← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§128.1-128.40

第一固有属性的限度与容纳程度差异的第二属性

通过指出中间颜色和几何图形并不具有相反者,论证了第一种固有属性(具有相反者)并不属于所有性质;随后考察第二种固有属性(容纳更多与更少),并通过区分“作为被分有者”与“作为被界定者”的双重性质,调和了关于性质自身是否容纳更多与更少的争论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.6#2

φαμὲν οὐδαμῶς· ταῖς γὰρ μεσότησι τῶν ἐναντίων οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ φαιῷ, τῷ ὠχρῷ· τὸ γὰρ φαιὸν οὔτε τῷ λευκῷ ἐστιν ἐναντίον οὔτε τῷ μέλανι· τὰ γὰρ ἐναντία πλεῖστον βούλεται διεστάναι· οὐδέποτε δὲ τὰ μέσα τοσοῦτον διέστηκε τῶν ἄκρων, ὅσον τὰ ἄκρα ἀπ’ ἀλλήλων. οὔτε οὖν αἱ μεσότητες τῶν ἐναντίων ἔχουσί τι ἐναντίον, οὔτε δὲ τὸ τρίγωνον καθὸ τρίγωνον οὔτε τὸ δεύτερον εἶδος τῆς ποιότητος. καὶ τοσαῦτα μὲν περὶ τοῦ πρώτου ἰδίου εἰρήσθω. Δεύτερον δὲ ἴδιον ἐλέγομεν τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. ζητήσωμεν δὲ κἀνταῦθα εἰ μόνῃ καὶ πάσῃ ὑπάρχει τῇ ποιότητι. καὶ τινὲς μὲν τὰς αὐτὰς ἡμῖν ἀπορίας προφέρουσιν, ἅσπερ καὶ ἐπὶ τῶν ἐναντίων, ὡς καὶ ἡμᾶς ἀναγκασθῆναι τὰς αὐτὰς ἐπιλύσεις ἅσπερ ἐκεῖσε πρὸς τούτους εἰπεῖν. ἐπειδὴ οὖν καὶ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον μόνῃ τῇ ποιότητι ὑπάρχει, ὡς ἐκ τῶν ὑπεναντίων λόγων ἐδείξαμεν, λοιπὸν ζητῆσαι ἄξιον εἰ πάσῃ ὑπάρχει ἢ μή. φαμὲν ὅτι οὐ πάσῃ· οὔτε γὰρ τὸ τρίγωνον ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττόν φαμεν οὔτε δὲ τὸν κύκλον· ταῦτα γὰρ μείζονα καὶ ἐλάττονα λέγεται, τὸ δὲ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχονται. τινὲς δὲ βουλόμενοι δεῖξαι ὡς οὐδεμιᾷ ποιότητι ὑπάρχει τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον ταῦτά φασιν· ὅτι ἡ ποιότης αὐτὴ καθ’ ἑαυτὴν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον (οὐ λέγομεν γὰρ οὔτε δικαιοσύνην δικαιοσύνης μᾶλλον ἢ ἧττον οὔτε λευκότητα λευκότητος μᾶλλον ἢ ἧττον),1 ἀλλὰ τὰ μετέχοντα τῆς ποιότητός εἰσιν τὰ ἐπιδεχόμενα καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐκ αὐταὶ αἱ ποιότητες. πρὸς οὓς φαμεν ὅτι εἰ τὰ μετέχοντα τῆς ποιότητός εἰσιν τὰ ἐπιδεχόμενα τὸ μᾶλλον καὶ ἧττον, καὶ οὐ τὰ μετεχόμενα, ἐρωτητέον ὑμᾶς· ἆρα αὐτὰ τὰ μετέχοντα δι’ ἑαυτὰ ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον 〈ἢ〉 διὰ τὴν ποιότητα; εἰ μὲν οὖν δι’ ἑαυτὰ ἐπιδέχεται, δῆλον ὅτι καὶ πρὸ τοῦ δέξασθαι τὴν ποιότητα τὸ μᾶλλον καὶ ἧττον ἔχει, εἰ δὲ οὐ δι’ ἑαυτὰ ἀλλὰ διὰ τὴν ποιότητα, πρόδηλον ὡς ἐν τῇ ποιότητί ἐστι τὸ μᾶλλον καὶ ἧττον. ὅ περ Ἀριστοτέλης ἀμφοτέραις ταῖς δόξαις προστίθεται·2 ποτὲ μὲν γὰρ ἀποδέχεται τὴν πρώτην δόξαν τὴν λέγουσαν μηδέποτε αὐτὴν καθ’ ἑαυτὴν τὴν ποιότητα ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, ποτὲ δὲ ἀρέσκεται τῇ δευτέρᾳ δόξῃ τῇ λεγούσῃ ἐπιδέχεσθαι τὴν ποιότητα τὸ μᾶλλον καὶ ἧττον. τί οὖν φαμεν; ἐναντία ἑαυτῷ φθέγγεται ὁ φιλόσοφος; οὐδαμῶς· ἀμφότεροι γὰρ οἱ λόγοι ἀληθεῖς εἰσιν, καὶ τὸ ἐπιδέχεσθαι ταύτην τὸ μᾶλλον καὶ ἧττον καὶ τὸ μὴ ἐπιδέχεσθαι· εἰ γὰρ νοήσωμεν τὴν ποιότητα οὕτως, ἰστέον ὅτι ἡ ποιότης διττή ἐστιν· λέγεται γὰρ ἡ ποιότης καὶ ὡς μετεχομένη καὶ ὡς ὁριστή. καὶ ὅτε μὲν ὡς μετεχομένην αὐτὴν λάβωμεν, τότε ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, ὅτε δὲ ὡς ὁριστήν, τότε οὐκ ἐπιδέχεται· οὐδὲν γὰρ τῶν ὄντων κατὰ τὴν ἰδίαν ὕπαρξιν τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται. καὶ μάρτυς ὁ Πορφύριος λέγων ‘οὐδέποτε ἓν πρᾶγμα καὶ τὸ αὐτὸ ἄνεσιν καὶ ἐπίτασιν δέχεται’.

