← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§119.1-120.13

性质的多义性与状态和配置的区分

注解亚里士多德《范畴篇》8b26–8b31,阐明性质的多种被说方式指同名同义的区分,解释状态与配置因程度差异而被归为一个种的原因,论证为何应当在两者区分中增补完全性与偶生性,并讨论技术、部分知识以及瘟疫导致失忆的例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.2

" Ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων." Ἀποροῦμεν ἐνταῦθα ὅτι ἡ ποιότης τῶν πολλαχῶς λεγομένων, τὰ δὲ πολλαχῶς λεγόμενα ὁμώνυμα, ἡ ποιότης ἄρα ὁμώνυμος. ἡ δὲ λύσις ἐστὶν αὕτη· ὅτι καὶ αὐτὸ τοῦτο τὸ πολλαχῶς λέγεσθαι πολλὰ σημαίνει· πολλαχῶς γὰρ λέγεται καὶ τὰ ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ ἀφ’ ἑνός. ἀλλὰ τὰ μὲν ὁμώνυμα πολλαχῶς λέγονται, οὐ μέντοι γε καὶ εἰσίν· ἐν γὰρ ὀνόμασι μόνον ἡ κοινωνία. τὰ δὲ συνώνυμα καὶ εἰσὶ καὶ λέγονται. ὁ τοίνυν Ἀριστοτέλης τὸ πολλαχῶς ἐνταῦθα λέγεσθαι ἐπὶ τῶν συνωνύμων περιέλαβεν. ἀλλ’ ἵνα τελεία γένηται ἡ ἀπόκρισις, προσθῶμεν τὸ ‘ὄντων’ κατὰ διάνοιαν, ἵνα εὑρεθείη τὸ ῥητὸν οὕτως ἔχον ‘ἡ δὲ ποιότης ἐστὶ τῶν πολλαχῶς λεγομένων ὄντων’, ἵνα τὸ τέλειον τὴν τῶν ὁμωνύμων διάκρισιν ποιησώμεθα.1

“性质属于依多种方式被说者。” 在这里我们提出疑难:性质属于依多种方式被说者,而依多种方式被说者是同名异义的,因此性质是同名异义的。解答乃是如此:即这“依多种方式被说”本身就意味着许多事物;因为同名异义者、同名同义者以及源于一者的事物,都是依多种方式被说的。但是同名异义者虽依多种方式被说,却并不如此存在;因为共有仅仅在于名称中。而同名同义者既如此存在,又如此被说。因此,亚里士多德在这里将“依多种方式被说”理解为针对同名同义者。但为了使回答完备,让我们在思想中加上“存在的”,以便发现该文句是这样的:“性质属于依多种方式被说的存在者”,以便我们完全做出与同名异义者的区分。

§24.3

"Ἕν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθω." Ζητοῦμεν ἐνταῦθα πῶς ἀπαριθμησάμενος δύο εἴδη, λέγω δὴ ἕξιν καὶ διάθεσιν, ἓν εἶδος ταῦτα μόνον ἐκάλεσε. καί φασιν ὅτι ἡ ἕξις καὶ ἡ διάθεσις οὐδὲν διενηνόχασιν ἀλλήλων, εἰ μὴ τῷ μᾶλλον καὶ ἧττον· τὸ δὲ μᾶλλον καὶ ἧττον εἴδους διαφορὰν οὐκ ἐργάζεται· ἡ ἄρα ἕξις καὶ διάθεσις οὔκ εἰσι διάφορα ἀλλ’ ἕν, ὡς εἶπεν, εἶδος τὸ δεχόμενον τὸ μᾶλλον καὶ ἧττον.

“那么,性质的一个种应当被称为状态和配置。” 在这里我们探究,他在列举了两个种(我指的是状态和配置)之后,为什么仅称它们为“一个种”。他们说,状态和配置彼此除由于程度之多与少之外并无差别;而程度之多与少并不造成种的差异;因此状态和配置并不是不同的种,而是正如他所说,是容纳程度之多与少的一个种。

§24.4

"Διαφέρει δὲ ἕξις διαθέσεως τῷ μονιμώτερον καὶ χρονιώτερον εἶναι." Ἐνταῦθα βουλόμενος διάκρισιν ποιήσασθαι ἕξεως καὶ διαθέσεώς φησιν ὁ φιλόσοφος ὅτι ταῦτα οὐ διενήνοχεν, εἰ μὴ τῷ πολυχρονιωτέρῳ. πρὸς ὃν φαμεν ὅτι αὕτη οὐκ ἔστι τελεία διάκρισις· οὐ μόνον γὰρ ταῦτα, τοῦτ’ ἔστιν τὴν ἕξιν καὶ τὴν διάθεσιν, τῷ πολυχρονιωτέρῳ καὶ ὀλιγοχρονιωτέρῳ διακρίνομεν, ἀλλὰ καὶ ἐπὶ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην καὶ τὸ πάθος ταύτῃ πειρώμεθα διακρῖναι.2 ἵνα γοῦν τούτων γένηται τελεία διάκρισις, ἑκατέροις τοῖς εἴδεσι προσθετέον τῇ μὲν ἕξει καὶ διαθέσει τὸ τέλειον καὶ ἀτελές, τῇ δὲ παθητικῇ ποιότητι καὶ τῷ πάθει τὸ ἐπεισοδιῶδες, ἵνα εὑρεθείη οὕτως ‘τὸ πολυχρονιώτερον καὶ μονιμώτερον καὶ τελειωτικὸν ἕξις ἐστί, τὸ δὲ ὀλιγοχρόνιον καὶ εὐμετάβλητον καὶ οὐ τέλειον διάθεσίς ἐστι, παθητικὴ δὲ ποιότης ἐστὶ τὸ πολυχρόνιον καὶ δυσμετάβλητον καὶ ἐπεισοδιῶδες, 〈πάθος δέ ἐστι τὸ ὀλιγοχρόνιον καὶ εὐμετάβλητον καὶ ἐπεισοδιῶδες〉· αὕτη γὰρ ἡ προσθήκη γενομένη τελείαν τὴν ἀμφοτέρων ποιεῖται διάκρισιν.

