← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§112.3-113.15

依真实定义化解实体部分与关系者的疑难

奥林匹奥多罗借助真实的定义论证了头等实体部分不属于属关系者从而化解了疑难,并反驳批评者,阐明亚里士多德的定义在真实性与准确性上均优于柏拉图派的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.2#2

ταύτης δὲ τῆς ὑπογραφῆς τεθείσης ἐπιλυόμεθα τὴν ἀπορίαν οὕτως· εἰ ὡς ἀληθῶς φησιν ἡ ἀληθὴς ὑπογραφὴ ὅτι οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐν τῇ πρὸς ἄλληλα σχέσει θεωρεῖσθαι, δῆλον ὡς ἐὰν οἶδέ τις τὶ τῶν πρός τι, καὶ τὸ πρὸς ὃ λέγεται οἶδεν, καὶ ὡς οἶδεν τὸ ἕτερον, οὕτως καὶ τὸ ἕτερον· οἷον εἰ ἀορίστως οἶδεν τὶ τῶν πρός τι, καὶ τὸ ἕτερον ἀορίστως οἶδεν, καὶ εἰ ὡρισμένως οἶδεν τὶ τῶν πρός τι, καὶ τὸ ἕτερον ὡρισμένως οἶδεν. τὴν μέντοι κεφαλὴν ἔστιν εἰδέναι μὴ εἰδότας τίνος ἐστὶ κεφαλή.1 καὶ τοῦτο πάσχομεν ἢ παρὰ τὴν ὁμοιότητα, ὡς ἐπὶ φάττης καὶ περιστερᾶς, ἢ παρὰ τὸ ἐγκεκαλύφθαι, ὡς εἰ ὑποθώμεθά τινα τὸ μὲν ὅλον ἐγκεκαλύφθαι σῶμα, μόνην δὲ γεγυμνῶσθαι τὴν κεφαλήν,2 ἢ παρὰ τὸ διῃρῆσθαι, ὥσπερ εἰ διῃρημένην τις ἐπιδείξει τοῦ λοιποῦ σώματος τὴν κεφαλήν. εἰ τοίνυν τὰ μὲν πρός τι δι’ ἀλλήλων γινώσκεται, καὶ ὁ τὸ ἕτερον εἰδὼς καὶ τὸ λοιπὸν ἐπίσταται ἐξ ἀνάγκης, κεφαλὴν δὲ καὶ χεῖρα ἐνδέχεται ἐπίστασθαι μὴ εἰδότας ὧν εἰσιν, δῆλον ἄρα 〈ὅτι〉 ταῦτα οὔκ εἰσι τῶν πρός τι. εἰ δὲ τοῦτο, ἀληθές ἐστιν εἰπεῖν ὡς οὐδεμία οὐσία τῶν πρός τι. Αὕτη μὲν οὖν ἡ Ἀριστοτέλους ἐπίλυσις. ἐπειδὴ δὲ ἡ προτέρα ὑπογραφὴ τῶν πρός τι, εἰ καὶ ψευδής, Πλατωνική ἐστι, τινὲς πειρώμενοι ἀπολογεῖσθαι ὑπὲρ αὐτῆς μόνῳ τῷ σαφεστέρῳ φασὶν διαφέρειν τὴν Περιπατητικὴν ὑπογραφὴν τῆς Πλατωνικῆς καὶ δεικνύναι πειρῶνται ὅτι καὶ τοῦ Πλατωνικοῦ ὁρισμοῦ κειμένου οὐκ ἔχει χώραν ἡ ἀπορία. καί φασιν ὅτι κεφαλὴν λαμβάνει ὁ Ἀριστοτέλης τὴν διῃρημένην (ἀλλ’ αὕτη ὁμώνυμός ἐστι κεφαλή· οὐ γὰρ ἐνεργεῖ τὰς τῆς κεφαλῆς ἐνεργείας), ἀλλὰ 〈καὶ〉 τὴν ἐγκεκαλυμμένην καὶ τὴν τῶν ὁμοίων ζῴων· ἀλλ’ αὕτη οὐκ ἔστιν ἄτομος· οὐ γὰρ ἴσμεν αὐτὴν ὡς ἄτομον· ἓν γάρ ἐστι τῶν συμπληρούντων τὸ ἄτομον τὸ εἰδέναι τοῦδέ τινος οὖσαν. ἀλλὰ μὴν οὐκ ἴσμεν ὡς τοῦδε οὖσαν· οὐκ ἄρα ἴσμεν ὡς ἄτομον. εἰ δὲ ἀορίστως ἴσμεν ὅτι κεφαλή ἐστι, καὶ ὅτου ἐστὶν ἀορίστως εἰσόμεθα. πρὸς τάδε ἡμεῖς φαμεν ὅτι οὐ μόνον τῷ σαφεστέρῳ, ἀλλὰ καὶ τῷ ἀληθεστέρῳ διαφέρει ἡ Περιπατητικὴ ὑπογραφὴ τῆς Πλατωνικῆς· ἡ γὰρ Πλατωνικὴ ὑπογραφὴ πρῶτον μὲν τὸ ἕτερον τῶν πρός τι ὡρίσατο μὴ φροντίσασα τοῦ λοιποῦ· φησὶν γὰρ ὅτι ταῦτα ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται 〈καὶ〉 οὐδὲν περὶ τοῦ πρὸς ὃ λέγεται εἶπεν. ἡ δὲ Περιπατητικὴ ὑπογραφὴ ἀμφότερα περιλαμβάνει τὰ πρός τι, ἐφ’ ὧν φησιν οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρὸς ἕτερόν πως ἔχειν. ἔπειτα δὲ ὁ Πλατωνικὸς ὁρισμὸς ἀπὸ τοῦ λέγεσθαι ἐχαρακτήρισε τὰ πρός τι, ὁ δὲ Περιπατητικὸς ἀπὸ τοῦ εἶναι. ὅσῳ τοίνυν προσφυέστερον τῶν εἰρημένων τὸ εἶναι ἤπερ τὸ λέγεσθαι, τοσοῦτον ὁ Περιπατητικὸς ὁρισμὸς τοῦ Πλατωνικοῦ ἐστιν ἀκριβέστερος. ἀλλά φασιν οἱ ἀπὸ Πλάτωνος καὶ τὸν Πλάτωνα τοῦ εἶναι μνήμην ποιήσασθαι ἐν τῷ εἰπεῖν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἀλλὰ λελήθασι μείζονα τὴν ἀπορίαν τοῦ ὁρισμοῦ ποιήσαντες· εἰπὼν γάρ ἐστίν οὐκ ἐνέμεινεν αὐτῷ ἀλλὰ μεταβέβηκεν ἐπὶ τὸ λέγεσθαι. οὐκ ἔδει δέ· οὐ γὰρ τὸ εἶναί ἐστι τοῖς πρός τι ἐν τῷ λέγεσθαι, ἀλλὰ μᾶλλον ἐν τῷ εἶναι πρός τι. ὥστε οὖν ἀκριβέστερος ὁ Περιπατητικὸς ὁρισμὸς τοῦ Πλατωνικοῦ. ἀλλά φασιν οἱ δι’ ἐναντίας ὅτι τοσοῦτον οἴεται αὐτὸς Ἀριστοτέλης μηδὲν διαφέρειν τὴν παρ’ αὐτοῦ ἀποδοθεῖσαν ὑπογραφὴν τῆς Πλατωνικῆς, ὅτι ἐπὶ τέλει τῆς κατηγορίας φησὶν ὅτι ἴσως χαλεπὸν ὑπὲρ τῶν τοιούτων ἀποφαίνεσθαι μὴ πρότερον διεσκεμμένον, τὸ μέντοι διαπορεῖν περὶ αὐτῶν οὐκ ἄχρηστόν ἐστιν· ταῦτα γὰρ ἀμφιβάλλοντός ἐστιν περὶ τῶν παρ’ αὐτοῦ λεγομένων.3 ἀλλὰ πρὸς ταῦτά φαμεν ὅτι ταῦτα εἴρηται οὐ περὶ τῶν προσεχῶς εἰρημένων, ἀλλὰ περὶ τῶν ἐπιχειρημάτων, δι’ ὧν κατεσκεύασε τὰ πρός τι μὴ εἶναι ἅμα τῇ φύσει, δεικνὺς ὡς οὐκ ἀλήθειαν ἔλεγεν, ἀλλὰ μᾶλλον γυμνάζων ταῦτα ἐκεῖ περιέλαβεν. τοῦτο πέρας τῆς θεωρίας.

