← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§131.13-132.25

主动与被动的独立性及剩余四范畴的区分

奥林匹奥多罗探讨了《范畴篇》第9章(11b1)中的主动与被动,阐明了其紧随性质之后的编排次序,驳斥了将其还原为关系者的观点以证明其为独立范畴,划分了其下位种,并详述了其余四个范畴(何处、何时、姿态、具有)的分类及亚里士多德予以省略的教学用意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.6

" Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα." Ἐπὶ τῆς παρούσης θεωρίας τρία τινὰ κεφάλαια πολυπραγμονήσωμεν, πρῶτον μὲν τὴν τάξιν, δεύτερον δὲ εἰ κατηγορίαι εἰσὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ τρίτον πρὸς ἐπὶ τούτοις ζητητέον πόσα τὰ εἴδη τούτων εἰσὶ καὶ εἰ κατηγορίαι τυγχάνουσιν οὖσαι. εἰκότως τοίνυν μετὰ τὴν ποιότητα τὸ ποιεῖν καὶ τὸ πάσχειν ἔταξεν ὁ φιλόσοφος διὰ δύο αἰτίας τινάς· πρῶτον μὲν διὰ τὴν ὁμοιότητα τῶν παραδειγμάτων· τὸ γὰρ αὐτὸ ἐλέγομεν καὶ ὑπὸ τὴν ποιότητα ἀνάγεσθαι καὶ ὑπὸ τὸ πάσχειν, οἷον τὸ ἐρυθριᾶν· τοῦτο γὰρ καὶ ποιότης ἐστὶ καὶ πάθος. δεύτερον δὲ ἐπειδὴ περὶ ποιότητος διελεγόμεθα, ἡ δὲ ποιότης σὺν τῇ οὐσίᾳ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἀπετέλεσεν· ἔδει οὖν εὐθέως μετὰ τὸ ἀποτελοῦν περὶ τοῦ ἀποτελουμένου διαλεχθῆναι. καὶ τούτου χάριν τὸ ποιεῖν καὶ τὸ πάσχειν μετὰ τὴν ποιότητα πρώτην ἔλαχε τάξιν. δεύτερον ἦν τῶν ζητουμένων, εἰ κατηγορίαι εἰσί. καί τινες βούλονται μὴ εἶναι ταύτας κατηγορίας, ἀλλ’ ὑπὸ τὰ πρός τι ἀναφέρεσθαι, ὥστε εἶναι τὰς πάσας κατηγορίας ἐννέα· ἔλεγον γὰρ ὅτι τὸ ποιοῦν καὶ πάσχον ποιεῖ1 καὶ τὸ πάσχον ὑπὸ ποιοῦντος πάσχει· ταῦτα δὲ τῶν πρός τι· δῆλον οὖν ὅτι καλῶς συνελογισάμεθα τὸ ἐξ ἀρχῆς. πρὸς τούτους φαμὲν ὅτι καὶ κατηγορίαι εἰσὶ καὶ ὑπὸ τὰ πρός τι ἀνάγονται. καὶ ὅτι τοῦτο ἀληθές, δείξομεν οὕτως· ζητητέον τοίνυν τί μὲν ἴδιόν ἐστιν ἐν τοῖς πρός τι, τί δὲ ἴδιον ἐν τῷ ποιεῖν καὶ πάσχειν. καὶ εἴ πως εὕρωμεν μὴ τὰ αὐτὰ ὄντα ἐν ἀμφοτέροις, ἀποφήναιμεν ἂν μὴ εἶναι ταὐτὰ τὰ πρός τι καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἀμφότερα. τῆς πρός τι τοίνυν πολλὰ μέν ἐστι τὰ πράγματα,2 μία δὲ σχέσις