- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:113.17-114.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗讨论了亚里士多德《范畴篇》关于性质的开篇(8b25),探讨了两个论题:该范畴的次序(为何被置于属关系者之后)以及标题的缘由(为何采用《论具有性质者与性质》的双重标题)。
Περὶ ποιοῦ καὶ ποιότητος.
论具有性质者与性质。
"Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες λέγονται. ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων. ἓν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν.1 διαφέρει δὲ ἕξις διαθέσεως τῷ μονιμώτερον καὶ χρονιώτερον εἶναι." Ἐπὶ τῆς παρούσης θεωρίας πέντε τινὰ ζητήσωμεν, πρῶτον μὲν τίς ἡ τάξις τῆς κατηγορίας, δεύτερον δὲ τίς ἡ αἰτία τῆς ἐπιγραφῆς, τρίτον πόσα τὰ εἴδη τῆς κατηγορίας, τέταρτον τίς ἡ διαφορὰ τῶν εἰδῶν, πέμπτον τίς ἡ τάξις τῶν εἰδῶν τῆς κατηγορίας. περὶ οὖν τοῦ πρώτου φαμὲν ὅτι εἰκότως τέτακται μετὰ τὴν πρός τι κατηγορίαν ἡ ποιότης, πρῶτον μὲν διὰ τὴν ὁμοιότητα τῶν παραδειγμάτων· καθάπερ γὰρ μετὰ τὸ ποσὸν τὸ πρός τι τέτακται διὰ τὴν ὁμοιότητα τῶν προβλημάτων, τοῦτ’ ἔστι τὸ μέγα καὶ τὸ μικρόν (ταῦτα γὰρ τοῦ ποσοῦ ὄντα οὐ μόνον ἐν τούτῳ ἐθεωρεῖτο, ἀλλὰ καὶ ὑπὸ τὰ πρός τι ἀνεφέρετο, ὑπὸ μὲν τὸ ποσὸν διὰ τὸ ὑποκείμενον, ὑπὸ δὲ τὰ πρός τι διὰ τὴν σχέσιν)· ἐπειδὴ οὖν τὸ μέγα καὶ τὸ μικρὸν ἐν ποσῷ ἐθεωρεῖτο καὶ ἐν τοῖς πρός τι καὶ τούτου χάριν μετὰ τὸ ποσὸν ἡ πρός τι κατηγορία εἶχε τὴν τάξιν, οὕτω καὶ ἐνταῦθα διὰ τὴν ὁμοιότητα τῶν παραδειγμάτων μετὰ τὴν πρός τι κατηγορίαν ἡ ποιότης τέτακται· ἡ γὰρ ἐπιστήμη, ὅπερ καὶ παράδειγμα τοῦ πρός τι ἦν, οὐ μόνον ὑπὸ τὰ πρός τι ἀνάγεται, ἀλλὰ καὶ ὑπὸ τὴν ποιότητα· ὑπὸ μὲν γὰρ τὴν πρός τι ἀνάγεται ὡς πρὸς τὸ ἐπιστητὸν παραβαλλομένη, ὑπὸ δὲ τὴν ποιότητα ὡς ἐν ψυχῇ θεωρουμένη καὶ τελειωτικὴ ταύτης ὑπάρχουσα. οὕτως οὖν, ὡς εἰρήκαμεν, κἀνταῦθα διότι ἡ ἐπιστήμη οὐ μόνον ἐν τοῖς πρός τι ἀλλὰ καὶ ἐν τῇ ποιότητι θεωρεῖται, τούτου χάριν μετὰ τὰ πρός τι ἡ ποιότης τὴν τάξιν εἴληφεν. καὶ αὕτη μὲν πρώτη αἰτία, δι’ ἣν ἡ ποιότης τοιαύτην ἔλαχε τάξιν. δευτέρα δὲ αἰτία, ὅτι ἐλέγομεν τέτταρας ἁπλᾶς εἶναι κατηγορίας, οὐσίαν, ποσόν, ποιόν, πρός τι, ἓξ δὲ συνθέτους. ἐπειδὴ οὖν ἀποδεδώκαμεν τὰς τρεῖς κατηγορίας, ὑπόλοιπον ἦν ἀποδοῦναι καὶ τὴν λείπουσαν, τὴν μετὰ χεῖράς φημι, ἵνα ᾖ ὁ λόγος ἐκεῖνος ἀρραγὴς ὁ λέγων ‘δεῖ προηγεῖσθαι τὰ ἁπλᾶ ἀεὶ τῶν συνθέτων’. διὰ τὰς δύο τοίνυν ταύτας αἰτίας τοιαύτην ἔλαχε τάξιν. [ἔστι δὲ καὶ τρίτη αἰτία τούτου, δι’ ἣν ἡ ποιότης τοιαύτην ἔλαχε τάξιν· φαμὲν ὅτι περὶ τοῦ ποιεῖν καὶ πάσχειν μένει τὸν λόγον ποιεῖσθαι. αὗται δέ, τοῦτ’ ἔστι τὰ πάθη καὶ ἐνέργειαι, κατὰ τὰς ποιότητας γίνονται. ἀδύνατον δὲ γνῶναι τὸ κατὰ ποιότητα γινόμενον μὴ πρότερον μαθόντα τὴν τῆς ποιότητος φύσιν. τούτου χάριν προτέτακται, ἵνα μαθόντες τί ἐστιν ποιότης, οὕτως ἀκριβέστερον τοῖς λεγομένοις περὶ τοῦ ποιεῖν καὶ πάσχειν προσέχωμεν τὸν νοῦν.] καὶ ἐν τούτοις τὸ πρῶτόν ἐστι κεφάλαιον. Δεύτερον δὲ ἡ αἰτία τῆς ἐπιγραφῆς. καὶ λέγομεν ὅτι ἐναντίαν ἐβάδισεν ὁ φιλόσοφος ὁδὸν ἐν αὐτῷ ἐν τοῖς πρός τι καὶ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ὅπου πλῆθος ὑπῆρχεν, δι’ ἑνικοῦ ὀνόματος τὴν κατηγορίαν ἐδήλωσεν, ἐπιγράψας Περὶ τοῦ πρός τι, ἐνταῦθα δὲ ὅπου ἓν ὑπάρχει τὸ πρᾶγμα, τοῦτο διὰ πλήθους ἐσήμανεν, ἐπιγράψας Περὶ ποιοῦ καὶ ποιότητος. ζητήσωμεν οὖν τίνος χάριν διπλῇ κέχρηται τῇ ἐπιγραφῇ. καὶ φαμεν ὅτι τὸ ποιὸν τρία σημαίνει, ἢ αὐτὴν τὴν κατηγορίαν, τοῦτ’ ἔστι τὴν ποιότητα, ἢ τὸ σῶμα τὸ μετέχον τῆς ποιότητος, ἢ τὸ ποιόν, ὥσπερ λέγομεν λευκὸν καὶ τὴν λευκότητα καὶ τὸ σῶμα τὸ λελευκασμένον, τοῦτ’ ἔστι τὸ μετέχον λευκότητος. σημαίνει δὲ τὸ ποιὸν καὶ ἄλλο κατὰ τὸ καθολικώτερον τὸ κοινῇ ἀμφοτέρων κατηγορούμενον, αὐτῆς τε τῆς ποιότητος καὶ τοῦ σώματος τοῦ μετέχοντος αὐτῆς. τούτου οὖν χάριν ἐπέγραψεν Περὶ τοῦ ποιοῦ καὶ ποιότητος, διὰ τὴν ὁμωνυμίαν τῶν σημαινομένων· ἐπειδὴ γὰρ ἠπίστατο πολλὰ σημαίνειν τὸ ποιόν, τούτου χάριν τὸ δεύτερον πρὸς σαφήνειαν τοῦ πρώτου παρέλαβεν, ὡς ἂν εἰ ἔλεγεν οὕτως·2 ὅτι περὶ ποιοῦ διδάσκω, οὐ τοῦ σημαίνοντος τὸ καθόλου οὐδὲ τοῦ σημαίνοντος αὐτὸ τὸ σῶμα τὸ πεποιωμένον, ἀλλὰ τοῦ σημαίνοντος αὐτὴν τὴν ποιότητα. εἰ οὖν ταῦτα οὕτως ἔχει, δῆλον ὅτι οὔτε διττολογεῖ ὁ φιλόσοφος οὔτε μάτην διττῇ κέχρηται ἐπιγραφῇ.