当这个概略定义被确立后,我们便按如下方式解决这一疑难:如果真正如真实的概略定义所说,[属关系者]无非是在相互的关系中被考察,那么显而易见,如果某人认知了属关系者中的某物,他也认知该物所针对而言说的那一方,并且他以何种方式认知其中之一,也同样以何种方式认知另一方;例如,如果他不定地认知属关系者中的某物,他也就不定地认知另一方,而如果他确定地认知属关系者中的某物,他也确定地认知另一方。然而,人们却可能在不知道头是谁的头的情况下认知头。我们经历这种情况,要么是由于相似性,正如在斑尾林鸽和鸽子的情形中;要么是由于被遮蔽,正如如果我们假设某人的整个身体被遮蔽,而只有头露出来;要么是由于被分离,正如若有人展示从身体其余部分分离出来的头。因此,如果属关系者是通过彼此而被认知的,并且认知其中之一的人必然也理解另一方,但对于头和手,却可能在不知道它们属于谁的情况下加以理解,那么显然这些并不属于属关系者。如果这样,那么说没有任何实体属于属关系者就是真实的。这便是亚里士多德的解答。 然而,由于属关系者的前一个概略定义纵使是虚假的,却属于柏拉图派,某些试图为其辩护的人主张,逍遥学派的概略定义与柏拉图派的不同仅仅在于更为清晰,并且他们试图表明,即便立足于柏拉图派的定义,该疑难也没有容身之地。他们主张,亚里士多德所取的是分离的头(然而这只是同名异义的头;因为它并不施行头的功能),但还有被遮蔽的头以及相似动物的头;然而这并不是个物;因为我们并不是把它作为个物来认知的;因为补全个物的事物之一便是知道它属于这特定的某一个。但我们确实不知道它属于这特定的某一个;因此我们并不是把它作为个物来认知的。而如果我们不定地知道它是头,我们也就会不定地知道它是谁的。对此我们主张,逍遥学派的概略定义与柏拉图派的不同,不仅在于更为清晰,而且在于更为真实;因为柏拉图派的概略定义首先定义了属关系者中的一方,而未顾及另一方;因为它说这些事物乃是作为正是其所是而被说成属于他物的事物,而对于其所针对而言说者则一无所言。而逍遥学派的概略定义则涵盖了属关系者的双方,就此他说“对其而言存在等同于在某种方式上关联于他物的事物”。其次,柏拉图派的定义从“被言说”来规定属关系者的特征,而逍遥学派的定义则从“存在”来规定。因此,在所言者之中,“存在”比“被言说”更恰当多少,逍遥学派的定义就比柏拉图派的更为精确多少。但柏拉图的追随者主张,柏拉图在说“凡作为正是其自身所是而被说成属于他物的一切事物”时,也提及了存在;然而他们未曾发觉自己使定义的疑难变得更大了;因为在说了“是”之后,他并没有停留于其上,而是转到了“被言说”。但这本不应当;因为对于属关系者而言,存在并不在于被言说,而宁可在于作为属关系者而存在。因此,逍遥学派的定义比柏拉图派的更为精确。 然而反对者主张,亚里士多德自己如此认为由他给出的概略定义与柏拉图派的毫无差别,以至于在这一范畴的末尾他说:“在事先没有彻底考察之前,对诸如此类的事情做出决断或许是困难的,然而对它们进行深入的疑难探讨并非毫无用处”;因为这些话乃是出于对自己所言之事持有疑虑者。但对此我们主张,这些话并不是关于紧接在前面的内容而说的,而是关于那些他借以证明属关系者在自然本性上并非同时存在的论证而说的,这表明他当时并非在讲述真理,而宁可是为了操练而在那里纳入了那些论证。这是考察的终结。

