← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§132.27-133.36

否定主动受动的固有属性与后范畴的引入

在阐明亚里士多德借由连词排除了相反性作为主动与被动的固有属性(11b1)并驳斥了亚历山大的概念说(11b15)之后,奥林匹奥多罗引入了关于对立者的《范畴篇》第三部分(后范畴,11b16起),通过消除与《物理学》的表面矛盾来捍卫其真实性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

" Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα." Εὐθὺς ἐξ ἀρχῆς ὁ φιλόσοφος διὰ τοῦ καί συνδέσμου τὸ ἴδιον διέβαλεν·1 ὁ γὰρ καί σύνδεσμος μεγίστη ἐστὶ διαβολὴ τοῦ ἰδίου· τοῦτο γὰρ σημαίνει ὅτι οὐ μόνῳ τούτῳ ἀλλὰ καὶ ἄλλοις τισὶν 〈ὑπάρχει〉.

“主动与被动也容纳相反性。” 哲学家从一开始便借由“也”这个连词排除了固有属性;因为“也”这个连词是对固有属性的最大否定;因为这表明[相反性]不仅属于此者,而且也属于某些其他者。

§27.2

"Ὑπὲρ μὲν οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ τὰ εἰρημένα." Ἐκ τούτου τοῦ ῥηθέντος ἠπατήθη ὁ Ἀλέξανδρος καί φησιν ὅτι περὶ νοημάτων τὸ σύνταγμα τοῦτο διαλαμβάνει, ἐκ τοῦ εἰπεῖν τὸν φιλόσοφον ὑπὲρ οὖν τῶν προτεθέντων γενῶν, περὶ δὲ τῶν γενῶν δηλονότι οὐ τῶν πρὸ τῶν πολλῶν, ἀλλὰ τῶν ἐννοηματικῶν. ἐκ τοῦ οὖν ἐννοηματικοῦ ἀπατηθεὶς διεβεβαιοῦτο ὅτι περὶ νοημάτων μόνων ἐνταῦθα ὁ Ἀριστοτέλης βούλεται διαλεχθῆναι. Περὶ τῶν ἀντικειμένων.

“关于所提出的诸类,那么,所说者已足够了。” 从这句所说的话中,亚历山大受到了误导,并说这部著作所讨论的是概念,这是基于哲学家说“关于所提出的诸类,那么”,而关于诸类,显然不是指先于多数者的类,而是指概念上的类。因此,由于受到概念之物的误导,他断言亚里士多德在此想要仅讨论概念。 论对立者。

§27.3#1

"Περὶ δὲ τῶν ἀντικειμένων, ποσαχῶς εἴωθεν ἀντικεῖσθαι, ῥητέον· λέγεται γὰρ ἕτερον ἑτέρῳ ἀντικεῖσθαι τετραχῶς· ἢ ὡς τὰ πρός τι, ἢ ὡς τὰ ἐναντία, ἢ ὡς ἕξις καὶ στέρησις, ἢ ὡς κατάφασις καὶ ἀπόφασις." Πληρώσας ὁ Ἀριστοτέλης τὸ δεύτερον τμῆμα τῶν Κατηγοριῶν, ἐπὶ τὸ τρίτον μεταβέβηκεν, ἐν ᾧ διαλέγεται περὶ τῶν ἀντικειμένων. καὶ ἄξιόν ἐστιν περὶ τῆς παρούσης θεωρίας τέτταρα ταῦτα ζητῆσαι· πρῶτον μὲν πόσαι γεγόνασι δόξαι περὶ τούτου τοῦ τμήματος, δεύτερον δὲ ποσαχῶς λέγεται τὰ ἀντικείμενα, τρίτον τίς ἡ τάξις τούτων, τέταρτον ποία τούτων ἡ διαφορά. φαμὲν τοίνυν ὅτι τρεῖς δόξαι γεγόνασι περὶ τῶν ἀντικειμένων, τοῦτ’ ἔστι τοῦ παρόντος τμήματος· οἱ μὲν γὰρ νόθον εἶναι αὐτὸ ἔλεγον, οἱ δὲ οὐ νόθον μὲν ἐμέμφοντο δὲ τὴν τάξιν, οἱ δὲ πρὸς τὰς ἀμφοτέρας δόξας διεμάχοντο. καὶ οἱ μὲν λέγοντες αὐτὸ νόθον τούτοις ἐκέχρηντο τοῖς λόγοις· ὅτι ἐνταῦθα μὲν τὴν αὐτὴν λέγει τὴν κίνησιν εἶναι καὶ τὴν μεταβολήν, ἀλλαχοῦ δὲ ἤγουν ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἐπὶ πλέον φαίνεται ἀποφηνάμενος εἶναι τὴν μεταβολὴν τῆς κινήσεως·2 ἐκεῖ γάρ φησι τὴν γένεσιν καὶ τὴν φθορὰν μεταβολὴν μὲν εἶναι, οὐ μέντοι γε κίνησιν. πρὸς τούτους τοίνυν φαμὲν ὅτι οὐχ ἱκανὸν ὑπῆρχεν νοθεῦσαι τὸ τμῆμα·3 καὶ γὰρ φαίνεται καὶ ἀλλαχοῦ τοιοῦτόν τι ποιήσας, λέγω δὴ ἐν τῷ λόγῳ τῶν περὶ τῶν πρός τι τὸ ἐπιστητὸν τῆς ἐπιστήμης, ὥσπερ οὖν καὶ τὸ αἰσθητὸν τῆς αἰσθήσεως πρότερα εἶναι φάσκων, ἀλλαχοῦ δὲ μὴ τοῦτο συγχωρῶν ἀλλ’ ἅμα τῇ φύσει λέγων ταῦτα εἶναι. καὶ ὅμως οὐ παρὰ τοῦτο ἀξιοῦμεν νοθεύειν τὸ πρῶτον τμῆμα, ἀλλὰ καὶ συμφωνοῦντα ἑαυτῷ ἀπεδείξαμεν τὸν Ἀριστοτέλην καὶ τὴν αἰτίαν τῆς δοκούσης διαφωνίας εἰρήκαμεν. οὕτω κἀνταῦθά φαμεν ὡς οὐκ ἔστι τὸ παρὸν τμῆμα νόθον τοῦ φιλοσόφου, ἀλλ’ ἐν ἀμφοτέραις ταῖς πραγματείαις ὡς οἰκεῖον σκοπὸν ἀποδίδωσιν ἑκάστῳ· ἐν μὲν γὰρ ταύτῃ ἅτε δὴ πρὸς τὴν τῶν πολλῶν αἴσθησιν ἀποβλέπων καὶ εἰσαγωγικὸν δὲ σύγγραμμα ποιησάμενος τὴν κίνησιν τῇ μεταβολῇ τὴν αὐτὴν εἶπεν, ἐν δὲ τῇ Φυσικῇ ἅτε δὴ οὐ πρὸς τὴν τῶν πολλῶν αἴσθησιν ἀποβλέπων ἀλλὰ καὶ ἀκριβολογούμενος περὶ τὴν φύσιν τῶν πραγμάτων καὶ ἔτι μέντοι γε ὡς πρὸς τελείους τὸν λόγον ποιούμενος ἐπὶ πλέον φησὶν εἶναι τὴν μεταβολὴν τῆς κινήσεως. καὶ ταῦτα μὲν ἱκανὰ πρὸς τοὺς λέγοντας νόθον εἶναι τὸ τμῆμα τὸ προκείμενον.

