- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:130.2-131.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《范畴篇》第8章(10a32–11a5)的逐条注解。作者讨论了无名性质、非同源派生(异名)、加在相反性上的连词καί的意图,并结合比较的成立条件阐明了图形为何不容纳较多与较少。
Ἀναγνῶμεν δὲ τὴν λέξιν.
让我们阅读原文。
"Ἐπ’ ἐνίων δὲ διὰ τὸ μὴ κεῖσθαι ταῖς ποιότησιν ὀνόματα οὐκ ἐνδέχεται παρωνύμως ἀπ’ αὐτῶν λέγεσθαι." Ἐντεῦθεν τὸ παράδειγμα λαμβάνει τοῦ ἀκατονομάστου ὁ φιλόσοφος, τοῦτ’ ἔστι τοῦ δευτέρου εἴδους τῆς ποιότητος· ἐλέγομεν γὰρ ὅτι αὐτὸ μὲν οὐκ ὀνομάζεται, τὰ δὲ μετέχοντα αὐτοῦ ὀνομάζονται. καὶ τούτου χάριν οὐδὲ παρωνύμως λέγομεν τὰ ἀπ’ αὐτοῦ, διότι μηδὲ αὐτὸ τὸ δεύτερον εἶδος μετέχει ὀνόματος.
“在某些情况下,由于没有给性质确立名称,不可能从它们同源派生地述说。” 哲学家从这里选取了无名者的例子,即性质的第二种种;因为我们曾说,它自身并未被命名,但分有它的事物被命名了。正是由于这个缘故,我们也不从它同源派生地述说衍生出来的东西,因为第二种种自身并不分有名称。
"Ἐνίοτε δὲ καὶ ὀνόματος κειμένου οὐ λέγεται παρωνύμως τὸ κατ’ αὐτὴν λεγόμενον." Ἐπειδὴ ἀνωτέρω εἴρηται ὅτι τὰ ἀπὸ τοῦ δευτέρου εἴδους οὔκ εἰσι παρώνυμα, διότι μὴ ὀνομάζεται, βουλόμενος ἐνταῦθα παράδειγμα λαβεῖν τῶν ἑτερωνύμων, φησὶν ὅτι πολλάκις καὶ ὀνόματος ὄντος οὐ παρωνύμως εἰσὶ παρηγμένα, ἀλλ’ ἑτερωνύμως. καὶ ἔστι παράδειγμα τὸ τοῦ ἑτερωνύμου τὸ λεγόμενον. ἰστέον δὲ ὅτι τὸ ὁμώνυμον ὁ φιλόσοφος παρέλειψε διὰ τὴν πολλάκις εἰρημένην αἰτίαν, ζητητικοὺς ἡμᾶς ποιῆσαι βουλόμενος.
“有时甚至在确立了名称时,依据它而述说的东西也不是同源派生地被述说。” 既然上文说过由第二种种派生出来的东西并非同源派生词,因为其未被命名,此处他想要选取异名词的例子,便说往往即使有了名称,它们也不是同源派生地衍生出来的,而是异名地衍生出来的。所提到的例子就是异名词的例子。应当知晓,哲学家基于常常提到的原因省略了同名异义词,他是想让我们具有探究心。
"Οἷον ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος· τῷ γὰρ ἀρετὴν ἔχειν σπουδαῖος λέγεται, ἀλλ’ οὐ παρωνύμως ἀπὸ τῆς ἀρετῆς." Ζητοῦμεν ἐνταῦθα τίνος χάριν οὐκ ἀπὸ τῆς ἀρετῆς παρωνύμως λέγεται ὁ σπουδαῖος. καί φαμεν ἤδη ὅτι σπουδαῖον ἐπὶ καλοῦ καὶ μόνου λέγομεν, ἡ δὲ σπουδὴ οὐ μόνον ἐπὶ καλοῦ ἀλλὰ καὶ ἐπὶ κακοῦ.
“例如从德性〔述说〕有德者;因为由于拥有德性,他被称为有德者,但并不是从德性同源派生地[被述说]。” 我们在此探究,究竟因何缘故有德者不是从德性同源派生地被述说的。我们现在说,有德者我们仅仅就善而言才说,而热切不仅就善而言,而且就恶而言也能说。
"Ὑπάρχει δὲ καὶ ἐναντιότης κατὰ τὸ ποιόν, οἷον δικαιοσύνη ἀδικίᾳ ἐναντίον." Ζητοῦμεν ἐνταῦθα τίνος χάριν ὡς πρῶτον ἴδιον ἀποδοὺς ὁ φιλόσοφος τὸν καί σύνδεσμον προσέθηκεν. ἆρα ὡς ἑτέρου ἰδίου ἀποδεδομένου; τοῦτο γὰρ 〈ὁ〉 καί σύνδεσμος σημαίνει.1 καί φαμεν ὅτι κυρίως μὲν ἴδιον οὐκ ἀποδέδωκεν, ἀποδέδωκε δὲ τὴν ὑπογραφὴν ἰδίῳ ἀναλογοῦσαν, ὡς εἴρηται.