ἡ ταῦτα συνάπτουσα. ἐν δὲ τῷ ποιεῖν καὶ πάσχειν οὐκ ἂν εὕροις τοῦτο, ἀλλὰ τὸ ἐναντίον· ἐνταῦθα γὰρ ἓν μέν ἐστι τὸ πρᾶγμα, πολλαὶ δὲ σχέσεις καὶ διάφοροι· τὸ γὰρ αὐτὸ θεώρημα ἓν μέν ἐστι, διαφόρως δὲ λέγεται παρὰ τὴν διάφορον σχέσιν· λέγεται τοίνυν ὡς πρὸς μὲν τὸν διδάσκοντα διδασκαλία, ὡς πρὸς δὲ τὸν μανθάνοντα μάθησις. εἰ οὖν ἐδείξαμεν τὸ ποιεῖν καὶ τὸ πάσχειν μὴ μόνον οὐ δυνάμενα εἶναι πρός τι, ἀλλὰ καὶ ἐναντία ὑπάρχοντα τοῖς πρός τι, δῆλον ὡς ἕτερόν ἐστι τὸ ποιεῖν καὶ τὸ πάσχειν παρὰ τὰ πρός τι καὶ κατηγορίαι εἰσίν. ἐπειδὴ οὖν ἐδείξαμεν ὅτι κατηγορίαι εἰσίν, αἱ δὲ κατηγορίαι γένη, τὰ δὲ γένη εἰς εἴδη διαιρεῖται, φέρε καὶ τὸ τρίτον τῶν προτεθέντων ζητήσωμεν, τοῦτ’ ἔστι τούτων τὰ εἴδη. τὸ τοίνυν ποιεῖν διττόν ἐστι· τὸ γὰρ ποιεῖν ἢ φυσικῶς ποιεῖ ἢ καθ’ ὁρμήν. φυσικῶς μέν, ὡς τὸ πῦρ λέγομεν καίειν, καθ’ ὁρμὴν δέ, ὡς φαμεν τὰ ζῷα κινεῖσθαι. εἰ δὲ καθ’ ὁρμὴν δρᾷ, ἢ εἰς ἑαυτὸ ποιεῖ, ὡς ὁ κοσμῶν ἑαυτόν, ἢ εἰς ἕτερον, ὡς ὁ διδάσκων. πάλιν τὸ πάσχειν διττόν· ἢ τελειωτικόν, ὡς τὸ διδάσκεσθαι, ἢ φθαρτικόν, ὡς τὸ καίεσθαι. Ἐπειδὴ οὖν καὶ αἱ ἕτεραι κατηγορίαι γένη εἰσὶ γενικώτατα, φέρε καὶ περὶ τούτων ζητήσωμεν ποσαχῶς λέγονται. τὸ τοίνυν ποῦ ἑξαχῶς λέγεται κατὰ τὰς ἓξ ἀντιπεριστάσεις· ἢ ἄνω ἢ κάτω ἢ πρόσω ἢ ὀπίσω ἢ δεξιὰ ἢ ἀριστερά. τὸ δὲ ποτὲ τριχῶς κατὰ τοὺς τρεῖς χρόνους· κατὰ τὸν ἐνεστῶτα, κατὰ τὸν μέλλοντα καὶ κατὰ τὸν παρεληλυθότα. πάλιν τὸ κεῖσθαι τριχῶς· ἢ γὰρ ὅλα τὰ μόρια ὕπτιά εἰσι καὶ καλεῖται ἀνάκλισις, ἢ ὅλα ὄρθια καὶ καλεῖται στάσις, ἢ τὰ μὲν ὄρθια τὰ δὲ ὕπτια καὶ καλεῖται καθέδρα. πάλιν τὸ ἔχειν διχῶς· ἢ γὰρ ὅλον περὶ ὅλον, ὡς ὅλον τὸ φᾶρος ἐν ὅλῳ τῷ σώματι, ἢ ὅλον περὶ μέρος, ὡς ὁ δακτύλιος ἐν τῷ δακτύλῳ. ὁ μὲν οὖν φιλόσοφος Ἀριστοτέλης ταῦτα παρέλειψε ζητητικοὺς ἡμᾶς ἀποτελέσαι βουλόμενος. καὶ καθόλου ἔνθα παραλιμπάνει, διὰ ταύτην τὴν αἰτίαν παραλιμπάνει, ἵνα μή, καθὼς καὶ ἀνωτέρω εἴρηται, ὡς ἑτεροκινήτοις ἡμῖν χρήσηται.3 τοῦτο πέρας τῆς θεωρίας.

