- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:116.10-117.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在阐述完第三个前提(规定受动以及就接纳者与感知者而言性质的双重性)后,作者给出了推导性质四个种的三种划分方法,随后讨论了四个种之间的差异(论题4)以及它们排列次序的依据(论题5)。
ἐπὰν δὲ εἴη ἡ τοιαύτη χωριστή, ὡς ἄν εἴποι τις ἐν τῷ γίγνεσθαι ἔχειν τὸ εἶναι,1 τότε λέγεται πάσχειν, ὥσπερ ἡ ἀπὸ φόβου γινομένη ὠχρότης· τούτους γάρ, φημὶ δὴ τοὺς διὰ φόβον ὠχριῶντας, οὐδὲ ὠχρίας καλοῦμεν, διότι φθερεῖ τὴν προσηγορίαν ἡ φύσις μεταβάλλουσα τὴν χροιάν. τρίτον λῆμμα· τὴν αὐτὴν ποιότητα καὶ παθητικὴν εἶναι καὶ ἕξιν〈δυνατόν, κατ’〉 ἄλλο2 μέντοι καὶ ἄλλο, ἕξιν μὲν ὡς πρὸς τὸ δεξάμενον σῶμα, παθητικὴν δὲ ποιότητα ὡς πρὸς τὸν αἰσθανόμενον· οἷον ἡ ἐν πυρὶ θερμότης κατ’ ἄλλο καὶ ἄλλο καὶ ἕξις ἐστὶ καὶ παθητικὴ ποιότης, ἕξις μὲν ὡς πρὸς αὐτὴν τὴν οὐσίαν δεξαμένην τὴν θερμότητα, παθητικὴ δὲ ποιότης ὡς πρὸς αὐτοὺς τοὺς αἰσθανομένους. Τούτων οὖν οὕτως ἐχόντων καὶ προειλημμένων ἡμῖν τῶν τριῶν λημμάτων, φέρε τῆς διαιρέσεως ἐφαψώμεθα. ἡ τοίνυν ποιότης ἢ τελειωτική ἐστιν ἢ κακωτικὴ ἢ οὔτε τελειωτικὴ οὔτε κακωτική. καὶ εἰ μὲν τελειωτικὴ εἴη ἢ κακωτική, ἢ πάθος ποιεῖ περὶ τὴν αἴσθησιν ἢ οὐ ποιεῖ πάθος. καὶ εἰ μὲν ποιεῖ πάθος, ποιεῖ τὴν παθητικὴν ποιότητα τὴν πάθος ποιοῦσαν περὶ τὴν αἴσθησιν. εἰ δὲ οὐ ποιεῖ πάθος, ἢ δυσαπόβλητός ἐστιν ἢ εὐαπόβλητος. καὶ εἰ μὲν δυσαπόβλητος, ποιεῖ τὴν ἕξιν, εἰ δὲ εὐαπόβλητος, ποιεῖ τὴν διάθεσιν. εἰ δέ ἐστι μήτε τελειωτικὴ μήτε κακωτική, ἢ κατ’ ἐπιτηδειότητά ἐστιν ἢ κατ’ ἐνέργειαν. καὶ εἰ μὲν κατ’ ἐπιτηδειότητά ἐστι, ποιεῖ τὸ δεύτερον εἶδος τῆς ποιότητος τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν· οὐδὲν γὰρ ἕτερόν ἐστι δύναμις καὶ ἀδυναμία ἢ ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης. εἰ δὲ κατ’ ἐνέργειαν εἴη, ἢ διὰ βάθους ἐστὶν ἢ ἐπιπολαίως. καὶ εἰ μὲν διὰ βάθους ἐστί, ποιεῖ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην. εἰ δὲ ἐπιπολαίως ἐστίν, ἢ ἐν ἀψύχοις θεωρεῖται ἢ ἐν ἐμψύχοις. καὶ εἰ μὲν ἐν ἀψύχοις, ποιεῖ τὸ σχῆμα, εἰ δὲ ἐν ἐμψύχοις, ποιεῖ τὴν μορφήν. