← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§125.31-126.30

颜色源于情状的原因与性质的诸种方式

奥林匹奥多罗探讨了颜色被视为源于情状而非对感觉产生情状的四个原因,阐释了因恐惧或羞愧而变色的生理机理,并指出亚里士多德关于是否存在其他性质方式的保留态度旨在启发和锻炼读者的探究能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.3

" Λευκότης δὲ καὶ μελανία καὶ αἱ ἄλλαι χροιαὶ οὐ τὸν αὐτὸν τρόπον τοῖς εἰρημένοις παθητικαὶ ποιότητες λέγονται, ἀλλὰ τῷ αὐτὰς ἀπὸ πάθους γεγονέναι.1" Ζητητέον ἐνταῦθα πῶς τὰ χρώματα οὐ λέγει πάθος ποιεῖν περὶ τὴν αἴσθησιν ὁ Ἀριστοτέλης, καίτοι γε ποιοῦντα· τὸ μὲν γὰρ λευκὸν διακρίνει τὸ δὲ μέλαν συγκρίνει τὴν ὄψιν. φαμὲν τοίνυν ὅτι τοῦτο πεποίηκεν διὰ τέτταρας αἰτίας· ἢ γὰρ ἀπὸ τοῦ ἐξαιρέτου, ὡς εἴρηται ἐν τοῖς προλαβοῦσι, βουλόμενος τὰς κατηγορίας ἑκάστῳ θεῖναι, ἢ ἐπειδὴ τὰ μὲν ἄλλα τοιοῦτον πάθος ποιοῦσιν, οἷά περ αὐτά εἰσιν, οἷον τὸ θερμὸν θερμαίνει καὶ τὸ ψυχρὸν ψύχει, τὰ δὲ χρώματα οὐ τοιοῦτον πάθος ποιεῖ, οἷά εἰσιν αὐτά· τὸ γοῦν λευκὸν διακρίνει τὴν ὄψιν, οὐ μέντοι γε καὶ λευκαίνει, τὸ μέλαν συγκρίνει, οὐ μὴν καὶ μελαίνει. καὶ διὰ ταύτην τὴν αἰτίαν οὐκ ἠνέσχετο εἰπεῖν αὐτὰ πάθος ποιεῖν περὶ τὴν αἴσθησιν. τρίτη αἰτία, ὅτι τὰ μὲν ἄλλα οὐχ οἷόν τέ ἐστιν χωρισθῆναι ἐπινοίᾳ, ταῦτα δὲ ἐπινοίᾳ χωρίζεται, ὡς φησιν ὁ Πορφύριος. τετάρτη αἰτία· τὰ πάθη ἐν χρόνῳ γίνεται, τὴν δὲ ὄψιν τινές φασιν ἀχρόνως ὁρᾶν· εἰ γὰρ ἐν χρόνῳ ἐγίγνετο, φασί, τὸ ὁρᾶν, ἔδει τὸ μὲν πλησίον πρότερον ὁρᾶν τὸ δὲ πόρρω ὕστερον ὁρᾶν, καὶ μὴ ἅμα ἅπαντα. ἀλλὰ μὴν πάντα ἅμα ἔστιν ὁρᾶν· οὐκ ἄρα ἐν χρόνῳ τὸ ὁρᾶν. καλῶς ἄρα οὐκ εἶπεν τὰ χρώματα πάθη ποιεῖν περὶ τὴν αἴσθησιν, ἵνα μὴ εἰς τὴν τοιαύτην εἰσπέσοι ἀμφισβήτησιν τὴν ζητοῦσαν εἴτε ἐν χρόνῳ εἴτε ἀχρόνως γίνεται τὸ ὁρᾶν.

“白、黑以及其他颜色并不是以同前述事物相同的方式被称为被动性质,而是由于它们自身源于情状而产生。” 在此应当探究,亚里士多德何以不说颜色对感觉产生情状,尽管它们确实在产生;因为白散开视线,而黑聚集视线。因此我们说,他之所以如此做乃出于四个原因:其一,或是如在前文所述,他意欲依据其特有之点将谓项赋予每一者;其二,由于其他事物所产生的情状与其自身相类(例如热者使之热,冷者使之冷),而颜色所产生的情状与其自身并不相类:至少白散开视线,却绝非使视线变白,黑聚集视线,却绝非使视线变黑;因这一原因,他不愿说它们对感觉产生情状。第三个原因是,如波菲利所言,其他事物在思维中不可能被分离,而这些事物在思维中则是可分离的。第四个原因是:诸情状发生于时间之中,但有人主张视觉是在无时间中观看的;他们说,因为如果观看发生于时间之中,就必然是先看到近处的事物,后看到远处的事物,而非同时看到所有事物;然而实际上人们能同时看到一切;由此可见,观看并非在时间之中。因此,他妥当地未曾言及颜色对感觉产生情状,以免陷入探究观看是发生于时间中还是无时间中的那类争论之中。