“主动与被动也容纳相反性。” 在当前的理论考察中,让我们详尽探究三个要点:首先是次序;其次是主动与被动是否为范畴;第三是在这些之外,应当探究它们的种有多少,以及若它们恰为范畴[又当如何划分]。因此,哲学家理所当然地基于两个原因将主动与被动安排在性质之后:首先是由于例子的相似性;因为我们曾说,同一事物既归入性质之下,也归入被动之下,例如发红;因为这既是一种性质,也是一种受动状态。其次,既然我们此前一直在论述性质,而性质与实体一同产生了主动与被动;因此紧接在产生者之后,理应论述被产生者。正是由于这个缘故,主动与被动获得了紧随性质之后的第一位次。所探究之事的第二项是它们是否为范畴。有些人主张它们并非范畴,而是归属于关系者之下,以至于全部范畴共有九个;因为他们曾说,施动者也对受动者施动,而受动者由施动者使其受动;这些属于关系者;因此显然我们最初的推论是正确的[他们这样说]。针对这些人我们说,它们既是范畴,也被归入关系者之下。至于这是真实的,我们将如下加以证明:因此应当探究,在关系者中何为固有之物,在主动与被动中何为固有之物。如果我们以某种方式发现两者之中所存在的并不是相同的事物,我们便可以断言,关系者与主动以及被动两者并不是同一的。因此在关系[范畴]中,事物虽然是多数的,但联结它们的关系却是一个。然而在主动与被动中,你不会发现这一点,反倒是发现相反的情况;因为在此处事物虽然是一个,诸关系却是多数且各异的;因为同一个定理虽然是一个,但依据不同的关系却有不同的说法;因此对于施教者而言被称为教授,对于学习者而言被称为领受。因此,如果我们已经证明了主动与被动不仅不可能是关系者,而且甚至与关系者相反,那么显而易见,主动与被动是有别于关系者的,并且它们是范畴。既然我们已经证明了它们是范畴,而范畴是类,类被划分为种,来吧,让我们也探究所提出的第三个问题,也就是它们的种。因此主动具有双重涵义:因为施动者要么自然地施动,要么依照冲动施动。自然地施动,如我们说火燃烧;依照冲动施动,如我们说动物运动。而如果依照冲动发挥作用,它要么作用于自身,如修饰自己的人;要么作用于他者,如施教的人。同样,被动也具有双重涵义:要么是成全性的,如被教授;要么是毁灭性的,如被燃烧。因此,既然其余的范畴也是最普遍的类,来吧,让我们也探究关于它们有几种说法。因此,“在哪里”依照六种对向的空间方向有六种说法:或上或下,或前或后,或右或左。而“在何时”依照三种时间有三种说法:依照现在,依照将来,以及依照过去。同样,“姿态”有三种:因为要么所有部分都是仰卧的且被称为横卧,要么所有部分都是直立的且被称为站立,要么一部分直立而另一部分仰卧且被称为就座。同样,“具有”具有两种涵义:因为要么是全体围绕全体,如整件斗篷穿在整个身体上;要么是全体围绕部分,如指环戴在手指上。因此哲学家亚里士多德省略了这些,是想要让我们成为具有探究心的人。总而言之,凡是他有所省略的地方,都是基于这一原因而省略的,正如上文也曾说过的,是为了不把我们当作受他者驱动的人来对待。这是理论考察的终点。

语法注3 条
  1. 26.6τὸ ποιοῦν καὶ πάσχον ποιεῖ

    将 καί 视作副词(“也”,修饰或强调施动动作对受动者的关联),读作“施动者对受动者也施动”,与紧随其后的分句 καὶ τὸ πάσχον ὑπὸ ποιοῦντος πάσχει(“而受动者由施动者使其受动”)构成相互关联的对应对子,用以证明其具备相互关系(πρός τι)。

  2. 26.6τῆς πρός τι τοίνυν πολλὰ μέν ἐστι τὰ πράγματα

    τῆς πρός τι 是省略了名词(κατηγορίας 或关系本身)的属格,用作表示领域或限定的属格(“在关系[范畴]的情况下”),在语义上与下文的介词短语 ἐν δὲ τῷ ποιεῖν καὶ πάσχειν(“但在主动与被动中”)构成平行对应。

  3. 26.6ἵνα μή, καθὼς καὶ ἀνωτέρω εἴρηται, ὡς ἑτεροκινήτοις ἡμῖν χρήσηται

    在由 ἵνα μή 引导的否定目的从句中,动词 χρήσηται 支配与格补足语 ἡμῖν 以及谓词性修饰语 ὡς ἑτεροκινήτοις(“以免把我们当作受他者驱动的人来对待”)。中间的 καθὼς καὶ ἀνωτέρω εἴρηται 为插入从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:131.13-132.25