- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:124.35-125.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《范畴篇》第8章中性质的第二属(自然能力与无能力)与第三属(被动性质)。注解者澄清亚里士多德称其为“属”实指性质之“种”,阐明了能力与无能力的四分对应关系、现实状态与潜能资质的名实差异,以及被动性质的两种含义。
" Ἕτερον δὲ γένος ποιότητος, καθ’ ὃ δρομικοὺς ἢ πυκτικοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις εἶναι λέγομεν, καὶ ἁπλῶς ὅσα κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται." Ἐνταῦθα ζητοῦμεν πῶς γένος καλεῖ ποιότητος· τί γάρ; ἡ ποιότης οὐκ ἔστι γένος γενικώτατον; εἰ οὖν γένος γενικώτατον, πῶς φησιν αὐτὴν γένος ἔχειν; δεῖ οὖν μὴ οὕτως ἀκούειν τοῦ ῥητοῦ, ἀλλ’ ὅτε εἴπῃ γένος, ἀντὶ τοῦ ‘γένος ἐστὶν ὑπὸ τὴν ποιότητα ἀναγόμενον’,1 ὡς εἶναι ἄλλων μὲν γένος, εἶδος δὲ τῆς ποιότητος, καθ’ ὃ δρομικοὺς ἢ πυκτικοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις λέγομεν. τὸ μὲν πυκτικοὺς ἢ δρομικοὺς παράδειγμά ἐστι τοῦ δύνασθαι ποιεῖν, τὸ δὲ ὑγιεινοὺς παράδειγμά ἐστι τοῦ δύνασθαι μὴ πάσχειν, τὸ δὲ νοσώδεις παράδειγμά ἐστι τοῦ μὴ δύνασθαι πάσχειν·2 τὸ γὰρ μὴ δύνασθαι ποιεῖν παρέλειψεν ἐνταῦθα ὁ Ἀριστοτέλης ὡς ἐξ ἡμῶν προσυπακουόμενον. ἐκεῖνο δὲ σημειωτέον ὅτι οὐ ταὐτόν ἐστιν πύκτης καὶ πυκτικός, ἀλλὰ πύκτης μὲν ὁ ἐνεργείᾳ ἔχων τὴν πυκτικὴν ἐπιστήμην, πυκτικὸς δὲ ὁ μήπω μὲν ἐνεργείᾳ ἔχων ἐπιτήδειος δὲ ὢν πρὸς τὸ παρασκευάσασθαι ταύτην. οὕτως ῥήτωρ μὲν ὁ ἐνεργείᾳ ὤν, ῥητορικὸς δὲ ἐπιτήδειος πρὸς ῥητορικήν. ἐκεῖνο δὲ δεῖ σημειώσασθαι, ὅπερ ἐξαίρετον ἔσχεν τὸ εἶδος τοῦτο· τὸ μὲν γὰρ μετέχον αὐτοῦ ὀνομάζεται, αὐτὸ δὲ τὸ εἶδος ἀκατονόμαστόν ἐστι καὶ δι’ ἄλλου προφέρεται· οἷον εἶδος πυκτικῆς ἐπιτηδειότης καὶ ὁ πρὸς αὐτὴν ἐπιτηδείως ἔχων ἄνθρωπος· ὁ μὲν οὖν ἄνθρωπος ὀνομάζεται πυκτικός, αὐτὴ δὲ ἡ ἐπιτηδειότης, πρὸς ἣν ἔχει ἐπιτηδείως ὁ ἄνθρωπος, ἀκατονόμαστός ἐστι. καὶ δικαίως· τῶν γὰρ ἐνεργείᾳ ὄντων εἰσὶν τὰ ὀνόματα.
