- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:126.31-128.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁解释了亚里士多德在《范畴篇》第8章末尾以“或者以某种其他方式”修正性质描述性定义的原因(阐明性质述谓的四种方式),随后探讨性质的第一项固有属性(具有相反者),通过将关系、能动与受动的相反性归结于性质,论证了具有相反者严格且首要地仅属于性质。
" Ποιότητες μὲν οὖν εἰσιν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατ’ αὐτὰς παρωνύμως λεγόμενα ἢ ὁπωσοῦν ἄλλως ἀπ’ αὐτῶν. ἐπὶ μὲν οὖν τῶν πλείστων καὶ σχεδὸν ἐπὶ πάντων παρωνύμως λέγεται, οἷον ἀπὸ τῆς λευκότητος ὁ λευκὸς καὶ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς καὶ ἀπὸ τῆς δικαιοσύνης ὁ δίκαιος." Μετὰ τὴν ὑπογραφὴν τῆς ποιότητος καὶ τὴν ταύτης διαίρεσιν μεταβαίνει λοιπὸν ὁ φιλόσοφος ἐπὶ τὸ διδάξαι τὰ ἴδια ταύτης. πρὶν δὲ τοῦτο ποιῆσαι, τὴν εἰρημένην ὑπογραφὴν διορθώσεως ἀξιοῖ. καὶ ἄξιον ζητῆσαι ὡς τίνος χάριν μὴ εὐθὺς ταύτην διωρθώσατο,1 ἀλλὰ μετὰ τὴν ὑπογραφὴν τὴν διαίρεσιν 〈ἔταξε〉. καί φαμεν ὅτι τοῦτο εἰκότως πεποίηκεν· ἡ γὰρ ὑπογραφὴ ἰδίῳ ἀναλογεῖ. οὐκ εὐθὺς οὖν διωρθώσατο ταύτην ἀλλὰ μετὰ τὴν διαίρεσιν, ἵνα συνάριθμος γένηται τοῖς ἰδίοις· βούλεται γὰρ αὐτὴν διορθώσασθαι καὶ ἀκέραιον ἀποδεῖξαι, ἵνα κατὰ τὸ συνεχὲς σὺν τοῖς ἰδίοις εὑρεθείη λεγομένη. τίς δέ ἐστιν ἡ αὐτῆς διόρθωσις; τὸ ὁπωσοῦν ἄλλως· ἡ μὲν γὰρ προτέρα ὑπογραφὴ δηλοῖ τὸ παρωνύμως τὰς ποιότητας κατηγορεῖσθαι. τοῦτο δὲ οὐκ ἀληθές· οὐ μόνον γὰρ παρωνύμως ἀλλὰ τετραχῶς κατηγοροῦνται, παρωνύμως, ὁμωνύμως, ἑτερωνύμως, ἀκατονομάστως. καὶ παρωνύμως μὲν κατηγορεῖται ὡς τὸ λευκὸν ἀπὸ τῆς λευκότητος, ἑτερωνύμως δὲ ὡς ἡ ἀρετὴ τοῦ σπουδαίου, ὁμωνύμως δὲ ὡς ἡ μουσικὴ ἐπιστήμη τῆς μουσικῆς γυναικός, ἀκατονομάστως δὲ ὡς τὸ δεύτερον εἶδος ὅλον τῆς ποιότητος. καὶ διότι μὲν παρωνύμως κατηγορεῖται, εἶπεν καθ’ ἣν ποιοί τινες εἶναι λεγόμεθα, διότι δὲ καὶ ὁμωνύμως καὶ ἑτερωνύμως καὶ ἀκατονομάστως, προσέθηκεν ἢ ὁπωσοῦν ἄλλως, ἵνα τοὺς ἄλλους τρεῖς τρόπους αἰνίξηται. Τούτων οὖν οὕτως εἰρημένων καὶ τῆς τελείας ἡμῖν ὑπογραφῆς ἐγνωσμένης, φέρε λοιπὸν καὶ τὴν τῶν ἰδίων διδασκαλίαν ποιησώμεθα. τρία τοίνυν ἔστι τῆς ποιότητος ἴδια, τὸ ἔχειν ἐναντία, τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, τὸ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι. ἀλλ’ εἰ δοκεῖ, ἕκαστον τούτων ἰδίας ἐξετάσεως ἀξιώσωμεν, καὶ πρῶτον μὲν τὸ ἔχειν ἐναντίον ἡμῖν εἰς γυμνασίαν προκείσθω. ζητήσωμεν οὖν εἰ μόνῃ καὶ πάσῃ τῇ ποιότητι ὑπάρχει τὸ ἔχειν ἐναντίον. τινὲς μὲν οὖν λέγουσιν ὅτι οὐ μόνῃ· καὶ γὰρ τὰ πρός τι ἔχει ἐναντία καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν. πρὸς