- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:114.35-116.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者从“具有性质者”的三种含义解释了为何在标题中它先于“性质”,随后为了通过划分引出性质的四个种,预先阐述了关于被动性质及其基于持续时间的四重等阶的前提。
ἀλλὰ πάλιν ζητοῦσι τίνος χάριν καὶ ἐν αὐτῇ τῇ ἐπιγραφῇ τὸ ποιὸν προτέτακται τῆς ποιότητος. καί φαμεν ὅτι εἰκότως· κατὰ πάντα τὰ σημαινόμενα δικαίως ἂν τὸ ποιὸν τῆς ποιότητος προταχθείη· ἐσήμανεν γὰρ τὸ ποιὸν τὸ καθόλου· 〈τὸ δὲ καθόλου〉 δικαίως προτέτακται· καὶ γὰρ τὰ καθόλου τῶν μὴ τοιούτων προτάττομεν. ἐσήμανε δὲ καὶ τὸ σῶμα τὸ μετέχον τῆς ποιότητος· τοῦτο δὲ ὅσον πρὸς αὐτὴν τὴν ποιότητα σύνθετόν ἐστι· τὰ δὲ σύνθετα, ὡς πολλάκις εἴρηται, ἡμῖν καὶ πρότερα καὶ γνωριμώτερα. εἰκότως οὖν καὶ κατὰ τοῦτο τὸ σημαινόμενον τὸ ποιὸν προτέτακται τῆς ποιότητος, τοῦτ’ ἔστι τὸ σύνθετον τοῦ ἁπλοῦ, ἵνα ἐκ τῶν ἡμῖν σαφῶν ὑπαρχόντων τὴν τῆς διδασκαλίας ἀρχὴν ποιήσηται. ἀλλὰ δὴ ἐσήμανεν καὶ αὐτὴν τὴν κατηγορίαν, τοῦτ’ ἔστι τὴν ποιότητα· ἐλέγομεν δὲ ὅτι ἡ ποιότης πρὸς σαφήνειαν παρείληπται τοῦ ποιοῦ· οὐ δεῖ δὲ προτάττεσθαι τὸ πρὸς σαφήνειαν παραλαμβανόμενον ἐκείνου, οὗ ἕνεκα παραλαμβάνεται τὸ παραλαμβανόμενον. οἷον εἰ βουληθείην πρᾶγμα διδάξαι, δεῖ με προτάττειν τοῦτο, εἶθ’ οὕτως εἰ εὑρεθείη ἀσαφές, ἐπαγαγεῖν παράδειγμα σαφηνίζον τὸ πρότερον· οὕτως καὶ ἐνταῦθα ἐπειδὴ τὸ μὲν ποιὸν τὸ πρᾶγμά ἐστι τὸ κυρίως καὶ πρώτως διδασκόμενον, ἡ δὲ ποιότης δευτέρα ἐστὶν παράδειγμα τοῦ ποιοῦ οὖσα διὰ σαφήνειαν τοῦ προτέρου, δεῖ τὸ κυρίως διδασκόμενον, τοῦτ’ ἔστι τὸ ποιόν, προτάττεσθαι τοῦ παραδείγματος, λέγω δὲ τῆς ποιότητος. ἐν τούτοις καὶ τὸ δεύτερον κεφάλαιον. Τρίτον κεφάλαιόν ἐστιν, πόσα τῆς ποιότητος εἴδη. καί φαμεν ὅτι τέτταρα κατὰ συζυγίας προερχόμενα· πρῶτον μὲν ἕξις καὶ διάθεσις, δεύτερον δὲ δύναμις καὶ ἀδυναμία, τρίτον παθητικὴ ποιότης καὶ πάθος, τέταρτον σχῆμα καὶ μορφή. ὅτι δὲ τέτταρά ἐστι τὰ εἴδη τὰ εἰρημένα καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, δείξωμεν ἐκ διαιρέσεως· πολλοὶ μὲν οὖν καὶ ἄλλοι πολλὰς διαιρέσεις ἐπετήδευσαν περὶ τούτου, ἡ δὲ ἀκριβεστέρα καὶ σαφεστέρα ἐστὶν ἡ παρ’ ἡμῶν λεχθησομένη. ἀλλ’ ἵνα ταύτην νοήσωμεν, τρία τινὰ προλάβωμεν λήμματα· πρῶτον μὲν ὅτι ἡ παθητικὴ ποιότης διττή ἐστιν, ἡ πάθος ποιοῦσα περὶ τὴν ἡμετέραν αἴσθησιν καὶ ἡ ἀπὸ πάθους γιγνομένη. διαφέρουσι δὲ αὗται ἀλλήλων, ὅτι ἡ μὲν παθητικὴ ποιότης ἡ πάθος ποιοῦσα ἀεὶ σύνεστι τῷ ὑποκειμένῳ μηδὲν αὐτῷ πεπονθότι, οἷα ἐστὶν ἡ ἐν τῷ μέλιτι γλυκύτης (οὐ γὰρ δὴ τὸ μέλι πεπονθὸς γέγονε γλυκύ, ἀλλ’ ἅμα τῷ μέλι εἶναι ἅμα γέγονε γλυκύ· παθητικὴ δὲ ποιότης λέγεται, διότι πάθος ἐμποιεῖ τοῖς γευομένοις), ἡ δὲ ἀπὸ πάθους γινομένη πεπονθότος τοῦ ὑποκειμένου,1 οἷον ἡ ἐν τῷ κύκνῳ λευκότης (ὁ γὰρ κύκνος παθών τι περὶ τὸ σῶμα γέγονε λευκός), οὐ τοῦτο λεγόντων ἡμῶν ὅτι ἡ ἀπὸ πάθους γιγνομένη οὐ ποιεῖ περὶ τὴν ἡμετέραν αἴσθησιν πάθος2 (καὶ αὐτὴ μὲν γὰρ ποιεῖ, ὥσπερ τὸ λευκὸν ἐν τῷ κύκνῳ διακρίνει·3 ἀδύνατον 〈γὰρ〉 τὴν παθητικὴν ποιότητα μὴ ποιεῖν πάθος), ἀλλ’ ὅτι τινὲς ἐξ αὐτῶν ἐξαίρετον ἔχουσι καὶ ἴδιον τὸ ἀπὸ πάθους γίνεσθαι, ὅθεν κυρίως ὠνομάσθησαν, ἐπειδὴ τὸ ὄνομα διαστέλλειν εἴωθε τὰ πράγματα ἀπ’ ἀλλήλων. δεύτερον λῆμμα· νόει μοι τετραπλῆν τινα τάξιν· μίαν μὲν καὶ πρώτην τὴν παθητικὴν ποιότητα πάθος ποιοῦσαν περὶ τὴν αἴσθησιν, καὶ τὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην, τρίτον πάθος, τέταρτον δὲ πάσχειν. διαφέρει δὲ ταῦτα τῷ πολυχρονιωτέρῳ καὶ ὀλιγοχρονιωτέρῳ· ὅτε μὲν γὰρ ἡ ποιότης ἀχώριστός ἐστι καὶ δυσέκλειπτος καὶ ὡς ἂν εἴποι τις οὐσιώδης, ὥσπερ ἡ ἐν τῷ μέλιτι γλυκύτης (αὕτη γὰρ οὐσία τούτου ἐστί), τότε λέγεται παθητικὴ ποιότης πάθος ποιοῦσα περὶ τὴν ἡμετέραν αἴσθησιν, ὅτε δὲ πάλιν ὕφεσιν αὐτὴ ἡ ποιότης δέχεται τῆς προτέρας, ὡς εἶναι καὶ ταύτην δυσέκλειπτον καὶ μὴ εὐχερῶς χωριζομένην ἢ μόνῃ τῇ ἐπινοίᾳ, ὥσπερ ἡ λευκότης ἡ ἐν τῷ κύκνῳ (δυνατὸν γάρ, ὡς Πορφύριός φησι, καὶ κόρακα λευκὸν ἐπινοηθῆναι καὶ Αἰθίοπα ἀποβαλόντα τὴν χροιάν), τότε λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους γινομένη διαφέρουσα τῆς προτέρας, ὅτι ἡ μὲν πάντη ἀχώριστος ἦν ἡ δὲ μόνῃ τῇ ἐπινοίᾳ χωρίζεται. ὅτε δὲ εἴη ἡ ποιότης χωρίζεσθαι δυναμένη καὶ ἐπινοίᾳ καὶ ἐνεργείᾳ, ὥσπερ ἡ ἐν νόσῳ γινομένη ὠχρότης, τότε λέγεται πάθος.