我们说绝非如此;因为与诸相反者的中间物没有任何相反者,例如灰白和枯黄;因为灰白既不与白相反,也不与黑相反;因为相反者意在相距最远,但中间物绝不会像两端彼此相距那样与两端相距如此之远。因此,相反者的中间物既不具有任何相反者,三角形就其为三角形而言也不具有,性质的第二种也不具有。关于第一种固有属性,便讲这么多吧。 作为第二种固有属性,我们曾说是容纳更多与更少。那么在这里我们也要探究:它是否仅仅属于性质、并且属于所有的[性质]。有人向我们提出了与在相反者问题上完全相同的疑难,以致我们也必须针对他们说出与在那里完全相同的解答。因此,既然容纳更多与更少也仅仅属于性质,正如我们根据反对的论证所表明的那样,那么接下来便值得探究它是否属于所有的[性质]。我们说并不是属于所有的[性质];因为我们既不说三角形容纳更多与更少,也不说圆[容纳];因为这些被称为更大和更小,但它们并不容纳更多与更少。但有人意图表明没有任何性质具有容纳更多与更少,他们便如此主张:性质自身就其自身而言并不容纳更多与更少(因为我们既不说正义比正义更多或更少,也不说白比白更多或更少),而是分有性质的事物容纳更多与更少,并非诸性质自身。针对这些人我们说:如果分有性质的事物是容纳更多与更少者,而非被分有者,那么必须质问你们:分有者自身究竟是由于自身而容纳更多与更少,还是由于性质?如果它们是由于自身而容纳,显然在接受性质之前它们便已拥有更多与更少;但如果不是由于自身而是由于性质,那么显而易见更多与更少是存在于性质之中的。正是由于这一点,亚里士多德赞同这两种见解;因为有时他接受主张性质自身就其自身而言绝不容纳更多与更少的第一种见解,而有时他又倾向于主张性质容纳更多与更少的第二种见解。那么我们该怎么说呢?哲学家说了与自身相矛盾的话吗?绝非如此;因为这两种论述都是真实的,即这种[性质]容纳更多与更少也是真实的,不容纳也是真实的。因为如果我们如此理解性质,就当知晓性质具有双重含义:性质既作为被分有者而被述说,又作为被界定者而被述说。当我们把它作为被分有者来把握时,它便容纳更多与更少;而当我们把它作为被界定者来把握时,它便不容纳;因为在存在之物中没有任何事物能按照其自身的实际存在而容纳更多与更少。波菲利也是见证者,他说:“同一事物绝不容纳松弛与加强。”

语法注2 条
  1. 25.6οὐ λέγομεν γὰρ οὔτε δικαιοσύνην δικαιοσύνης μᾶλλον ἢ ἧττον οὔτε λευκότητα λευκότητος μᾶλλον ἢ ἧττον

    该句为一个比较句式,宾格(δικαιοσύνην, λευκότητα)带有表示比较的属格(δικαιοσύνης, λευκότητος)。它依附于主述动词 λέγομεν 构成省略结构,意为“[说]正义比正义更多或更少”。

  2. 25.6ὅ περ Ἀριστοτέλης ἀμφοτέραις ταῖς δόξαις προστίθεται

    中性单数关系代词 ὅ περ 作为内面宾格或副词性宾格,承接前文推导出的结论(更多与更少存在于性质之中),用来修饰动词 προστίθεται,具有“正是由于这一点”或“在这方面”的含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:128.1-128.40