- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:117.27-118.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注解了《范畴篇》第8章关于性质的定义(8b25),讨论了亚里士多德使用“我所谓”的缘由,告诫不可对派生名产生误解,解释了选用“是”而非“变成”的意图,并论证了性质与具质者相互说明之次序的合理性。
" Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες λεγόμεθα εἶναι." Ἔθος ἐστὶ τοῖς ἀρχαιοτέροις, ἵν’ ὅτε μὲν αὐτοὶ εὑρίσκωσιν ὀνόματα, λέγειν τὸ λεγέσθω καὶ καλείσθω, ὅτε δὲ ὄνομα λέγουσιν ηὑρημένον 〈ἐν〉τῇ κοινῇ συνηθείᾳ καὶ παρὰ τοῖς παλαιοῖς κείμενον, λέγειν τὸ καλεῖται καὶ λέγεται. πῶς οὖν ἐνταῦθα ὁ Ἀριστοτέλης περὶ ποιότητος διαλεγόμενος τὸ λέγω εἶπεν, καίτοι εὕρηται ἡ χρῆσις τοῦ ὀνόματος παρὰ Πλάτωνι; πρὸς τοῦτό φαμεν ὅτι εἶπεν τὸ λέγω ὁ φιλόσοφος, οὐχ ὡς βουλόμενος σφετερίσασθαι τὸ ὄνομα τῶν ἀρχαίων, ἀλλ’ ὡς πλατυτέραν τὴν τούτου χρῆσιν ποιῶν· εἰ γὰρ καὶ παρὰ Πλάτωνι ἦν ηὑρημένον, ἀλλ’ οὖν σπανία ἡ τούτου 〈χρῆσις〉 ἐφαίνετο, ὡς δηλοῖ καὶ αὐτὸς λέγων ‘ἔοικάς μοι μὴ πάνυ γινώσκειν τὸ τῆς ποιότητος ὄνομα ἀθρόως λεγόμενον’. δῆλον οὖν ὅτι οὐκ ἦν ἡ τούτου χρῆσις παρὰ τοῖς παλαιοῖς πλατυτέρα ηὑρημένη. ὡς οὖν αὐτὸς τελείαν τὴν περὶ ταύτης διδασκαλίαν ποιούμενος καὶ πᾶσι φανεράν, εἶπεν τὸ λέγω. μὴ περιπλανήσῃ δέ τινας ἡ λέξις διὰ τὸ εἰπεῖν ὅτι ποιότητα λέγω καθ’ ἣν ποιοί τινες εἶναι λέγονται καὶ νομίσαι1 πᾶσαν ποιότητα παρωνύμως λέγεσθαι καὶ πᾶν παρωνύμως λεγόμενον ποιότητα εἶναι· οὐδὲ γὰρ τοῦτό ἐστιν ἀληθές· οὔτε γὰρ πᾶσα ποιότης παρωνύμως κατηγορεῖται (ἡ γὰρ ἀρετὴ καὶ ὁ σπουδαῖος ποιότητες οὖσαι οὐ κατηγοροῦνται παρωνύμως διὰ τὸ μὴ ἔχειν κοινωνίαν ὀνόματος, ἀλλὰ μᾶλλον ἑτερωνύμως), οὔτε πᾶν παρωνύμως λεγόμενον ποιότης ἐστί· τὰ γὰρ πατρωνυμικὰ εἰ καὶ παρωνύμως λέγονται, ἀλλ’ οὖν οὐκ ἄν ποτέ τις ταῦτα καλέσαι ποιότητας. ἐνταῦθα δὲ ζητοῦσι τίνος χάριν οὐκ εἶπε ‘ποιότητα λέγω καθ’ ἣν ποιοί τινες γινόμεθα’, ἀλλὰ καθ’ ἣν ποιοί τινες εἶναι λέγονται. καὶ λέγομεν ὅτι διὰ τοῦ εἶναι