“相反性也属于性质,例如正义与不正义相反。” 我们在此探究,哲学家在给出第一种固有属性时,为了什么缘故添加了连词“也”。难道是因为已经给出了另一种固有属性吗?因为连词“也”正表示这一点。我们说,他并未给出严格意义上的固有属性,但如前所述,他给出了类似于固有属性的描画。
"Τρίγωνον δὲ καὶ τετράγωνον οὐ δοκεῖ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι, οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν." Ὃ βούλεται ὁ φιλόσοφος σημᾶναι διὰ τούτου τοῦ ῥητοῦ, τοῦτό ἐστιν· ὅτι δεῖ ἐν τοῖς πράγμασιν, ἐν οἷς ἐστιν ἡ σύγκρισις, καὶ ὁμοίως ὑπάρχειν ταῦτα καὶ ἀνομοίως·2 εἰ μὲν γὰρ ὁμοίως ὑπάρχει, οὐ γίνεται σύγκρισις κατ’ αὐτά. διὰ τοῦτο οὐδέποτε συγκρίνομεν τὸν ἄνθρωπον καὶ τὸν Ἱπποκράτην τῷ ἀψύχῳ. εἰ δὲ τοῦτο ἀνομοίως ὑπάρχει, πάλιν οὐ γίνεται σύγκρισις· οὐδέποτε γὰρ τὸν Σωκράτην καὶ Πλάτωνα κατὰ τὸ ἄνθρωπον εἶναι παραβάλλομεν. τοῦτό ἐστιν, ὅ φησιν ὁ φιλόσοφος, ὅτι τρίγωνον πρὸς τρίγωνον οὐ παραβάλλεται, διότι ὅμοιόν ἐστι τὸ σχῆμα ἐν ἀμφοτέροις. οὐδὲ τοίνυν τὸ τρίγωνον πρὸς τετράγωνον παραβάλλεται ὡς κυκλικά· ἐν οὐδετέρῳ γάρ ἐστιν ὁ κύκλος φαινόμενος. τὸ γοῦν τετράγωνον τοῦ τριγώνου μᾶλλον τῷ κύκλῳ λέγομεν πλησιάζειν, διότι πλείονας γωνίας ἔχει τὸ τετράγωνον μιμούμενον τὰς τοῦ κύκλου κυρτότητας. Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.
“三角形和四角形似乎并不容纳较多与较少,其他任何图形也不容纳。” 哲学家通过这段文句想要表明的是:在发生比较的事物中,这些事物必须既同样地属于又不同样地属于。因为如果同样地属于,就不会依据它们产生比较。由于这个缘故,我们绝不将人与希波克拉底同无生命者相比。而如果这是不同样地属于,则同样不会产生比较;因为我们绝不会依据“作为人”将苏格拉底与柏拉图作比较。这正是哲学家所说的:三角形并不与三角形比较,因为图形在两者之中是同样的。因此,三角形也不会作为圆形之物与四角形作比较;因为在两者中圆形都未显现。无论如何,我们之所以说四角形比三角形更接近圆,是因为四角形拥有更多的角,模仿着圆的曲率。 关于主动与被动。
- 26.4τοῦτο γὰρ 〈ὁ〉 καί σύνδεσμος σημαίνει
连词καί在此被用作修饰名词σύνδεσμος的实体化引语,校订补入的冠词ὁ使整个短语作为主语。指示代词τοῦτο充当及物动词σημαίνει的宾语。
- 26.5καὶ ὁμοίως ὑπάρχειν ταῦτα καὶ ἀνομοίως
在依赖于无人称动词δεῖ的不定词从句中,相关连词καὶ... καὶ...将副词ὁμοίως与ἀνομοίως作述谓性连接并修饰动词ὑπάρχειν(“必须既同样地又不同样地属于”)。宾格主语ταῦτα指代被比较的事物或属性(承接前面的介词短语ἐν τοῖς πράγμασιν)。