οὓς φαμεν ὅτι εἰ καὶ ταῦτα ἔχει ἐναντία, ἀλλ’ οὖν οὐ δι’ ἑαυτὰ ἀλλὰ διὰ τὴν ποιότητα· τὰ μὲν γὰρ πρός τι, ὡς πολλάκις εἴρηται, ἰδίαν ὕλην οὐκ ἔχει, ἀλλ’ ἐν πάσαις ταῖς κατηγορίαις θεωρεῖται. ὅτε μὲν οὖν ἐν τῇ ποιότητι εὑρίσκεται, τότε ἔχει τὰ ἐναντία, χάριν τῆς ποιότητος δηλονότι. πάλιν δὲ τὸ ποιεῖν καὶ τὸ πάσχειν λέγομεν ὑπὸ τῆς οὐσίας καὶ τοῦ ποιοῦ γεγενῆσθαι. καὶ ὅτι μὲν διὰ τὴν οὐσίαν οὐκ ἔχει τὰ ἐναντία, πρόδηλον· δέδεικται γὰρ ὅτι τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον. εἰ οὖν διὰ τὴν οὐσίαν οὐκ ἔχει ἐναντίον, ὑπολείπεται ἄρα καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν διὰ τὴν ποιότητα ἔχειν τὸ ἐναντίον.2 εἰ οὖν αἱ ἄλλαι πᾶσαι κατηγορίαι διὰ τὴν αἰτίαν ταύτην ἔχουσι τὸ ἐναντίον, πῶς οὐ πρόδηλον ὅτι αὐτὴ καὶ μόνη κυρίως καὶ πρώτως ἔχει τὸ ἐναντίον; καὶ ὅτι μὲν μόνῃ ὑπάρχει ἐδείξαμεν, ἆρα δὲ καὶ πάσῃ ὑπάρχει;
“因此,性质便是所说的这些,而具有性质者则是按照它们被同源派生称呼的,或者以某种其他方式从它们而来的。因此在大多数情况下,甚至几乎在所有情况下,它们都是被同源派生称呼的,例如从白产生白人,从文法学产生文法学者,从公正产生公正者。” 在给出了性质的描述性定义及其区分之后,哲学家接下来便转入讲授性质的固有属性。但是在做此事之前,他认为上述的描述性定义值得修正。并且值得探究的是:为何他没有立刻修正它,而是在描述性定义之后[安排了]区分?我们说,他这样做是合乎情理的;因为描述性定义类似于固有属性。因此,他并未立刻修正它,而是在区分之后[才修正],以便使之与诸固有属性并列;因为他意图修正它并表明它是完满的,从而使它能与诸固有属性连续地被一并论述。那么,对它的修正又是什么呢?即“以某种其他方式”;因为先前的描述性定义表明诸性质是同源派生地被述谓的。但这并不是真的;因为它们不仅同源派生地被述谓,而是以四种方式被述谓:同源派生地、同名地、异名地、无名地。同源派生地被述谓,例如从白产生白物;异名地被述谓,例如美德之于优秀者;同名地被述谓,例如音乐知识之于通晓音乐的女子;无名地被述谓,例如性质的整个第二种。因为它是同源派生地被述谓的,所以他说“依据它我们被称为具有某种性质”,但因为也是同名地、异名地和无名地[被述谓的],所以他加上了“或者以某种其他方式”,以便暗示其余的三种方式。既然这些事情已如此论述,而且完满的描述性定义已为我们所知晓,那么现在让我们也来讲授关于固有属性的内容。性质的固有属性共有三个:具有相反者、容纳更多与更少、被称为相似与不相似。不过如果合适的话,让我们将它们中的每一个都视为值得单独考察的对象,并首先将具有相反者作为我们的演练课题置于面前。那么让我们来探究:具有相反者是仅仅属于性质、并且属于所有性质吗?有人便说并不是仅仅属于性质;因为关系者也具有相反者,能动和受动也是如此。针对这些人我们说:即使这些也具有相反者,但终究不是由于它们自身,而是由于性质;因为关系者正如屡次指出的那样,并不拥有自身的质料,而是在所有的范畴中被观察到。因此,当它在性质中被发现时,它就具有相反者,这显然是由于性质的缘故。此外,我们说能动和受动是由实体和性质所产生的。而它们并非由于实体而具有相反者,这一点是显然的;因为已经表明过,没有任何事物与实体相反。因此,如果并非由于实体而具有相反者,那么剩下的结论便是,能动和受动也是由于性质而具有相反者。因此,如果所有其他范畴都是由于这一原因而具有相反者,那么唯有性质自身在根本上且本原性地具有相反者,岂不是显而易见的吗?它仅仅属于性质,这一点我们已经表明了;那么它是否也属于所有的性质呢?
- 25.6ὡς τίνος χάριν μὴ εὐθὺς ταύτην διωρθώσατο
连词 ὡς 置于疑问短语 τίνος χάριν 之前,引出依附于 ζητῆσαι 的间接疑问句。在晚期希腊语散文中,使用 ὡς 与疑问词重叠引导间接疑问句是一种常见的习惯用法。
- 25.6ὑπολείπεται ἄρα καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν διὰ τὴν ποιότητα ἔχειν τὸ ἐναντίον
无人称动词 ὑπολείπεται(意为“剩下的结论是……”)统辖一个作主语从句的宾格不定式结构,其中 καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν 为宾格主语,ἔχειν 为不定式,带宾语 τὸ ἐναντίον。
