← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§123.22-124.33

性质的第三与第四种及争议案例的辨析

奥林匹奥多罗通过身体与灵魂的实例说明了第三种(被动性质与情状)的四项构成要素,讨论了第四种(图型与形态)及其组成部分。随后探讨了重/轻、粗/滑、疏/密是否属于性质,并通过辨析疏与密的两层含义化解了其在别处被称为性质的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.12#2

τεττάρων οὖν ὄντων 〈τῶν〉 συμπληρωτικῶν, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, παθητικῆς ποιότητος τῆς πάθος ποιούσης περὶ τὴν αἴσθησιν, καὶ παθητικῆς ποιότητος τῆς ἀπὸ πάθους γινομένης, καὶ αὐτοῦ μέντοι τοῦ πάθους, ἔτι δὲ καὶ τοῦ πάσχειν, εἰ δύναται ἡ αὐτὴ ποιότης εἴτε ἐπὶ σωματικῆς εἴτε ἐπὶ ψυχικῆς ποιότητος εἶναι ἐπιδεκτική, ζητήσει ὁ λόγος·1 οἷον ἐπὶ σωματικῆς ποιότητος ὡς ἡ θερμότης ἡ ἐν πυρὶ παθητικὴ ποιότης ἐστὶ πάθος ποιοῦσα κατὰ τὴν αἴσθησιν, ἡ δὲ ἐν τῷ ἀνθρώπῳ τῷ θερμοτέρῳ κεκραμένῳ κατὰ φύσιν παθητικὴ ποιότης ἐστὶν ἀπὸ πάθους γινομένη, ἡ δὲ ἐν τῷ πυρέττοντι θερμότης οὐχ ἁπλῶς οὕτως ἐστὶν ἀλλὰ πάθος, ἡ δ’ ἐξ ἡλικίας συμβαίνουσα θερμότης ὑπὸ τὸ πάσχειν ἀναφέρεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ψυχικῶν ποιοτήτων ἔστιν γυμνάσαι τὸν λόγον· ὁ μὲν γὰρ θυμὸς ἐν τῷ λέοντι παθητικὴ ποιότης ἐστὶν συμπληροῦσα τὸ εἶδος, ἐν δὲ τῷ κεκραμένῳ ὀργιλώτερον παθητικὴ ποιότης ἀπὸ πάθους γενομένη, ἐν δὲ τῷ κατὰ περίστασιν ὀργίλῳ, ὅτε δὴ καὶ λυπεῖν τοῦτον συμβαίνει, πάθος ἐστίν, ἐν δὲ τῷ κατὰ πρόσκαιρον ὀργιλωτέρῳ καὶ ταχέως παυομένῳ πάσχειν ἐστί. Ταῦτα καὶ περὶ τοῦ τρίτου εἴδους εἰρηκότες μεταβῶμεν ἐπὶ τὸ τέταρτον εἶδος, ὅ ἐστιν σχῆμα καὶ μορφή. ἀλλ’ ὥσπερ τὰ μέρη τῶν οὐσιῶν οὐσίαι ἐστίν, οὕτω καὶ τὰ μέρη τῶν ποιοτήτων ποιότητές εἰσιν. μέρη δὲ τῶν σχημάτων τό τε εὐθὺ καὶ τὸ καμπύλον, ἐπειδὴ πᾶν σχῆμα ἐξ αὐτῶν σύγκειται, ἢ ἐκ μόνων εὐθειῶν ἢ ἐκ μόνων περιφερειῶν, ἢ ἐξ εὐθειῶν ἅμα καὶ περιφερειῶν. εἰ δὲ τοῦτο, ποιότητες ἄρα ἔσονται τό τε εὐθὺ καὶ τὸ καμπύλον. ἀλλ’ ἐπειδὴ πάντα τὰ εἴδη τῆς ποιότητος διεξήλθομεν, φέρε ζητήσωμεν ὑπὸ ποῖον εἶδος τῆς ποιότητος ἀνακτέον τὸ βαρὺ καὶ τὸ κοῦφον καὶ τὸ τραχὺ καὶ τὸ λεῖον καὶ τὸ μανὸν καὶ τὸ πυκνόν. τὸ μὲν οὖν βαρὺ καὶ τὸ κοῦφον οὐκ εἰσιν ποιότητες ἀλλ’ οὐσίαι· ἐν οὐσίαις γάρ εἰσι τὸ μὲν κάτω φερόμενον ἡ βαρύτης, τὸ δὲ ἄνω 〈ἡ〉 κουφότης. τὰ δὲ λοιπά φησὶν ὁ Ἀριστοτέλης ὑπὸ τὸ πρός τι ἀνάγεσθαι· λέγει γὰρ ὅτι τὸ τραχὺ καὶ τὸ λεῖον οὐδὲν ἄλλο σημαίνει ἢ τὴν θέσιν τῶν μορίων, ἀλλὰ καὶ τὸ μανὸν καὶ τὸ πυκνόν· τί γάρ φαμεν τραχύ; οὐ τὸ ἔχον ἀνωμάλως κείμενα τὰ μόρια; οὕτω δὲ καὶ πυκνὸν φαμεν τὸ σύνεγγυς ἔχον τὰ μόρια, μανὸν δὲ οὗ τὰ μόρια ἀπ’ ἀλλήλων διέστηκε. ταῦτα δὲ θέσεις· ἡ δὲ θέσις τῶν πρός τι· δῆλον οὖν ὅτι καὶ ταῦτα ὑπὸ τὰ πρός τι ἀνάγονται. καὶ περὶ μὲν τοῦ τραχέος καὶ τοῦ λείου οὐδὲν πολυπραγμονοῦμεν· ἀληθεύει γάρ. περὶ δὲ τοῦ μανοῦ καὶ τοῦ πυκνοῦ ζητητέον, μήποτε τὰ ἐναντία ἑαυτῷ φάσκει,2 ἐνταῦθα μὲν λέγων αὐτὰ πρός τι, ἐν δὲ τῇ Περὶ γενέσεως καὶ φθορᾶς ποιότητας ταῦτα καλῶν. φαμὲν τοίνυν ὅτι ἀμφότεροι οἱ λόγοι δύνανται ἀληθεύειν· τὸ γὰρ μανὸν καὶ τὸ πυκνὸν δύο σημαίνει· λέγεται γὰρ πυκνὸν ποτὲ μὲν τὸ σύνεγγυς τὰ μόρια ἔχον ποτὲ δὲ τὸ δυσπαθές, οὕτω καὶ μανὸν ποτὲ μὲν τὸ διεστηκότα ἔχον τὰ μόρια ποτὲ δὲ τὸ εὐπαθές. ὅτε μὲν οὖν τὸ πυκνὸν σημαίνει τὸ σύνεγγυς ἔχον τὰ μόρια, ὑπὸ τὰ πρός τι ἀναφέρεται, ὁμοίως καὶ τὸ μανόν, ὅτε διεστηκότα σημαίνει τὰ μόρια, καὶ αὐτὸ ὑπὸ τὸ πρός τι ἀναφέρεται, ὅτε δὲ ταῦτα δηλοῦσι τὴν εὐπάθειαν καὶ τὴν δυσπάθειαν, ὑπὸ τὴν ποιότητα ἀνάγονται, κἀκ τῆς ποιότητος ὑπὸ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην. δύο τοίνυν ὄντων σημαινομένων τοῦ μανοῦ καὶ τοῦ πυκνοῦ ἐγχωρεῖ τὸ αὐτὸ καὶ μανὸν εἶναι καὶ πυκνόν, πρὸς ἄλλο καὶ ἄλλο λαμβανόμενον· οἷον ὁ ἀὴρ μανὸς μέν ἐστιν ὡς εὐπαθὴς πυκνὸς δὲ ὡς σύνεγγυς ἔχων τὰ μόρια, οὕτω δὴ καὶ ἡ γῆ καὶ πυκνὴ λέγεται εἶναι καὶ μανή· πυκνὴ μὲν ὡς δυσπαθὴς μανὴ δὲ ὡς ἔχουσα σηραγγώδεις καὶ διακένους τόπους, ὡς δηλοῦσιν οἱ σεισμοὶ οἱ γινόμενοι ἐν τούτοις πνεύματος ὑπολαμβανομένου. τοῦτο πέρας τῆς θεωρίας.