ἐχώρισε τὴν παθητικὴν 〈ποιότητα〉ἀπὸ τοῦ πάσχειν, ὅτι ἡ μὲν παθητικὴ ποιότης τῶν ὄντων ἐστὶ καὶ σύνεστι ἀεὶ τῷ ὑποκειμένῳ, τὸ δὲ πάσχειν ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι. εἰ οὖν εἶπεν ‘καθ’ ἣν ποιοί τινες γινόμεθα’, ἐπειδὴ καὶ ἡ ποιότης ἡ ὑπὸ τὸ πάσχειν ἀναγομένη, τοῦτ’ ἔστιν ἡ διὰ φόβον ὠχρίασις, ποιούς τινας ἡμᾶς ποιεῖ, ἀπεπλάνα τὸν νοῦν τῶν ἀκροωμένων περὶ τοῦτο τὸ σημαινόμενον. τὸ δὲ εἶναι προσθεὶς ἔδειξεν ὅτι περὶ τῆς παθητικῆς ποιότητος διαλέγεται, ἥτις τῶν ὄντων ἐστί, καὶ οὐ περὶ τοῦ πάσχειν τοῦ ἐν τῷ γίνεσθαι ἔχοντος τὸ εἶναι. ἐλάβοντο δέ τινες ταύτης τῆς γραφῆς,2 λέγοντες ὅτι τίνος χάριν ἐνταῦθα μὲν τὴν ποιότητα διὰ τοῦ ποιοῦ ἐδίδαξεν, ἐν δὲ τῷ τέλει τῆς κατηγορίας διὰ τῆς ποιότητος δηλοῖ τὸ ποιόν. καί φαμεν ὅτι εἰκότως τοῦτο πεποίηκε· τὴν μὲν γὰρ ποιότητα ὡρίσατο διὰ τοῦ ποιοῦ διὰ δύο αἰτίας τινάς· πρῶτον μὲν διὰ τοῦ σαφοῦς δεῖ σημαίνειν τὸ ἀσαφές· λέγομεν δὲ τὸ ποιὸν σαφέστερον εἶναι τῆς ποιότητος, διότι καὶ τὸ μετέχον τοῦ μετεχομένου σαφέστερόν ἐστι· τὸ γὰρ ποιόν, τοῦτ’ ἔστι τὸ σῶμα τὸ μετέχον τῆς ποιότητος, αὐτὴν μετέχει τὴν ποιότητα, οὐχὶ δὲ ἡ ποιότης μετέχει τὸ σῶμα. ἢ οὖν διὰ τοῦ σαφοῦς, τοῦτ’ ἔστι τοῦ ποιοῦ, τὴν ποιότητα ἐσήμανεν, ἢ διότι3 ἡ ποιότης γένος ἐστὶ γενικώτατον. ταῦτα δὲ τὰ γένη οὐ δυνάμεθα σημᾶναι 〈ἐκ τῶν〉 πρὸ αὐτῶν, διότι οὐδὲν [μηδὲν] ἔχουσιν ἀνωτέρω αὐτῶν, ἀλλ’ ἐκ τῶν μετεχόντων αὐτά, ὅπερ καὶ ἐνταῦθα πεποιήκαμεν, διὰ τοῦ μετέχοντος τῆς ποιότητος, ἤγουν 〈τοῦ ποιοῦ〉, τὸ γένος τοῦτο τὸ γενικώτατον, λέγω δὴ τὴν ποιότητα, δηλώσαντες. ἐν δὲ τῷ τέλει τῆς κατηγορίας τὸ ποιὸν διὰ τῆς ποιότητος ἐσήμανε διὰ τὴν ἀνάγκην τῶν πρός τι· ἐπειδὴ γὰρ ταῦτα διὰ τὴν σχέσιν πρός τί εἰσιν, ἐν δὲ τοῖς πρός τι ἀνάγκη συνεισάγεσθαι τὸ ἕτερον τῷ ἑτέρῳ, τούτου χάριν ἐνταῦθα τὸ ποιὸν βουλόμενος δηλῶσαι προσυπήκουσε τὴν ποιότητα διὰ τὴν ἀνάγκην τῶν πρός τι, ὡς εἴρηται.
