- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:120.14-121.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注解亚里士多德《范畴篇》8b32–9a10,阐明为何采用灵魂的美德而非肉体属性作为状态与配置的明确例证,说明疾病与健康等性质如何依其稳定性在配置、被动性质与状态之间转换,并借由区分“配置”的属与种意义来反驳相关的三段论谬误。
" Ὡσαύτως δὲ καὶ ἡ ἀρετή, οἷον ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη καὶ ἕκαστον τῶν τοιούτων, οὐκ εὐκίνητον δοκεῖ εἶναι οὐδ’ εὐμετάβλητον." Εἰκότως ὁ Ἀριστοτέλης ἐνδιέτριψε τοῖς τῆς ψυχῆς παραδείγμασι διὰ τοιαύτην αἰτίαν· ἐπειδὴ ἐλέγομεν ὅτι δυνατὸν τὴν αὐτὴν ποιότητα, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, καὶ ἕξιν εἶναι καὶ παθητικὴν ποιότητα, ἕξιν μὲν πρὸς τὸ ὑποκείμενον, παθητικὴν δὲ ποιότητα πρὸς ἡμᾶς τοὺς αἰσθανομένους, ἡ δὲ ἕξις δύναται θεωρηθῆναι καὶ ἐν σώματι καὶ ἐν ψυχῇ, ὅσαι μὲν οὖν εἰσι ποιότητες ἐν σώματι θεωρούμεναι καὶ ἐνεργείᾳ οὖσαι καὶ ἐν βάθει τελοῦσαι, αὗται ὑπὸ τὴν παθητικὴν ποιότητα ἀνάγονται καὶ ὑπὸ τὴν ἕξιν, οἷον ἡ θερμότης ἡ ἐν τῷ πυρί, ὅσαι δὲ ἐν ψυχῇ μόνον θεωροῦνται, ὑπὸ τὴν ἕξιν καὶ τὴν διάθεσιν μόνην ἀνάγονται, οὐκέτι δὲ ὑπὸ τὴν παθητικὴν ποιότητα· οὐδὲ γὰρ ποιοῦσί τι περὶ τὴν ἡμετέραν αἴσθησιν. βουλόμενος τοίνυν ὁ Ἀριστοτέλης μὴ ἐπαμφοτερίζοντα παραδοῦναι παραδείγματα τούτων, ἕξεως καὶ διαθέσεως, ἠναγκάσθη περὶ ταῦτα ἐνδιατρῖψαι, ἵνα τελείαν τήν τε τῆς ἕξεως καὶ τῆς διαθέσεως ποιήσηται διὰ τῶν παραδειγμάτων διάκρισιν.
“同样,美德(例如正义、节制以及此类事物的每一者)也显得既不是易动的,也不是易变的。” 亚里士多德在出自灵魂的例证上多作停留是理所当然的,其原因如下:因为我们曾说过,同一性质依不同的方面完全可以既是状态又是被动性质——相对于底层主体而言是状态,相对于感知着的我们而言是被动性质——而状态既可以在身体中也可以在灵魂中被考察;因此,凡是在身体中被考察、处于现实并且贯彻至深处的性质,都被归入被动性质和状态之下,例如火中的热;而凡是仅仅在灵魂中被考察的性质,则仅仅被归入状态和配置之下,而不再归入被动性质之下,因为它们对于我们的感觉不产生任何作用。因此,亚里士多德想要给出关于状态和配置的不具两可性的例证,便不得不停留于这些[关于灵魂的例子]上,以便通过这些例证在状态和配置之间做出完备的区分。