但他们又探讨,为了什么缘故,甚至在标题本身中,具有性质者也被置于性质之前。我们主张,这是合乎情理的:依所有被意指的意义而言,具有性质者理所当然应当置于性质之前。因为具有性质者意指普遍者;〈而普遍者〉理所当然被置于前;因为我们确实将普遍者置于非此类事物之前。它也意指分有性质的物体;而只要就性质本身而言,这乃是复合的;但复合者,正如屡次言及的那样,对我们而言既是在先的,也是更为人所熟知的。因此,合乎情理地,依此被意指的意义而言,具有性质者也被置于性质之前,即复合者先于单纯者,以便他从对我们而言明晰的事物开始进行讲授。此外,它确实也意指范畴本身,即性质;而我们曾说过,性质是被引入来澄清具有性质者的;然而,被引入以求明晰者不应当被置于那因之被引入的事物之前。正如假若我想要讲授一件物事,我应当先将此事置于前,然后若发现其不明晰,再引入一个使前者明晰的例证;同样在此处,既然具有性质者乃是主要且首先被讲授的物事,而性质是次要的,作为为了前者的明晰性而给出的具有性质者的例证,那么被主要讲授者,即具有性质者,就必须被置于例证之前,我指的就是性质。在这些之中也包含着第二个论题。 第三个论题是:性质的种有多少。我们主张有四个,依配对方式展开:第一是习性和状态,第二是能力和无能力,第三是被动性质和受苦,第四是形状和形貌。至于所言及的诸种确实是四个,既不多也不少,我们将通过划分来予以表明。许多其他人确实就此尝试了许多划分,但将由我们所陈述的乃是更为精确和更为明晰的。但为了让我们理解这一点,让我们预先确立三个前提。第一,被动性质是双重的:一种是在我们的感觉中产生受苦的,另一种是由受苦产生的。这两者彼此不同,因为产生受苦的被动性质始终伴随于底层基质,而该基质本身并没有遭受任何受苦,例如蜂蜜中的甜(因为蜂蜜并非由于遭受了某种受苦而变甜,而是在它是蜂蜜的同时就同时变甜了;而它被称为被动性质,乃是因为它在品尝者中产生受苦);而由受苦产生者则是在底层基质遭受了某种受苦的情况下产生的,例如天鹅中的白(因为天鹅是由于身体遭受了某种受苦而变白的)。我们这样说,并不是指由受苦产生者不在我们的感觉中产生受苦(因为事实上它本身也产生受苦,正如天鹅中的白会离散[视觉];因为被动性质不可能不产生受苦),而是因为它们中的某些具有由受苦产生这一特殊而固有的特征,它们因此而获得专名,因为名称惯常将事物彼此区分开来。第二个前提:请为我设想一种四重的次序:第一种是在感觉中产生受苦的被动性质,以及由受苦产生的性质,第三是受苦,第四是受动。这些事物因时间更为长久和时间更为短暂而彼此不同。因为当性质是不可分离的、难以失去的、且可谓是本质性的,正如蜂蜜中的甜(因为这是它的本质),那时它就被称为在我们的感觉中产生受苦的被动性质;而当这性质本身又比前者有所减退,以至于它虽也难以失去且不易分离、除非单凭思辨,正如天鹅中的白(因为正如波菲利所言,设想一只白色的乌鸦或一个失去了肤色的埃塞俄比亚人也是可能的),那时它就被称为由受苦产生的被动性质,它不同于前者之处在于,前者是全然不可分离的,而后者仅凭思辨便可分离。而当性质在思辨中和在现实运作中都能被分离时,正如在疾病中产生的苍白,那时它就被称为受苦。
- 23.1πεπονθότος τοῦ ὑποκειμένου
与前文的 μηδὲν αὐτῷ πεπονθότι 相对应的属格独立结构;主句动词(如 σύνεστι)被省略,句式骨架为:ἡ δὲ ἀπὸ πάθους γινομένη [σύνεστι] πεπονθότος τοῦ ὑποκειμένου。
- 23.1οὐ τοῦτο λεγόντων ἡμῶν ὅτι ἡ ἀπὸ πάθους γιγνομένη οὐ ποιεῖ περὶ τὴν ἡμετέραν αἴσθησιν πάθος
属格独立结构(“我们并非说……”),与后文的 ἀλλ’ ὅτι τινὲς ἐξ αὐτῶν...(“而是因为它们中的某些……”)相呼应,充当状语从句以排除误解并给出真正的原因。
- 23.1διακρίνει
意为“离散”或“分割”,是基于古代光学理论中将白定义为离散视觉(ὄψις)之物的专业用法,在此作为省略了宾语的绝对用法使用。