“我所谓性质,乃是据以被称为某种具有性质者之物。而性质属于以多种方式被言说者。因此,性质的一个种不妨被称为习性和状态。而习性因更为持久和更为长久而不同于状态。” 在当前的考察中,让我们探讨五个问题:第一,这一范畴的次序是什么;第二,标题的缘由是什么;第三,这一范畴的种有多少;第四,诸种的差异是什么;第五,这一范畴诸种的次序是什么。关于第一个问题,我们主张,性质被合乎情理地置于属关系者的范畴之后,首先是由于例证的相似性;因为正如属关系者由于论题的相似性而被置于数量之后,即大和小(因为这些属于数量的事物,不仅在数量中被考察,而且也被归入属关系者之下——依底层基质而言归入数量之下,而依关系而言归入属关系者之下);因此,既然大和小在数量中也在属关系者中被考察,并因此缘故属关系者的范畴在数量之后获得其次序,同样在此处,由于例证的相似性,性质也被置于属关系者的范畴之后;因为学知(它确实也是属关系者的一个例证)不仅被归入属关系者之下,而且也被归入性质之下;因为只要它与可知者相对比,就被归入属关系者之下,但只要它在灵魂中被考察并且是灵魂的完满化者,就被归入性质之下。因此,如我们所言,在此处也因为学知不仅在属关系者中而且在性质中被考察,由于这一原因,性质在属关系者之后获得了其次序。这是性质获得这般次序的第一种缘由。第二种缘由是,我们曾说过有四个单纯范畴,即实体、数量、性质、属关系者,而有六个复合范畴。因此,既然我们已经给出了[前]三个范畴,为了使那句“单纯者必须始终先于复合者”的论述保持完好无损,便剩下给出欠缺的那一个,我指的是眼下这一个范畴。由于这两个缘由,[性质]获得了这般次序。[对此还有第三种缘由,性质因之获得了这般次序:我们主张,尚有待对作用与受动进行论述。而这些,即受苦与活动,乃是依诸性质而产生的。但在没有事先了解性质的自然本性的情况下,认知依性质而产生的事物是不可能的。为了这一缘故,[性质]被置于前面,以便在了解了性质是什么之后,我们能以此更加精确地把注意力集中于关于作用与受动所言的事情上。]在这些之中包含着第一个论题。 第二是标题的缘由。我们主张,哲学家在属关系者中与在此处采取了相反的途径;因为在那里虽然存在多数性,他却用单数名称表明了这一范畴,题作《论属关系者》,但在这里事物虽是一个,他却通过多数性来标示它,题作《论具有性质者与性质》。因此让我们探讨,为了什么缘故他使用了双重标题。我们主张,“具有性质者”意指三件事物:要么意指范畴本身,即性质;要么意指分有性质的物体;要么意指具有性质者本身,正如我们把白度以及被变白的物体(即分有白度的物体)都称为“白”。但依更普遍者而言,“具有性质者”也意指另一事物,即共同述说于这两者之上的事物,既述说于性质本身,也述说于分有它的物体。因此,由于被意指诸事物的同名异义性,他题作《论具有性质者与性质》;因为既然他知道“具有性质者”意指诸多事物,为了使第一者明晰,他就因此引入了第二者,就像他在按如下方式言说一样:“我所讲授的是关于具有性质者,但既不是关于意指普遍者而言的,也不是关于意指受性质规定的物体本身而言的,而是关于意指性质本身而言的。”因此,如果这些情况确实如此,显而易见哲学家既非繁复赘言,亦非徒然使用双重标题。
- 23.1ἓν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν
第三人称复数被动命令式 λεγέσθωσαν 的主语是 ἕξις καὶ διάθεσις,而 ἓν μὲν οὖν εἶδος ποιότητος 则作为主格补足语(述语)。由于这两项合在一起被构想为一个单一的种,因此复数主语和动词与单数的补足语相搭配。
- 23.1ὡς ἂν εἰ ἔλεγεν οὕτως
ὡς ἂν εἰ 后接未完成过去直陈式 ἔλεγεν 构成了非现实比较从句,意为“正如若他按如下方式言说一样”。它在此并不表示严格与过去事实相反,而是一种惯用结构,用来引入假想的释义以澄清作者的意图。