“关于对立者,必须说明它们通常有几种对立方式;因为一事物与另一事物对立有四种说法:或如关系者,或如相反者,或如状态与缺失,或如肯定与否定。” 亚里士多德在完成了《范畴篇》的第二部分之后,过渡到了第三部分,在其中他论述了对立者。在当前的理论考察中,值得探究以下四件事:第一,关于这一部分产生了多少种观点;第二,对立者有几种说法;第三,它们的次序是什么;第四,它们的差异是怎样的。因此我们说,关于对立者,也就是当前的这一部分,产生了三种观点:因为有些人称它是伪作,另一些人虽不认为是伪作却挑剔其位次,还有一些人则反驳这两种观点。而那些称其为伪作的人曾使用如下论据:即在此处他说运动与变化是相同的,但在别处,也就是在《物理学》第五卷中,他显然断言变化的外延广于运动;因为他在那里说,生成与消灭是变化,却绝不是运动。因此针对这些人我们说,这并不足以判定该部分为伪作;因为在别处也可见他做了类似的事,我是指在关于关系者的论述中,他主张可知之物先于知识,正如可感觉之物先于感觉一样,但在别处却不承认这一点,而是说这些在本性上是共存的。然而我们并未因此认为第一部分是伪作,反而证明了亚里士多德与自身相符,并说明了表面上不一致的原因。同样,在此处我们也说,当前的部分并非哲学家的伪作,而是在两部著作中,他根据各自特有的旨趣给予了恰当的处理;因为在这一部著作中,由于着眼于大众的感知且撰写的是入门著作,他说运动与变化是相同的;而在《物理学》中,由于并不着眼于大众的感知,而是对事物的本性作精确考察,并且是面向成熟之人进行论述,他说变化的外延广于运动。对于那些主张所提出的部分为伪作的人,这些已足够了。

语法注3 条
  1. 27.1τὸ ἴδιον διέβαλεν

    διέβαλεν 在此处并非“诽谤”,而是“反驳”、“否定”或“排除”之意。宾语 τὸ ἴδιον(固有属性)指亚里士多德通过添加连词 καί(“也”),表明容纳相反性并不是仅限于主动与被动的固有属性。

  2. 27.3ἐπὶ πλέον φαίνεται ἀποφηνάμενος εἶναι τὴν μεταβολὴν τῆς κινήσεως

    动词 φαίνεται 与补充分词 ἀποφηνάμενος 连用(“显然断言了”),后者支配带不定词的宾格结构,其中 τὴν μεταβολήν 为主语宾格,ἐπὶ πλέον 为表语短语。τῆς κινήσεως 是由 ἐπὶ πλέον(“更广泛”、“外延更广”)所支配的比较属格,表达了“变化的外延广于运动[包含了运动]”的逻辑关系。

  3. 27.3οὐχ ἱκανὸν ὑπῆρχεν νοθεῦσαι τὸ τμῆμα

    非人称结构,未完成过去时 ὑπῆρχεν 带有表语形容词 οὐχ ἱκανόν(“不足以”),并以不定词 νοθεῦσαι 作为真正的主语(或作为补充 ἱκανόν 的结果/目的的不定词),整体意为“这并不足以判定该部分为伪作”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:132.27-133.36