- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:122.1-123.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在《范畴篇》中论述的性质的第二种(自然潜能与无能),奥林匹奥多罗引入了间接与直接的区分,阐明了论述的对象何以是直接潜能,并通过施动与受动的组合整理了其定义与具体例证。
" Ἕτερον δὲ γένος ποιότητος, καθ’ ὃ πυκτικούς τινας καὶ δρομικοὺς ἢ ὑγιεινοὺς καὶ νοσώδεις λέγομεν, καὶ ἁπλῶς ὅσα κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται· οὐ γὰρ τῷ διακεῖσθαί πως ἕκαστον τῶν τοιούτων ποιὸν λέγεται, ἀλλὰ μᾶλλον τῷ δύναμιν ἔχειν φυσικὴν1 〈ἢ ἀδυναμίαν〉 τοῦ ποιῆσαί τι ῥᾳδίως ἢ μηδὲν πάσχειν, καὶ τὰ ἑξῆς." Ἵνα τὸ δεύτερον εἶδος τῆς ποιότητος νοήσωμεν, τρία ταῦτα ζητήσωμεν· ποσαχῶς ἡ δύναμις, καὶ περὶ ποίας δυνάμεώς ἐστιν ἡμῖν ὁ λόγος, καὶ τρίτον αὐτὴ ἡ δύναμις περὶ ἧς διαλεγόμεθα. οὐκοῦν ἐπειδὴ ταύτην ἔχομεν τὴν 〈πρό〉θεσιν, ἀρκτέον ἀπὸ τοῦ πρώτου. ἡ τοίνυν δύναμις ἡ ἁπλῶς διχῶς λέγεται, ἢ προσεχῶς ἢ πόρρω. εἰ δὲ ἡ δύναμις διχῶς λέγεται, καὶ ἡ ἀδυναμία ὁμολογουμένως τοσαυταχῶς λεχθήσεται, ἢ προσεχῶς ἢ πόρρω· ὁσαχῶς γὰρ λέγεται τὸ ἕτερον τῶν ἀντικειμένων, τοσαυταχῶς καὶ τὸ ἕτερον. ἀλλ’ ἐπειδὴ τὰ παραδείγματα φῶς ἀνάπτειν εἴωθε τοῖς λεγομένοις, φέρε ἑκάστῳ τῶν προειρημένων ὑποβάλλωμεν παράδειγμα. πόρρω τοίνυν δύναμίν φαμεν, ὡς ὅτε εἴπωμεν τὸν ἄνθρωπον ἐπιτήδειον εἶναι πρὸς πᾶσαν ἐπιστήμην, προσεχῆ δὲ δύναμιν λέγομεν, ὡς ὅτε εἴπωμεν αὐτὸν τὸν ἄνθρωπον ἐπιτηδείως ἔχειν πρὸς γραμματικήν. ὁμοίως πόρρω ἀδυναμία ἐστίν, ὡς ὅτε εἴπωμεν τὸν λίθον 〈μὴ〉 ἐπιτήδειον εἶναι πρὸς πᾶσαν ἐπιστήμην, προσεχὴς δὲ ἀδυναμία ἐστίν, ὡς ὅτε εἴπωμεν τὸν λίθον μὴ δύνασθαι ἐπιτηδείως ἔχειν πρὸς γραμματικήν. καὶ ἐν τούτοις ἡμῖν συμπεραίνεται τὸ 〈πρῶτον〉 κεφάλαιον. δεύτερον κεφάλαιον, ἐν ᾧ ὀφείλομεν μετὰ τὴν ἀπαρίθμησιν τῶν σημαινομένων τῆς δυνάμεως καὶ τῆς ἀδυναμίας εἰδέναι περὶ ποίων σημαινομένων ἐστὶν ἡμῖν ὁ λόγος. λέγω τοίνυν ὅτι ὁ λόγος οὐ γίνεται ἡμῖν οὔτε περὶ τῆς πόρρω δυνάμεως οὔτε περὶ τῆς πόρρω ἀδυναμίας, ἀλλὰ περὶ τῶν προσεχῶν. καὶ εἰκότως οὐ περὶ τῶν πόρρω ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ τῶν προσεχῶν, διότι ἡ ζήτησις ἡμῖν ἐστι περὶ συμβεβηκότων καὶ ὄντων. διότι μὲν οὖν περὶ συμβεβηκότων ἡ ζήτησις, ἀπεχόμεθα τῆς πόρρω δυνάμεως (αὕτη γὰρ οὐσία ἐστίν, ὡς δείξομεν), διότι δὲ περὶ ὄντων ἡμῖν ὁ λόγος, οὐ πολυπραγμονοῦμεν τὴν πόρρω ἀδυναμίαν· αὕτη γὰρ παντελής ἐστι στέρησις καὶ μὴ ὄν. ὅτι δὲ ἡ πόρρω δύναμις οὐσία ἐστὶ καὶ οὐ ποιότης, δῆλον ἐξ ὧν τὴν ὕλην μετέχουσαν αὐτῆς ἄποιον λέγομεν. τῆς δὲ πόρρω δυνάμεως ἡ ὕλη μετέχει, διότι ἐπιτηδείως ἔχει πρὸς πάντα. τρίτον κεφάλαιον, ἐν ᾧ ὀφείλομεν διαλεχθῆναι περὶ τῶν ἀφορισθέντων ἡμῖν σημαινομένων. ἡ τοίνυν δύναμις ἡ προσεχής (περὶ γὰρ ταύτης ἡμῖν ὁ λόγος), καὶ δὲ καὶ ἡ ἀδυναμία ἡ προσεχής, ἅτε δὴ ἐν τῷ ποιεῖν καὶ πάσχειν θεωρούμεναι, τετραχῶς ἑκατέρα αὐτῶν διαιρεθήσεται· δύνασθαι λοιπὸν γίγνεσθαι ὀκτὼ τὰς πάσας συμπλοκάς· οἷον δυνατὸν ποιεῖν, δυνατὸν μὴ ποιεῖν, ἀδύνατον ποιεῖν, ἀδύνατον μὴ ποιεῖν, δυνατὸν πάσχειν, δυνατὸν μὴ πάσχειν, ἀδύνατον πάσχειν, ἀδύνατον μὴ πάσχειν. τετραχῶς τοίνυν ἑκατέρου λεγομένου, ὁ Ἀριστοτέλης δύο συμπλοκὰς ἀφ’ ἑκατέρου λαμβάνει, τὸ οἰκειότερον τῷ οἰκείῳ ἀποδιδούς· οἷον τῷ μὲν δυνάμει ἀποδέδωκεν τὸ δύνασθαι ποιεῖν2 καὶ τὸ δύνασθαι μὴ πάσχειν (ταῦτα γάρ ἐστιν αὐτῇ οἰκειότερα τῶν λοιπῶν), τῇ δὲ ἀδυναμίᾳ τὸ μὴ δύνασθαι ποιεῖν καὶ τὸ μὴ δύνασθαι μὴ πάσχειν· ταῦτα γάρ ἐστιν αὐτῇ οἰκειότερα. ἵνα δὲ σαφέστερον τὸν λόγον ποιήσωμεν, ὑποδείγματα τούτων προσχρησώμεθα· δυνάμενον ποιεῖν λέγομεν οἷον τὸν πύκτην, δυνάμενον δὲ μὴ πάσχειν τὸν ὑγιεινόν, διότι μὴ βλάπτεται ῥᾳδίως ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων. ταῦτα μὲν οὖν τῆς δυνάμεώς φαμεν τὰ παραδείγματα. ἐπὶ δὲ τῆς ἀδυναμίας φαμὲν μὴ δύνασθαι μὲν ποιεῖν τὸν ῥᾴθυμον τὸν ἔχοντα ὑπτιασμένον τὸν νοῦν καὶ μὴ δυνάμενον ποιεῖν τὰ προσήκοντα, μὴ δύνασθαι δὲ μὴ πάσχειν οἷον τὸ μαλακὸν σῶμα· τοῦτο γὰρ οὐ δύναται μὴ πάσχειν, τοῦτ’ ἔστι μὴ διαιρεῖσθαι. καὶ ἐν τούτοις παραγεγράφθω ἡμῖν τὸ δεύτερον εἶδος τῆς ποιότητος. Προσκεχρήσθω δὲ ἡμῖν εὐτάκτως καὶ τὸ τρίτον εἶδος αὐτῆς, φημὶ δὴ τὴν παθητικὴν ποιότητα καὶ τὸ πάθος· αὕτη γὰρ ἡ παθητικὴ ποιότης ἢ συμπληροῖ τὸ εἶδος, ὡς ἡ ἐν τῷ μέλιτι γλυκύτης, ἢ οὐ συμπληροῖ. καὶ εἰ μὴ συμπληροῖ, ἢ ἐν παντὶ τῷ εἴδει ὑπάρχει, ὡς ἡ λευκότης ἡ ἐν τῷ κύκνῳ, ἢ οὐκ ἐν παντί, ὡς ἡ λευκότης ἡ ἐν τῷ ἀνθρώπῳ, πλὴν ὡς ἂν ᾖ τὴν παθητικὴν ποιότητα ποιεῖ τὴν ἀπὸ πάθους γινομένην.3