“我所谓性质,是指我们凭之被称为具有某种质性的东西。” 古人的习惯是,当他们自己创制名称时,说“应当被说”和“应当被称为”,而当他们说到通用习惯中发现的、由古人确立的名称时,则说“被称为”和“被说”。那么,为什么在这里亚里士多德在探讨性质时说了“我所谓”,尽管在柏拉图那里已经发现了这个名称的用法?对此我们主张,这位哲学家说“我所谓”,并不是想要将属于古人的名称据为己有,而是使它的用法更加宽泛;因为即便它曾在柏拉图那里被发现,然而其使用看来仍属罕见,正如他本人所表明的,他说:“在我看来,你似乎完全不认识总括而言的性质这一名称。”由此明了,这个词的用法在古人那里并未发现是更宽泛的。因此,作为使关于它的讲授变得完备且向众人表明清楚的人,他说了“我所谓”。 然而,不要让文句因其说“我所谓性质是指他们凭之被称为具有某种质性的东西”而使某些人产生迷误,并认为一切性质都依派生名而被说,且一切依派生名而被说者皆为性质;因为这也并非属实。因为既非一切性质都依派生名而被述谓(因为美德与善人虽为性质,但由于不共享名称,因而并非依派生名而被述谓,而毋宁是依异名而被述谓),亦非一切依派生名而被说者皆为性质;因为父名即便依派生名而被说,但也绝没有人会称其为性质。 在这里人们探究,由于什么缘故他没有说“我所谓性质是指我们凭之变成具有某种质性的东西”,而是说凭之被称为是具有某种质性的。我们主张,通过“是”,他将被动性质与受动区分开来,因为被动性质属于实有者,并且始终伴随着底层主体,而受动则其存在在于生成之中。因此,如果他曾说“我们凭之变成具有某种质性的东西”,既然归属于受动之下的性质(即因恐惧而发白)也使我们具有某种质性,这就会使听者的心智就这一含义产生偏离。但他加上“是”,表明了他所探讨的是属于实有者的被动性质,而不是存在在于生成之中的受动。 然而,某些人抓住了这处文句,说:由于什么缘故在这里他通过具有某种质性者讲授了性质,而在该范畴的末尾却通过性质表明具有某种质性者?我们主张,他这样做是合乎情理的。因为他通过具有某种质性者定义性质,是出于两个原因:首先,应当通过明了者指示不明了者;我们主张具有某种质性者比性质更明了,因为分有者比被分有者更明了。因为具有某种质性者(即分有性质的物体)分有性质本身,而不是性质分有物体。因此,要么他通过明了者(即具有某种质性者)指示了性质,要么是因为性质是最普遍的属。而这些属我们不能从其先于者来指示,因为它们之上没有任何更高的东西,而只能从分有它们的东西来指示;这正是我们在这里所做的,通过分有性质者(即具有某种质性者)表明了这个最普遍的属,我指的是性质。另一方面,在该范畴的末尾,他通过性质指示了具有某种质性者,乃是由于关系概念的必然性;因为既然这些由于其关联而是关系概念,而在关系概念中一者必然随同另一者被引入,为此缘故,在这里想要表明具有某种质性者时,正如所说过的,由于关系概念的必然性,他连带理解了性质。
- 24.1μὴ περιπλανήσῃ δέ τινας ἡ λέξις διὰ τὸ εἰπεῖν ... καὶ νομίσαι
不定词 νομίσαι 通过连词 καί 与由否定词 μή 加虚拟式 περιπλανήσῃ 构成的禁止/阻止从句相并列或相顺应。它表达了迷误的结果:“不可让文句误导……并[使他们]认为”。νομίσαι 的逻辑主语是宾格的 τινάς。
- 24.1ἐλάβοντο δέ τινες ταύτης τῆς γραφῆς
中动相动词 λαμβάνομαι 与属格补足语(此处为 ταύτης τῆς γραφῆς)连用,是一种习惯用法,意为“非难”、“挑剔”或“就……提出质疑”。
- 24.1ἢ οὖν διὰ τοῦ σαφοῦς ... ἢ διότι
表示选择的相关词 ἢ ... ἢ 以略带不对称的句法并列了两个原因:前者是一个带有 διά 的介词短语(διὰ τοῦ σαφοῦς...),而后者是一个原因从句(διότι...)。两者均是对前面 διὰ δύο αἰτίας τινάς(“出于两个原因”)的具体展开。