§25.4

"Αἰσχυνθεὶς γάρ τις ἐρυθρὸς ἐγένετο καὶ φοβηθεὶς ὠχρὸς καὶ ἕκαστον τῶν τοιούτων." Τοῦτό φησιν ὁ φιλόσοφος, ὅτι οὐκ ἐκ κράσεως ὁ κατὰ φύσιν ὠχρὸς καὶ ὁ κατὰ φύσιν ἐρυθρὸς τοιαῦτα ἐχρήσαντο τὰ χρώματα, ὁ δὲ διὰ φόβον ὠχριῶν καὶ ὁ δι’ αἰδῶ ἐρυθριῶν. πόθεν οὖν τὰ τοιαῦτα γίγνεται; τὸ μὲν οὖν διὰ φόβον ὠχριᾶν γίνεται ὥσπερ φευγούσης τῆς φύσεως καὶ συναρπαζούσης σὺν ἑαυτῇ τὸ φίλιον αἷμα,2 τὸ δὲ δι’ αἰδῶ ἐρυθριᾶν γίνεται ὡς τοῦ αἵματος συντρέχοντος καὶ δίκην προκαλύμματος γινομένου τῇ ὄψει.

“因为某人感到羞愧便变红,害怕便变苍白,此类各事皆是如此。” 哲学家所言乃是:天生苍白者与天生面红者并非出于体液调配而采用此类颜色,而因恐惧而发白者与因羞愧而发红者则是如此。那么,此类现象从何而生?因恐惧而苍白,乃是如同自然在逃避,并随同自身掠走同质的血液而产生;因羞愧而发红,乃是如同血液汇聚,成为视觉的掩蔽之物一般而产生。

§25.5

"Ἴσως μὲν οὖν καὶ ἄλλος ἄν τις φανείη τρόπος ποιότητος, ἀλλ’ οἵ γε λεγόμενοι μάλιστα σχεδὸν τοιοῦτοί εἰσιν." Οὐχ ὅτι ἄλλος τρόπος ἔστι τις ποιότητος (καὶ τοῦτο δῆλον οὐ μόνον ἐκ τῶν διαιρέσεων τῶν ἀνωτέρω εἰρημένων· καὶ γὰρ τὴν διαιρετικὴν μέθοδον οὐδέν καυχήσεται φυγόν, ὡς ὁ Πλάτων φησίν· ἀλλ’ ὅτι καὶ μετὰ τὴν φιλοσοφίαν Ἀριστοτέλους πολλοὶ γεγόνασιν ἄνδρες σοφοί, οὕστινας εἰκὸς ἦν εἰπεῖν, εἴπερ ὑπῆρχεν ἕτερος τρόπος ποιότητος), ἀλλὰ τοῦτο εἴρηκεν ὁ Ἀριστοτέλης3 γυμνάζων ἡμᾶς καὶ ζητητικοὺς ἀποτελέσαι βουλόμενος.

“那么,或许性质还会显现出某种其他方式,但那些被谈论得最多的几乎就是这些。” 这并不是因为存在着性质的某种其他方式(这一点不仅从前述的区分中是显而易见的——因为正如柏拉图所说,没有任何事物能够夸口逃脱了区分的方法——而且还因为在亚里士多德的哲学之后出现了许多智者,若确实存在性质的另一种方式,他们理应会指出来);亚里士多德之所以这样说,乃是为了锻炼我们,并意图使我们变得善于探究。

语法注3 条
  1. 25.3τῷ αὐτὰς ἀπὸ πάθους γεγονέναι

    带冠词不定式的与格结构(τῷ + 不定式),与前面的 οὐ τὸν αὐτὸν τρόπον... ἀλλά... 形成呼应,表示被称为被动性质的“原因/根据”(原因与格)。宾格代词 αὐτάς 作不定式 γεγονέναι 的逻辑主语。

  2. 25.4ὥσπερ φευγούσης τῆς φύσεως καὶ συναρπαζούσης σὺν ἑαυτῇ τὸ φίλιον αἷμα

    带有连词 ὥσπερ 的属格独立结构(φευγούσης τῆς φύσεως...),表示比喻性或拟态的原因/方式。后文的 ὡς τοῦ αἵματος συντρέχοντος... 同样是带有 ὡς 的属格独立结构,两者并列构成了对两种生理反应机制的解释。

  3. 25.5Οὐχ ὅτι ἄλλος τρόπος ἔστι τις ποιότητος (...) ἀλλὰ τοῦτο εἴρηκεν ὁ Ἀριστοτέλης

    整个句子的基本骨架是 Οὐχ ὅτι... ἀλλὰ τοῦτο εἴρηκεν ὁ Ἀριστοτέλης(“并非因为存在性质的另一种方式……而是亚里士多德出于[……目的]说了这话”),构成了否定理由与肯定理由的对比结构。中间插入了包含双重依据(划分法与后继哲学家的沉默)的长插入从句,主句的主语和动词在 ἀλλά 之后方才出现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:125.31-126.30