“性质的另一个属是依据它我们称某些人为拳击手、奔跑者,或者健康者、多病者,简言之,凡是依自然的潜能或无能而被述说者皆属此类;因为此类事物的每一者之所以被称为具有某种性质,并不是由于处于某种配置中,而是毋宁由于具有某种容易行事或不受任何影响的自然潜能[或无能],等等。” 为了让我们领会性质的第二种,让我们探讨以下三点:潜能按多少种方式被述说;我们的论述关涉哪种潜能;第三,我们正在讨论的这种潜能本身。既然我们怀有这一意图,就当从第一点开始。那么,被单纯述说的潜能按两种方式被述说,要么是直接的,要么是间接的。而如果潜能按两种方式被述说,那么无可争议地,无能也将按同样多的方式被述说,即要么直接,要么间接;因为对立双方中的一者按多少种方式被述说,另一者也就按多少种方式被述说。但是,鉴于例证通常能为所谈论之事带来光明,来吧,让我们为前述的每一项提供一个例证。我们称间接潜能,就如当我们说人对于一切科学都具有适应性时那样;而我们称直接潜能,就如当我们说这个人本身对于语法学具有适应状态时那样。同样,间接无能就如当我们说石头对于一切科学都不具有适应性时那样;而直接无能就如当我们说石头不能对于语法学具有适应状态时那样。在这些之中,我们的第一个要点便告总结。第二个要点是:在列举了潜能与无能的各项含义之后,我们应当了解我们的论述是关涉哪些含义。因此我说,我们的论述既不是关于间接潜能,也不是关于间接无能,而是关于直接的诸项。我们的论述不关涉间接者而关涉直接者,是理所当然的,因为我们的探究是关于偶性与实在者的。因此,一方面因为探究是关于偶性,我们避开间接潜能(因为正如我们将指出的那样,它是实体);另一方面因为我们的论述是关于实在者,我们不探究间接无能(因为它乃是完全的缺乏与非存在)。而间接潜能是实体而非性质,从我们称分有它的质料为无性质这一点便显而易见。而质料分有间接潜能,乃是因为它对一切事物都具有适应性。第三个要点是:我们应当探讨为我们所界定的各项含义。那么,直接潜能(因为我们的论述是关于它的),以及直接无能,既然是在施动与受动中被考察,它们之中的每一者都将被划分为四种方式;结果,所有的组合总共能够产生八种:即能够施动、能够不施动、不能施动、不能不施动、能够受动、能够不受动、不能受动、不能不受动。既然每一方都按四种方式被述说,亚里士多德便从每一方中各取两种组合,将更相宜者分配给相宜的对象:例如,他把能够施动和能够不受动分配给潜能(因为比起其余的组合,这些对它更为相宜),而把不能施动和不能不受动分配给无能;因为这些对它更为相宜。为了让论述更清晰,让我们附加使用它们的例证:我们称能够施动者,例如拳击手;称能够不受动者,例如健康的人,因为他不易受外来侵袭之物的伤害。我们说,这些便是潜能的例证。而在无能方面,我们称不能施动者,为那心智仰卧而不能做合宜之事的心思懈怠者;称不能不受动者,例如柔软的身体,因为这种身体不能不受动,也就是说不能不被分割。就让性质的第二种在这些论述中为我们附录完毕吧。此外,它的第三种,即被动性质与情状,也当有序地为我们附带使用;因为这种被动性质要么充全种,如蜂蜜中的甜;要么不充全种。而如果不充全种,它要么属于全种,如天鹅中的白;要么不属于全种,如人身上的白;但无论如何,它构成了由情状所产生的被动性质。
- 24.12οὐ γὰρ τῷ διακεῖσθαί πως ἕκαστον τῶν τοιούτων ποιὸν λέγεται, ἀλλὰ μᾶλλον τῷ δύναμιν ἔχειν φυσικὴν
带冠词不定式的与格(τῷ διακεῖσθαι... τῷ... ἔχειν)均用作表示原因的与格。对照结构(οὐ... ἀλλὰ μᾶλλον...)标明了性质的第一种(配置)与第二种(自然潜能)之间的本质区别。
- 24.12τῷ μὲν δυνάμει ἀποδέδωκεν τὸ δύνασθαι ποιεῖν
由于底本中的 τῷ μὲν δυνάμει 与后文的阴性与格 τῇ δὲ ἀδυναμίᾳ 形成直接对照,它要么是 τῇ μὲν δυνάμει(“对于潜能”)的抄传讹误,要么是用作名词化的与格。在句法上,它作为动词 ἀποδέδωκεν(“分配给”)的与格间接宾语(“分配给潜能”)。
- 24.12πλὴν ὡς ἂν ᾖ τὴν παθητικὴν ποιότητα ποιεῖ τὴν ἀπὸ πάθους γινομένην
连词 πλὴν 与让步从句 ὡς ἂν ᾖ(“无论如何/无论它是哪一种”)以插入方式出现,主句动词 ποιεῖ 的主语由前文的被动性质承接。τὴν παθητικὴν ποιότητα 为直接宾语,其后同格修饰有带冠词的分词短语 τὴν ἀπὸ πάθους γινομένην。