因此,正如在前文中所说的那样,在存在四个构成要素——在感觉中引起情状的被动性质、由情状产生的被动性质、情状本身,以及受动——的情况下,论述将探讨同一种性质无论在身体的性质上还是在灵魂的性质上是否能够接纳[这些形态]。例如在身体的性质上,火中的热是在感觉上引起情状的被动性质;而在按自然混合得更热的人身上的[热]是由情状产生的被动性质;在发烧者身上的热则不单纯如此,而是情状;而由年龄带来的热则被归入受动之下。同样,在灵魂的性质上也可以演练这一论述:因为狮子身上的气概是充全种的被动性质;而在混合得更易怒的人身上则是由情状产生的被动性质;在因境况而发怒的人身上,恰逢使他痛苦之事发生时,它是情状;而在暂时易怒且迅速平息的人身上,它是受动。在也谈完了关于第三种的这些事情之后,让我们转向第四种,即图型与形态。但是,正如实体的各部分是实体一样,性质的各部分也是性质。而图型的部分是直线性的与曲线性的,因为每一个图型都是由它们组成的:要么仅由直线组成,要么仅由圆周[曲线]组成,要么同时由直线和圆周组成。如果这样,那么直线性的和曲线性的就将是性质。但是,既然我们已经遍历了性质的所有种,来吧,让我们探讨重、轻、粗、滑、疏、密应当被归入性质的哪一种之下。那么,重和轻不是性质而是实体;因为在实体中,向下运动的是重性,而向上运动的是轻性。而关于其余各项,亚里士多德说它们归于关系之下;因为他说粗和滑所表示的无非是部分的配置,疏和密也是如此。因为我们称什么为粗?难道不是称具有不规则配置之部分的事物吗?同样,我们称紧挨着具有部分的事物为密,而称部分彼此分离开来的事物为疏。而这些是配置,配置属于关系;由此显然,这些也归于关系之下。关于粗和滑我们并不多加探究,因为他说的是实情。但关于疏和密则必须探究,看他是否前后自相矛盾,在这里称它们为关系,而在《论生成与消灭》中却称它们为性质。因此我们说,两种说法都可以是真的;因为疏和密表示两层含义。密有时被称作部分紧挨的事物,有时被称作不易受影响的事物;同样,疏有时被称作部分分离开来的事物,有时被称作易受影响的事物。因此,当密表示部分紧挨时,它被归入关系之下;同样,疏当其表示部分分离开来时,它本身也被归入关系之下;但当它们表明易受影响和不易受影响时,它们被归入性质之下,并从性质归入由情状产生的被动性质之下。因此,既然疏与密有两种含义,同一个事物在相对于不同的方面被看待时,就有可能既是疏的又是密的:例如空气作为易受影响的固然是疏的,但作为部分紧挨的则是密的;同样,大地也被说成既是密的又是疏的:作为不易受影响的固然是密的,但作为具有洞穴状和中空之处的事物则是疏的,正如当气息被包困时在其中发生的地震所表明的那样。这是理论考查的终点。

语法注2 条
  1. 24.12τεττάρων οὖν ὄντων 〈τῶν〉 συμπληρωτικῶν, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, παθητικῆς ποιότητος τῆς πάθος ποιούσης περὶ τὴν αἴσθησιν, καὶ παθητικῆς ποιότητος τῆς ἀπὸ πάθους γινομένης, καὶ αὐτοῦ μέντοι τοῦ πάθους, ἔτι δὲ καὶ τοῦ πάσχειν, εἰ δύναται ἡ αὐτὴ ποιότης εἴτε ἐπὶ σωματικῆς εἴτε ἐπὶ ψυχικῆς ποιότητος εἶναι ἐπιδεκτική, ζητήσει ὁ λόγος·

    句首的 τεττάρων οὖν ὄντων 〈τῶν〉 συμπληρωτικῶν 为属格独立结构,其后紧随的四个属格短语作为同位语列举了上一分块中引入的四要素。主句的核心为 ζητήσει ὁ λόγος,由连接词 εἰ(是否)引导的间接疑问从句充当其宾语。

  2. 24.12μήποτε τὰ ἐναντία ἑαυτῷ φάσκει

    在无人称动词形容词 ζητητέον 之后,μήποτε 引导带有疑虑色彩的间接疑问从句,意为“探究他是否在自相矛盾”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:123.22-124.33