“性质的另一个属,即依此我们称人善跑、善拳击、健康或多病的属,简而言之,凡依自然能力或无能力而言者皆在此列。” 在此我们探究,他何以称之为性质的“属”。究竟何故?性质岂非最高之属?既然它是最高之属,他又怎会说性质拥有属呢?因此,切不可如此理解这一词句,而当他言及“属”时,应代之以“归于性质之下的属”,从而它是他物之属,却是性质之种,依此我们称人善跑、善拳击、健康或多病。“善拳击”或“善跑”是能够作用的例证,“健康”是能够不遭受的例证,而“多病”则是不能够[不]遭受的例证;因为在此亚里士多德省略了“不能够作用”,当作由我们自行补充领会者。此外应当注意,拳击家与善拳击者并非同一:拳击家是在现实中拥有拳击知识的人,而善拳击者则是尚未在现实中拥有,却具备获取该知识的潜能资质的人。同样,演说家是在现实中如此的人,而有演说禀赋者则是具备演说资质的人。此外还须注意这一种所特有的特征:分有它的事物被命名,但该种本身却无可命名,须假借他物来表述;例如拳击资质这一种,以及对此具有适宜资质的人。因此,人被命名为“善拳击者”,但这资质本身——即人对其具有适宜状态的资质——却是不可命名的。这也理所当然:因为名称是属于现实存在之物的。
"Τρίτον δὲ γένος ποιότητος παθητικὴ ποιότης καὶ πάθος." Ὃ μὲν οὖν ἐζητοῦμεν ἀνωτέρω διὰ τὸ γένος τοῦτο, καὶ ἐπὶ τούτου ῥητέον ἐστίν, ὅτι ἑτέρως δεῖ τὸ γένος ἀκούειν. ὅτι δὲ ἡ παθητικὴ ποιότης δύο σημαίνει, τήν τε παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γιγνομένην καὶ τὴν ποιοῦσαν περὶ τὴν αἴσθησιν, ἐκ διαιρέσεως ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. οὐδὲν δὲ ἄτοπον καὶ νῦν ταύτης μνησθῆναι· ἡ παθητικὴ ποιότης ἢ συμπληροῖ τὸ εἶδος ἢ οὐ συμπληροῖ. καὶ εἰ μὲν συμπληροῖ, γίγνεται ἡ πάθος ποιοῦσα περὶ τὴν αἴσθησιν,3 εἰ δὲ οὐ συμπληροῖ τὸ εἶδος, ἢ παντὶ τῷ εἴδει ὑπάρχει, ὡς ἡ λευκότης ἡ ἐν τῷ κύκνῳ, ἢ οὐ παντὶ τῷ εἴδει, ὡς ἡ ἐν ἀνθρώπῳ λευκότης, πλὴν ὡς ἂν ᾖ τὴν παθητικὴν ποιότητα ποιεῖ τὴν ἀπὸ πάθους γιγνομένην.
“性质的第三个属是被动性质与情状。” 我们此前就这个“属”所探究的,在此情形下也同样应当言明,即必须以另一种方式来理解“属”。被动性质具有双重含义,即源于情状所产生的被动性质,以及关于感觉产生[情状]的被动性质,这一点我们在理论部分的区分中已经阐明。在此提及此事亦无不当:被动性质要么充实物种,要么不充实物种。若它充实物种,它便成为关于感觉产生情状者;若它不充实物种,则要么属于整个物种(如天鹅中的白),要么不属于整个物种(如人身上的白);但不论如何,它都构成源于情状所产生的被动性质。
- 25.1ἀντὶ τοῦ ‘γένος ἐστὶν ὑπὸ τὴν ποιότητα ἀναγόμενον’
介词短语 ἀντὶ τοῦ 带定冠词中性属格,意为“代替……”或“意味着……”,在此引出对话语的替换性解释,即把亚里士多德所说的“属”解释为“归于性质之下的属”。
- 25.1τὸ δὲ νοσώδεις παράδειγμά ἐστι τοῦ μὴ δύνασθαι πάσχειν
与上文“健康”是“能够不遭受”(τοῦ δύνασθαι μὴ πάσχειν)的例证相对,“多病”(νοσώδεις)在逻辑上是指“不能够不遭受”。传抄本中的 τοῦ μὴ δύνασθαι πάσχειν 或者是脱落了第二个否定词 μή,或者是在修辞上简略地表达“无力抗拒遭受”。
- 25.2γίγνεται ἡ πάθος ποιοῦσα περὶ τὴν αἴσθησιν
此句为条件从句 εἰ μὲν συμπληροῖ 的归结分句。分词短语 πάθος ποιοῦσα περὶ τὴν αἴσθησιν 作动词 γίγνεται 的补足语。词条中的 ἢ 为阴性冠词 ἡ 之误植,该冠词将分词短语名词化,指代前文关于被动性质的两分法中“关于感觉产生情状”的一类。
