← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§128.40-129.41

第三种固有属性与知识的双重归属疑难

奥林匹奥多鲁斯讨论了性质的第三种固有属性(相似与不相似),随后提出三种解答以化解知识何以同时归于关系与性质两个范畴的疑难,并结束了关于性质的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.6#3

Τούτων οὖν οὕτως ἐχόντων καὶ δειξάντων ἡμῶν1 τὸν φιλόσοφον ἑαυτῷ συμφωνοῦντα, μετέλθωμεν λοιπὸν ἐπὶ τὸ τρίτον ἴδιον, κἀκεῖσε οὐδὲν ἧττον γυμνάσαντες ἑαυτούς. φαμὲν τοίνυν ὅτι τοῦτο τὸ ἴδιον ἀποδέχεται ὁ φιλόσοφος ὡς κυρίως ὑπάρχον ἴδιον· μόνῃ γὰρ καὶ πάσῃ ὑπάρχει τῇ ποιότητι. ὅτι δὲ μόνῃ καὶ πάσῃ ὑπάρχει, πρόδηλον ἐντεῦθεν· τριῶν τοίνυν οὐσῶν ἀντιθέσεων, ταὐτοῦ καὶ ἑτέρου, ἴσου καὶ ἀνίσου, ὁμοίου καὶ ἀνομοίου, τὸ μὲν ταὐτὸν καὶ θάτερον ἐπὶ τῆς οὐσίας λέγεται, τὸ δὲ ἴσον καὶ ἄνισον ἐπὶ τοῦ ποσοῦ, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἐπὶ τοῦ ποιοῦ. μαθόντες οὖν τὰ ἴδια τῆς ποιότητος καὶ ζητήσαντές πως τούτοις τὰ πρέποντα, φέρε λοιπὸν μίαν ἀπορίαν ἀπορήσαντες, ἔπειτα αὐτὴν τὴν παροῦσαν θεωρίαν καταπαύσωμεν καὶ τὸν περὶ τῆς ποιότητος λόγον. ἀποροῦσί τινες λέγοντες ὅτι πῶς τὸ αὐτὸ παράδειγμα δυνατὸν ὑπὸ δύο κατηγορίας ἀνάγεσθαι· ἐλέγομεν γὰρ τὴν ἐπιστήμην πρὸς τὸ ἐπιστητὸν παραβαλλομένην ὑπὸ τὰ πρός τι ἀνάγεσθαι (ἡ γὰρ ἐπιστήμη ἐπιστητοῦ ἐστιν), ἐπιστήμην δ’ ἐν ὑποκειμένῳ οὖσαν, τοῦτ’ ἔστιν ἐν ψυχῇ θεωρουμένην, ὑπὸ τὴν ποιότητα ἀνάγεσθαι. ταύτης τῆς ἀπορίας τρεῖς ἐπιλύσεις προφέρομεν, λέγοντες ὅτι πρῶτον μὲν τὸ αὐτὸ πρᾶγμα ὑπὸ ἀμφοτέρας τὰς κατηγορίας ἀνάγεσθαι δυνατόν, πρὸς ἄλλο μέντοι καὶ ἄλλο. ἀλλ’ εἰ σκοπήσωμεν τοῖς λεγομένοις,2 οὐ τὸ αὐτὸ πρᾶγμα ὑπὸ ἀμφοτέρας ἀνάγεται. καὶ τοῦτο δῆλον ἐντεῦθεν· ἡ ἐπιστήμη διττή ἐστιν, ἡ μὲν καθόλου ἡ δὲ μερική. καὶ ἡ μὲν καθόλου ὑπὸ τὰ πρός τι ἀνάγεται, ἡ δὲ μερικὴ ὑπὸ τὴν ποιότητα. καὶ ἔστι μερικὴ μὲν οἷον γραμματική, ῥητορική, ἰατρική, γεωμετρία. καθόλου δέ ἐστιν ἐπιστήμη ἡ κοινῶς κατὰ τούτων κατηγορουμένη, ὡς ἡ πρώτη φιλοσοφία. ὅτι δὲ αἱ μερικαὶ ἐπιστῆμαι ὑπὸ τὴν ποιότητα ἀνάγονται, δῆλον ἐντεῦθεν· κατὰ ταύτας γὰρ ποιοὶ λεγόμεθα, καὶ οὐκ ἔτι κατὰ τὴν καθόλου ποιότητα. καὶ δῆλον ὅτι ταύταις ἐφαρμόζει τὸ τῆς ποιότητος εἶδος, οὐ μέντοι γε τῇ καθόλου. τί γάρ ἐστιν ὁ τῆς ποιότητος ὅρος; οὐχὶ ὁ λέγων καθ’ ἣν ποιοί τινες λεγόμεθα εἶναι; δῆλον οὖν ὅτι κατὰ ταύτας λεγόμεθα ποιοί, οὐ μέντοι γε κατὰ τὴν καθόλου· πάντα γὰρ ἀδύνατον ἕνα καὶ τὸν αὐτὸν ἄνθρωπον ἐπίστασθαι. ὥστε δῆλον ὅτι οὐ τὸ αὐτὸ πρᾶγμα ὑπὸ ἀμφοτέρας τὰς κατηγορίας ἀνάγεται, ἀλλὰ ἄλλο καὶ ἄλλο. ἔστι τρίτη ἐπίλυσις, ὅτι οὐδὲν ἄτοπον τὸ αὐτὸ πρᾶγμα καὶ ὑπὸ τὴν πρός τι ἀναφέρεσθαι καὶ ὑπὸ τὴν ποιότητα· ἐλέγομεν γὰρ ὅτι τὰ πρός τι ἰδίαν ὕλην οὐκ ἔχει, ἀλλ’ ἐν πάσαις ταῖς κατηγορίαις εὑρίσκεται. ὅπερ οὖν ἔλαβεν ὡς ἄτοπον ἡ ἀπορία, τοῦτο ἡ ἐπίλυσις ὡς ἀναγκαῖον ἀπέδειξε. τριῶν οὖν οὐσῶν ἐπιλύσεων, ὁ φιλόσοφος Ἀριστοτέλης δύο καὶ μόνας παρέλαβε, τήν τε δευτέραν καὶ τὴν τρίτην, παραλείψας τὴν πρώτην, οὐχ ὡς ἐκείνην ἀγνοήσας, ἀλλ’ ἡμῖν ἐάσας ταύτην προσυπακούειν, πρῶτον μὲν ἵνα ζητητικοὺς ἡμᾶς ποιήσῃ, δεύτερον δὲ ἵνα μὴ ὡς ἑτεροκινήτοις ἡμῖν χρησάμενος ὀφθείη.3 τοσαῦτα μὲν περὶ τῆς ποιότητος εἰρήσθω ἡμῖν. μετὰ δὲ τὸν ταύτης λόγον ἐπὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ὀφείλομεν ἐλθεῖν. ἀλλ’ ἐπειδὴ μῆκος ἀξιόλογον ἀπείληφεν ἡ παροῦσα θεωρία, φέρε καταπαύσωμεν αὐτήν.