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν περὶ τοῦ ἐπιπολαίως, ὅτι ἢ μαθηματικά ἐστι καὶ γίνεται τὸ σχῆμα, ἢ φυσικὰ καὶ ποιεῖ τὴν μορφήν. ἔστι δὲ καὶ δευτέραν εἰπεῖν διαίρεσιν τούτου, ὅτι ἡ ποιότης ἢ δυνάμει ἐστὶν ἢ ἐνεργείᾳ. καὶ εἰ μὲν δυνάμει ἐστί, ποιεῖ τὸ δεύτερον εἶδος τῆς ποιότητος τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν. εἰ δὲ ἐνεργείᾳ ἐστίν, ἢ νῷ γινώσκεται ἢ αἰσθήσει. καὶ εἰ μὲν νῷ γιγνώσκεται, ποιεῖ τὴν ἕξιν καὶ διάθεσιν. εἰ δὲ αἰσθήσει γιγνώσκεται, ἢ μιᾷ ἢ πολλαῖς. καὶ εἰ μὲν μιᾷ αἰσθήσει γιγνώσκεται, ποιεῖ τὴν παθητικὴν ποιότητα. 〈εἰ〉 δὲ πολλαῖς, ποιεῖ τὸ σχῆμα καὶ τὴν μορφήν. γυμνασίας δὲ χάριν ἔστιν εἰπεῖν καὶ τρίτην διαίρεσιν, ὅτι ἡ ποιότης ἢ ἐν ψυχῇ θεωρεῖται ἢ ἐν σώματι ἢ ἐν ψυχῇ καὶ σώματι. καὶ εἰ μὲν ἐν ψυχῇ καὶ σώματι θεωρεῖται, ποιεῖ τὴν ἕξιν καὶ τὴν διάθεσιν. εἰ δὲ ἐν ψυχῇ μόνῃ, ποιεῖ τὸ δεύτερον εἶδος τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν. εἰ δὲ ἐν σώματι θεωρεῖται, ἢ διὰ βάθους ἐστὶν ἢ ἐπιπολαίως. καὶ εἰ μὲν διὰ βάθους, ποιεῖ τὴν παθητικὴν ποιότητα, εἰ δὲ ἐπιπολαίως, τὸ σχῆμα καὶ τὴν μορφήν. μέχρι τούτων καὶ τὸ τρίτον κεφάλαιον. Τέταρτόν ἐστιν ἡ διαφορὰ τῶν εἰδῶν. καί φαμεν ὅτι τεσσάρων ὄντων τὸ πρῶτον καὶ τρίτον καὶ τέταρτον διαφέρει τοῦ δευτέρου, ὅτι τὰ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ. πάλιν διαφέρουσιν ἀλλήλων, ὅτι τὸ μὲν πρῶτον καὶ ἐν ψυχῇ 〈καὶ ἐν σώματι〉 θεωρεῖται, τὸ δὲ δεύτερον ἐν ψυχῇ μόνῃ, τὸ δὲ τρίτον καὶ τέταρτον ἐν σώματι μόνον. πάλιν τὸ τρίτον τοῦ τετάρτου διαφέρει, ὅτι τὸ μὲν τρίτον διὰ βάθους θεωρεῖται, τὸ δὲ τέταρτον ἐπιπολαίως τοῦ σώματος. Πέμπτον τὴν τούτων τάξιν ζητήσωμεν. καί φαμεν ὡς εἰκότως ἕξις καὶ διάθεσις τῶν ἄλλων προτέτακται, διότι καὶ ἐνεργείᾳ ἐστὶ καὶ τελειωτικὴ τῆς ψυχῆς καὶ ἐν σώματι καὶ ἐν ψυχῇ θεωρεῖται. προτετίμηται οὖν καὶ ταῦτα τῶν ἄλλων. πάλιν τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν εἰκότως δευτέραν ἔλαχε τάξιν, τοῦ μὲν πρώτου,3 καθότι τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ, τὰ πρωτεῖα δὲ ἀπείληφε τῶν λοιπῶν, καθὸ τὸ μὲν δεύτερον περὶ ψυχὴν θεωρεῖται, τὰ δὲ λοιπὰ περὶ τὸ σῶμα δηλοῦνται. τὸ δὲ τρίτον εἰκότως προτέτακται τοῦ τετάρτου, ἐπειδὴ τὸ μὲν ἐν βάθει ἐστὶ τὸ δὲ ἐπιπολαίως θεωρεῖται. τοῦτο πέρας τῆς προκειμένης θεωρίας.