"Διαθέσεις λέγονται αἵ εἰσιν εὐκίνητοι καὶ ταχὺ μεταβάλλουσαι, οἷον θερμότης καὶ ψῦξις καὶ νόσος καὶ ὑγεία καὶ ὅσα ἄλλα τοιαῦτα." Ἐνταῦθα γενόμενοι οἱ Ἀττικοὶ ἐξηγηταὶ λαμβάνονται τοῦ φιλοσόφου,1 λέγοντες ὅτι οὐκ εἰκότως παρέλαβε τὰ παραδείγματα· διαθέσεως μὲν γὰρ βουλόμενος παραδείγματα λαβεῖν, θερμότητα καὶ ψῦξιν παρέλαβεν, ἅπερ οὐκ ἔστι διαθέσεις, ἀλλὰ μᾶλλον παθητικαὶ ποιότητες. πρὸς οὕς φαμεν ὅτι πρῶτον μὲν τὴν αὐτὴν ποιότητα, ὡς πολλάκις εἴρηται, καὶ ὑπὸ τὴν διάθεσιν καὶ ὑπὸ τὴν παθητικὴν ποιότητα ἀνάγεσθαι δυνατόν. ἄλλως τε δὲ καὶ κατεφρόνησε τῶν παραδειγμάτων ὁ Ἀριστοτέλης πολλάκις εἰρημένων· εἰ γὰρ ἠβουλήθη σαφέστερον ἀποδοῦναι τὰ παραδείγματα, ἔλεγεν οὕτως· ὅτι αἱ διαθέσεις λέγονται οἷον νόσος καὶ ὑγεία· ἡ δὲ νόσος καὶ ὑγεία εὐκίνητα· τὰ δὲ εὐκίνητα οἷον θερμότης καὶ ψυχρότης. δεῖ τοίνυν τῆς θερμότητος καὶ τῆς ψύξεως ἀκούειν ὡς παραδειγμάτων ὄντων τοῦ εὐκινήτου,2 οὐ μέντοι γε τῆς διαθέσεως· ὥσπερ γὰρ εἴρηται, μὴ πάνυ τῶν παραδειγμάτων φροντίζων, οὐδεμίαν τούτων ἐποιήσατο διάκρισιν, ἀλλὰ πάντα συνέμιξεν.
“那些易动且迅速变化的被称为配置,例如热与冷、疾病与健康以及所有其他此类事物。” 到了这里,阿提卡的注释家们指责哲学家,说他没有合宜地采用例证;因为他本想列举配置的例子,却采用了热与冷,而这些并不是配置,毋宁是被动性质。针对他们,我们主张:首先,正如屡次说过的那样,同一性质完全可以既被归入配置之下,又被归入被动性质之下。此外,亚里士多德对于屡次提及的例证并不苛求;因为他若想要更清晰地给出例证,他本会这样说:配置指的是如疾病与健康;而疾病与健康是易动的;而易动的事物是如热与冷。因此必须把热与冷理解为易动者的例证,绝不是配置的例证;因为正如所说的那样,他并未十分介意这些例证,没有对它们做任何区分,而是把一切混在了一起。
"Εἰ μή τις καὶ αὐτῶν τούτων τυγχάνει διὰ χρόνου πλῆθος ἤδη πεφυσιωμένη καὶ ἀνίατος ἢ πάνυ δυσκίνητος οὖσα, ἣν ἄν τις ἴσως ὡς ἕξιν προσαγορεύοι." Πεφυσιωμένη λέγει, τοῦτ’ ἔστι φύσις τις γενομένη, ὕστερον δὲ ὅτι δυνατὸν τὰς αὐτὰς ποιότητας καὶ ἕξεις καὶ διαθέσεις 〈λέγεσθαι〉· ἡ γὰρ νόσος καὶ ἡ ὑγεία ἕξεις λέγονται, ὥσπερ ἡ ἐν τῷ Μίλωνι τῷ ἀθλητῇ ὑγεία καὶ ἡ τῶν πεντάθλων, περὶ ἧς Ἱπποκράτης φησὶν ‘αἱ εἰς ἄκρον εὐεξίαι σφαλεραί’, νόσος δὲ οἷον ὁ ἑκτικὸς πυρετός. καὶ ταῦτα μὲν ἕξεις λέγει ὡς δυσαπόβλητα, εἰ δ’ εὐμετάβλητα ᾖ ἡ νόσος καὶ ὑγεία, τότε αὐτὰ λέγει διαθέσεις ὑπάρχειν.
