么彼此废除,要么既不保全也不废除。如果两者皆非,则构成其他事物。如果它们彼此保全,则构成关系者。如果它们不保全,则要么彼此转化,要么不转化。如果它们不转化,则构成肯定与否定。如果它们转化,则要么完全总体地转化而构成相反者,要么自身并非总体地转化,而是一方转化另一方不转化,从而构成状态与缺失;因为状态转化为缺失,缺失却不转化为状态。也可以通过另一种划分来推进论述,如此来说:对立者要么是言辞,要么是事物。如果它们是言辞,则构成肯定与否定。如果它们是事物,则要么彼此保全,要么不保全。如果它们保全,则构成关系者。如果它们不保全,则要么彼此转化,要么不转化。如果它们转化,则构成相反者;如果它们不转化,则构成状态与缺失,显然是一方转化为另一方,即状态,而另一方不转化为另一方,如缺失,正如在视力与失明的情形中那样;因为视力转化为失明,失明却决不转化为视力。

语法注3 条
  1. 27.3μᾶλλον προσεχέστερον

    此为比较级副词 μᾶλλον 与比较级形容词 προσεχέστερον 重叠使用的双重比较级(赘语),起强调作用,意为“更为密切地”。

  2. 27.3πῶς δὲ ἦν τοῦτο μαθεῖν, μὴ μαθόντας καὶ τὴν κοινωνίαν

    在非人称动词 ἦν 搭配不定式 μαθεῖν(“如何能够获知此点”)的句式中,分词 μὴ μαθόντας 采用宾格复数,与不定式的隐含泛指主语(我们/人们)一致,起到条件状语的作用(“若不同样了解其共通性”)。

  3. 27.3ἔστι δὲ καὶ ἄλλῃ διαιρέσει ὑποβαλεῖν τὸν λόγον, λέγοντες οὕτως

    这是句法破格(anacoluthon):在非人称结构 ἔστι [...] ὑποβαλεῖν τὸν λόγον 之后,接续了主格复数分词 λέγοντες,其逻辑主语(“我们”)浮现为主格形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:134.1-135.20