然而,当此类性质是可分离的,乃至可谓其存在即在于生成之中时,那时它就被称为受动,正如因恐惧而产生的苍白;因为这些人,我指的是因恐惧而发白的人,我们甚至不称其为“苍白的人”,因为自然通过改变肤色,将会消除这一称谓。第三个前提:同一性质既是被动性质又是习性是可能的,然而乃是依不同的方面而言:对于接纳它的物体而言是习性,而对于感觉者而言则是被动性质。例如,火中的热依不同的方面而言既是习性又是被动性质:对于接纳热的实体本身而言是习性,而对于感觉者自身而言则是被动性质。 因此,既然这些情况如此,并且我们已经预先确立了这三个前提,那么来吧,让我们着手进行划分。那么,性质要么是完善性的,要么是毁损性的,要么既非完善性亦非毁损性。如果它是完善性或毁损性的,它要么在感觉中产生受苦,要么不产生受苦。如果它产生受苦,它就构成在感觉中产生受苦的被动性质;如果不产生受苦,它要么难以失去,要么容易失去。如果难以失去,它就构成习性;如果容易失去,它就构成状态。另一方面,如果它既非完善性亦非毁损性,它要么依照适宜性,要么依照现实活动。如果它依照适宜性,它就构成性质的第二种,即依照能力与无能力的那一种;因为能力与无能力不是别的,正是适宜性与不适宜性。如果它依照现实活动,它要么深入内部,要么停留在表面。如果深入内部,它就构成由受苦产生的被动性质;如果停留在表面,它要么在无灵魂之物中被考察,要么在有灵魂之物中被考察。如果在无灵魂之物中,它就构成形状;如果在有灵魂之物中,它就构成形貌。关于停留在表面者,也可以换一种方式表述:它们要么是数学性的因而成为形状,要么是自然性的因而构成形貌。对它也可以陈述第二种划分:性质要么处于潜能中,要么处于现实中。如果它处于潜能中,它就构成性质的第二种,即依照能力与无能力的那一种;但如果它处于现实中,它要么由理智所认识,要么由感觉所认识。如果由理智所认识,它就构成习性与状态;但如果由感觉所认识,要么由单一的感觉,要么由多种感觉。如果由单一感觉所认识,它就构成被动性质;如果由多种感觉所认识,它就构成形状与形貌。为了演练的目的,也可以陈述第三种划分:性质要么在灵魂中被考察,要么在身体中被考察,要么在灵魂与身体中被考察。如果在灵魂与身体中被考察,它就构成习性与状态;如果仅在灵魂中,它就构成依照能力与无能力的第二种;但如果在身体中被考察,它要么深入内部,要么停留在表面。如果深入内部,它就构成被动性质;如果停留在表面,它就构成形状与形貌。到这些为止就是第三个论题。 第四个论题是诸种的差异。我们主张,在这四种之中,第一、第三和第四与第二不同,因为前者处于现实中,而后者处于潜能中。它们又彼此不同,因为第一种在灵魂和身体中都被考察,而第二种仅在灵魂中,第三和第四仅在身体中。第三种又与第四种不同,因为第三种在身体的深处被考察,而第四种在身体的表面被考察。 第五,让我们探讨这些种的次序。我们主张,习性与状态合乎情理地被置于其他诸种之前,因为它们既处于现实中,又是灵魂的完善者,且在身体和灵魂中都被考察。因此,这些相较于其他诸种也被赋予了优先地位。另一方面,依照能力与无能力的种合乎情理地获得了第二位:次于第一种,因为一个处于潜能中而另一个处于现实中;但它比其余诸种占得了首位,因为第二种是就灵魂而被考察的,而其余诸种是就身体而被表明的。第三种合乎情理地置于第四种之前,因为一个深入内部,而另一个在表面被考察。这是本项探讨的终结。
- 23.1ἐν τῷ γίγνεσθαι ἔχειν τὸ εἶναι
带冠词的不定式短语 ἐν τῷ γίγνεσθαι 作为介词短语,表示 ἔχειν 的宾语 τὸ εἶναι 所处之所在:“其存在即在于生成之中”,指该状态并不具备持续的固定性,仅在发生与转变的过程中成立这一极端的短暂性。
- 23.1τὴν αὐτὴν ποιότητα καὶ παθητικὴν εἶναι καὶ ἕξιν 〈δυνατόν, κατ’〉 ἄλλο μέντοι καὶ ἄλλο
该句由校勘补充的 δυνατὸν 支配不定式 εἶναι 及其宾格主语 τὴν αὐτὴν ποιότητα 构成带宾格的不定式结构(“同一性质既是……又是……是可能的”)。κατ’ ἄλλο μέντοι καὶ ἄλλο 为限定性副词短语(“然而依不同方面而言”),其具体内涵由后文带有 πρός 的对照短语(ὡς πρὸς τὸ δεξάμενον σῶμα 与 ὡς πρὸς τὸν αἰσθανόμενον)予以展开。
- 23.1δευτέραν ἔλαχε τάξιν, τοῦ μὲν πρώτου
属格 τοῦ μὲν πρώτου 是表示等级次序中出发点的比较或分离属格,意为“次于第一种”。它承接前面的顺位表达 δευτέραν τάξιν(第二位),以省略方式与之相连,并与后文的 τῶν λοιπῶν(相较于其余诸种)形成对仗。