“除非这些事物本身中的某一个由于历时久远碰巧已经本性化,并且不可救治或极难变动,人们或许可以把它称为状态。” 他说“本性化”,意思是变成了某种本性;而在后文中[表明]同一诸性质完全可以[被称为]既是状态又是配置;因为疾病与健康也被称为状态,正如运动员米隆身上的健康以及五项全能运动员们的健康,希波克拉底对此谈到“处于顶峰的良好体质是危险的”;而疾病则如消耗热。他把这些作为难以摆脱的事物称为状态;而如果疾病与健康是易变的,那时他就称它们作为配置而存在。
"Εἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις, αἱ δὲ διαθέσεις οὐκ ἐξ ἀνάγκης ἕξεις." Ἐνταῦθα παραλογισμόν τινα γιγνόμενον ἐλέγχει ἐπὶ τούτων ὁ φιλόσοφος τοῦτον ἔχοντα τὸν τρόπον· φησὶ γάρ· ἡ ἕξις διάθεσις, ἡ διάθεσις οὐχ ἕξις, ἡ ἕξις οὐχ ἕξις. καί φαμεν ὅτι ὁ μέσος ὅρος ὁμώνυμός ἐστι, τοῦτ’ ἔστι ἡ διάθεσις· ὥσπερ λέγομεν ὄνομα τὸ κατὰ παντὸς μέρους λόγου φερόμενον, καὶ πάλιν ὄνομα τὸ πτωτικὸν τὸ ἀντιδιαστελλόμενον τῷ ῥήματι, οὕτως ἔστι καὶ καθολικὴ διάθεσις καὶ μερική· ἔστι γὰρ διάθεσις ἡ κοινῶς καθ’ ἕξεως καὶ διαθέσεως κατηγορουμένη, ἔστι δὲ διάθεσις ἡ ἀντιδιαστελλομένη τῇ ἕξει. ποτὲ δὲ ὁ συλλογισμὸς λαμβάνει τὴν καθολικωτέραν διάθεσιν, ὅτε λέγει ‘ἡ ἕξις διάθεσις’, ποτὲ δὲ τὴν μερικωτέραν, ὅτε φησὶν ‘ἡ δὲ διάθεσις οὐχ ἕξις’. καὶ ἐκ τούτου συμβαίνει τὸν παραλογισμὸν γεγενῆσθαι· πλανᾷ γὰρ τούτους ἡ τῆς διαθέσεως ὁμωνυμία, μὴ ἐν τοῖς ἀμφοτέροις ὅροις τοῦ συλλογισμοῦ τὸ αὐτὸ λαμβάνηται σημαινόμενον.3
“状态也是配置,但配置并不必然是状态。” 在这里,哲学家反驳了在这些事物上产生的具有如下形式的某种谬辩;因为[论敌]说:“状态是配置;配置不是状态;因此状态不是状态。”而我们主张,中项(即“配置”)是同名异义的。正如我们既把适用于一切词类的词称为“名词”,又把与动词相对立的具有格变化的词称为“名词”一样,普遍的配置和特殊的配置也是如此存在;因为有一种配置是共同述说状态与配置的,还有一种配置是与状态相对立的。这个三段论有时采取较普遍的配置(即当它说“状态是配置”时),有时采取较特殊的配置(即当它说“而配置不是状态”时)。正是由此导致了谬辩的产生;因为配置的同名异义性迷惑了他们,在三段论的两个项中并没有采取相同的含义。
- 24.9λαμβάνονται τοῦ φιλοσόφου
动词 λαμβάνομαι 的中动形式支配属格(τοῦ φιλοσόφου),表示“批评、指责、责难”的习惯用法。
- 24.9δεῖ τοίνυν τῆς θερμότητος καὶ τῆς ψύξεως ἀκούειν ὡς παραδειγμάτων ὄντων τοῦ εὐκινήτου
在无人称动词 δεῖ 之后,ἀκούειν 支配属格(τῆς θερμότητος καὶ τῆς ψύξεως),并连用 ὡς 与属格分词短语(παραδειγμάτων ὄντων ...),构成“应当将某物理解/解释为某物”的句式。
- 24.11μὴ ἐν τοῖς ἀμφοτέροις ὅροις τοῦ συλλογισμοῦ τὸ αὐτὸ λαμβάνηται σημαινόμενον
连词 μὴ 搭配虚拟式(λαμβάνηται),引导表示否定原因(“因为……未被采纳/由于……没有被采取”)的从属从句,依附于前述主句(πλανᾷ γὰρ τούτους...)。