语法注3 条
  1. 22.2τὴν μέντοι κεφαλὴν ἔστιν εἰδέναι μὴ εἰδότας τίνος ἐστὶ κεφαλή

    无人称动词 ἔστι(可能)后接不定式 εἰδέναι,其逻辑主语泛指一般人,故作状语的分词 μὴ εἰδότας 采用了阳性宾格复数形式。

  2. 22.2ὡς εἰ ὑποθώμεθά τινα τὸ μὲν ὅλον ἐγκεκαλύφθαι σῶμα, μόνην δὲ γεγυμνῶσθαι τὴν κεφαλήν

    动词 ὑποθώμεθα(假定)以 τινα(某人)为宾语,后接不定式短语 ἐγκεκαλύφθαι 和 γεγυμνῶσθαι;其中 τὸ μὲν ὅλον ... σῶμα 与 τὴν κεφαλήν 作为整体与部分宾格(或关涉宾格)修饰受动状态。

  3. 22.2ταῦτα γὰρ ἀμφιβάλλοντός ἐστιν περὶ τῶν παρ’ αὐτοῦ λεγομένων

    此为表征属格(特征属格),意为“这些话属于对……心存怀疑的人”。属格分词 ἀμφιβάλλοντος 作系动词 ἐστιν 的表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:112.3-113.15