“状态与配置的差别在于更加持久和更为长久。” 在这里,哲学家想要对状态和配置做出区分,他说这两者除了由于更为长久之外并无差别。针对他,我们主张这不是完备的区分;因为我们不仅通过更为长久和更为短暂来区分这两者(即状态和配置),而且对于由情态产生的被动性质与情态本身,我们也尝试依此来区分。因此,为了使它们得到完备的区分,必须对这两对种分别予以添加:对状态和配置添加完全与不完全,对被动性质和情态添加偶生性;以便发现是这样的:“更为长久、更加持久且具成全性的是状态,而短暂、易变且不完全的是配置;长久、难变且具偶生性的是被动性质,〈而短暂、易变且具偶生性的是情态〉”;因为做出了这种添加之后,就构成了对两者的完备区分。

§24.5

"Τοιαῦται δὲ αἱ ἐπιστῆμαι καὶ αἱ ἀρεταί." Προσυπακουστέον ἐνταῦθα ὅτι καὶ αἱ τέχναι. αἱ δὲ τέχναι λέγονται μόνιμοι εἶναι καὶ δυσμετάβλητοι οὐ πρὸς τὸ ὑποκείμενον, ἀλλὰ πρὸς τὴν γνῶσιν τοῦ γιγνώσκοντος, εἰ ἄρα ἐν ἕξει ἔχει τὰ ἰατρικὰ θεωρήματα.

“诸门科学和诸美德便是这样的。” 在这里必须连带理解:“技术也是如此”。而技术之所以被称为持久且难变的,不是相对于底层主体而言,而是相对于认知者的知识而言,如果他确实以状态的形式掌握了医学的诸定理。

§24.6

"Ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ." Μετρίαν ἐπιστήμην καλεῖ τὴν τέχνην διὰ τὸ ῥευστὸν τῆς ὕλης, ἢ μέρος τῆς ἐπιστήμης, ὡς ἐάν τις πολλῶν ὄντων τῶν Εὐκλείδου θεωρημάτων δέκα μόνον εἰδῇ θεωρήματα, ἀκριβῶς μέντοι καὶ δυσμεταβλήτως.

“哪怕有人适度地获得了某种科学。” 由于质料的流动性,他将技术称为“适度的科学”,或者指的是科学的一部分,正如在欧几里得的定理虽多,有人却仅知晓十个定理,但这十个定理却是准确且难变地知晓的那样。

§24.7

"Ἐάνπερ μὴ μεγάλη μεταβολὴ γένηται ὑπὸ νόσου ἢ ἑτέρου τινὸς τοιούτου." Τοιαύτην μεταβολὴν Θουκυδίδης ἱστόρησεν ἐν τῷ κατ’ αὐτὸν λοιμῷ· φησὶ γὰρ ὅτι ζήσαντες σφᾶς τε ἑαυτοὺς ἠγνόουν καὶ τοὺς ἐπιτηδείους, πολλῷ μᾶλλον καὶ τὴν ἐπιστήμην,3 ἣν εἶχον τὸ πρίν.

“除非因疾病或其他某种类似情况而发生重大变化。” 修昔底德在他所处时代的瘟疫中记述了这样的变化;因为他说,活下来的人既不认得他们自己,也不认得他们的亲友,更不用说他们先前所拥有的科学了。

语法注3 条
  1. 24.2ἵνα τὸ τέλειον τὴν τῶν ὁμωνύμων διάκρισιν ποιησώμεθα

    这里的 τὸ τέλειον 用作状语性宾格,修饰动词 ποιησώμεθα(“以便我们完全地做出区分”)。结合前文的 ἵνα τελεία γένηται ἡ ἀπόκρισις(“为了使回答完备”),其用意在于彻底排除与同名异义者的混淆。

  2. 24.4ἀλλὰ καὶ ἐπὶ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην καὶ τὸ πάθος ταύτῃ πειρώμεθα διακρῖναι

    短语 ἐπὶ τὴν παθητικὴν ποιότητα ... καὶ τὸ πάθος 由前置词 ἐπί 支配,指示该区分所适用的对象范围,而 ταύτῃ 则是表示手段或标准的与格(意为“以此[即依据时间的长短]”),修饰动词不定词 διακρῖναι。整个结构表示“我们在受动性质与情态的情况中也尝试依此做出区分”。

  3. 24.7ζήσαντες σφᾶς τε ἑαυτοὺς ἠγνόουν καὶ τοὺς ἐπιτηδείους, πολλῷ μᾶλλον καὶ τὴν ἐπιστήμην

    不定过去时分词 ζήσαντες(“活下来的人”)在此作主语。动词 ἠγνόουν 支配直接宾语 σφᾶς τε ἑαυτούς 和 τοὺς ἐπιτηδείους,而 καὶ τὴν ἐπιστήμην 则跟在比较副词短语 πολλῷ μᾶλλον(“更不用说 / 何况”)之后,作为承前省略的 ἠγνόουν 的追加宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:119.1-120.13