那么,在这些情况如此、且我们已经表明哲学家与自身相一致之后,接下来让我们过渡到第三种固有属性,同样在那里锻炼我们自己。因此我们说,哲学家接受这种固有属性为本义上的固有属性;因为它仅属于性质,并且属于一切[性质]。而它仅属于[性质]且属于一切,从以下事实来看是显然的:既然存在三对对立者,即同一与相异、相等与不相等、相似与不相似,那么同一与相异是在实体方面被述说的,相等与不相等是在数量方面,而相似与不相似是在性质方面。因此,既然学习了性质的诸固有属性并适当地探究了适合于它们的事情,那么来吧,接下来让我们提出一个疑难,然后结束当前的考察和关于性质的论述。 有人提出疑难说:同一个例子怎么可能归于两个范畴之下?因为我们曾说,知识若与可知者相比较,便归于关系范畴之下(因为知识是可知者的[知识]);但存在于基体之中的知识,即在灵魂中被观照的[知识],则归于性质之下。对于这个疑难,我们提出三种解答,首先说同一事物可以归于两个范畴之下,但却是就不同的方面而言的。然而,如果我们注意所说的话,并不是同一事物归于两者之下。这一点从以下事实是显然的:知识是双重的,一是普遍的,另一是部分的。普遍的[知识]归于关系范畴之下,而部分的[知识]归于性质之下。部分的[知识]例如文法学、修辞学、医学、几何学;普遍的知识则是共同述说于这些之上的,如第一哲学。而部分的诸知识归于性质之下,从以下事实是显然的:因为根据这些知识,我们被称为具有某种性质的,而不再是根据普遍的性质。并且显然,性质的形式适用于这些,绝不适用于普遍者。因为性质的定义是什么?难道不是那句说“我们据以被称为具有某种性质者”的话吗?因此显然,根据这些我们被称为具有某种性质的,绝不是根据普遍者;因为同一个人认识所有事物是不可能的。所以显然,并不是同一事物归于两个范畴之下,而是不同的事物[归于不同范畴]。还有第三种解答:同一事物既归于关系范畴之下又归于性质之下,绝非荒谬;因为我们曾说,关系范畴并不拥有其自身的质料,而是见于所有范畴之中。因此,疑难当作荒谬而接受的这一点,解答却证明为是必然的。那么,在存在三种解答的情况下,哲学家亚里士多德仅仅采纳了两种,即第二种和第三种,省略了第一种,这并不是因为他不知道第一种,而是留给我们去默默补充,首先是为了使我们具有探究心,其次是为了不显得将我们当作由他者所推动的事物来对待。 关于性质,我们便谈这么多吧。在此论述之后,我们应当进入主动和被动。但由于当前的考察已经达到了相当的篇幅,来吧,让我们结束它。

语法注3 条
  1. 25.6δειξάντων ἡμῶν

    与 Τούτων οὖν οὕτως ἐχόντων 并列的属格绝对结构。其逻辑主语是作者/讲者(ἡμῶν),虽然与主句劝导祈使主谓语 μετέλθωμεν 的主语一致,但仍采用属格绝对形式来表达前提条件。

  2. 25.6σκοπήσωμεν τοῖς λεγομένοις

    动词 σκοπέω 在此处支配与格 τοῖς λεγομένοις,意为“留心/注意所说的话”,而非支配直接宾格。

  3. 25.6ἵνα μὴ ὡς ἑτεροκινήτοις ἡμῖν χρησάμενος ὀφθείη

    在 ἵνα 引导的目的从句中,被动希求法 ὀφθείη 与主格分词 χρησάμενος 构成表语性搭配(“以便不至于被看作是……对待了”),而 χράομαι 支配与格代词 ἡμῖν 以及表语性修饰成分 ὡς ἑτεροκινήτοις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:128.40-129.41