- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:110.26-112.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗探讨了《范畴篇》8a13关于实体与属关系者的疑难,解释了亚里士多德为何先提出虚假定义,并分析了该疑难的质料、动力因与展开过程,指明其通过真实定义所获得的解决。
" Ἔχει δὲ ἀπορίαν πότερον οὐδεμία οὐσία τῶν πρός τι λέγεται, καθάπερ δοκεῖ, ἢ τοῦτο ἐνδέχεται κατά τινας τῶν δευτέρων οὐσιῶν· ἐπὶ μὲν γὰρ τῶν πρώτων οὐσιῶν ἀληθές ἐστιν· οὔτε γὰρ τὰ ὅλα οὔτε τὰ μέρη πρός τι λέγεται· ὁ γὰρ τὶς ἄνθρωπος οὐ λέγεταί τινός τις ἄνθρωπος, οὐδὲ ὁ τὶς βοῦς οὐ λέγεταί τινός τις βοῦς. καὶ ἁπλῶς εἰπεῖν τὰ ἑξῆς." Τριμερὴς ὑπῆρχεν ἡ διδασκαλία τῶν πρός τι, ὡς εἴρηται· ἡ ψευδὴς ὑπογραφὴ τῶν πρός τι, τὰ ἴδια, ἡ ἀληθὴς ὑπογραφή, ἥτις καὶ συμπληροῖ αὐτήν. ἀποδοὺς οὖν ὁ Ἀριστοτέλης τὰ πρότερα δύο κεφάλαια, τοῦτ’ ἔστι τὴν ψευδῆ ὑπογραφὴν καὶ τὰ ἴδια αὐτῶν, μεταβαίνει λοιπὸν ἐπὶ τὴν ἀληθῆ ὑπογραφήν. καὶ ἄξιόν ἐστιν ζητῆσαι τίνος χάριν τὰ ψευδῆ πρότερα παραδέδωκεν ὁ Ἀριστοτέλης. καί φαμεν ὅτι τοῦτο πεποίηκεν εἰκότως, ὡς συμβαλλόμενον καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι καὶ τοῖς ὑποκειμένοις πράγμασι· τῷ μὲν λέγοντι, ἵνα μὴ δόξῃ,1 ἀλλ’ ἵνα μετὰ ἀποδείξεως πάντα προφέρηται, τῷ δὲ ἀκούοντι, ἵνα πρότερον ἐγγυμνασάμενος τοῖς ψευδέσι καὶ τὸν τοιοῦτον ἔλεγχον μαθὼν ἀνενδοιάστως καὶ ἀκριβῶς τὰ ἀληθῆ παραλάβῃ. τοῖς δὲ ὑποκειμένοις πράγμασι συμβάλλεται τὸ πρότερον τὰ ψευδῆ παραδιδόναι τὸν φιλόσοφον, ὅτι ἡ ἀποδοθεῖσα ὑπογραφὴ εἰ καὶ μὴ ἔστιν ἀληθής, ἀλλ’ οὖν ἴδιόν ἐστι τῶν πρός τι πᾶσι μὲν ὑπάρχον, οὐ μόνοις δέ. εἰ δὲ ἴδιόν ἐστιν, ἔδει μὴ σιωπηθῆναι τοῦτο, ἵνα τελεία γένηται ἡ τῶν πρός τι διδασκαλία. οὐ μὴν οὐδὲ τὴν ἀληθῆ ὑπογραφὴν ἀπονητὶ παραδίδωσιν ὁ φιλόσοφος, ἀλλὰ τίθησιν ἀπορίαν τινὰ καὶ δείκνυσιν ὅτι τῆς μὲν προτέρας σωζομένης ὑπογραφῆς ἀνεπίλυτος μένει ἡ ἀπορία, τεθείσης δὲ τῆς ἀληθοῦς δυνατὸν ταύτην ἐπίλυσιν δέξασθαι. ἵνα οὖν τὴν ἀπορίαν νοήσωμεν, τρία ταῦτα ζητήσωμεν· πρῶτον τίς ἡ ὕλη τῆς ἀπορίας, δεύτερον τί τὸ ποιητικὸν αὐτῆς αἴτιον, καὶ τρίτον πῶς αὐτὴ προέρχεται. ἔστι τοίνυν ἡ ὕλη τῆς ἀπορίας αὕτη· ἡ οὐσία ἢ καθόλου ἢ μερικὴ καὶ ὅλη καὶ κατὰ μέρος, ὡς γίνεσθαι τέτταρας συμπλοκὰς ἐκ τῶν εἰρημένων· ὅλον καθόλου, ὥσπερ ὁ καθόλου ἄνθρωπος ὅλον τε καὶ καθόλου, ὅλον δὲ μερικόν, ὥσπερ ὁ Σωκράτης μερικὸς μὲν ὢν ὡς ἄτομον, ὅλος δέ, καθὸ συμπεπληρωμένα τὰ πάντα ἔχει, τὰ μόρια τὰ συμπληροῦντα τὸ ἄτομον, μέρος δὲ καθόλου, οἷον ἡ ἁπλῶς κεφαλή, μέρος μὲν οὖσα ὡς κεφαλή, καθόλου δέ, ὅτι κατὰ πολλῶν κεφαλῶν λέγεται, μέρος μερικόν, οἷον ἡ τὶς κεφαλή· μέρος μὲν γάρ ἐστιν ὡς μόριον οὖσα, μερικὸν δέ, καθὸ τινὸς ἀνθρώπου ἐστὶν ἡ κεφαλή. ἐν τούτοις ἡ ὕλη τῆς ἀπορίας. τί δέ ἐστι τὸ ποιητικὸν αἴτιον αὐτῆς; φαμὲν οὖν ὅτι τὸ ποιητικὸν αἴτιόν ἐστιν ἡ οὐσία, ἥτις ἐστὶν μέρος καὶ καθόλου. προέρχεται δὲ ἡ ἀπορία τοῦτον τὸν τρόπον· ἆρα ἀληθές ἐστι τὸ λέγειν μηδεμίαν οὐσίαν εἶναι τῶν πρός τι ἢ ἔστι τις οὐσία τῶν πρός τι; πᾶσα τοίνυν οὐσία ἢ πρώτη ἐστὶν ἢ δευτέρα, καὶ καθ’ ἑκάτερον ἢ καθόλου ἢ μερική. [ὅλη μὲν ὡς Σωκράτης ὅλος, μερικὴ δὲ ὡς τὰ μόρια τοῦ Σωκράτους]. ἡ μὲν οὖν πρώτη οὐσία οὔτε καθ’ ὅλην ἑαυτὴν οὔτε κατὰ τὰ μέρη λέγεται πρός τι. ἡ δὲ δευτέρα οὐσία καθ’ ὅλην μὲν ἑαυτὴν οὐ λέγεται πρός τι, κατὰ δὲ τὰ μέρη ἴσως λέγεται, οἷον ἡ κεφαλὴ τινὸς κεφαλὴ καὶ ἡ χεὶρ τινὸς χείρ. ὥστε οὖν ἡ ἀπορία προέβη ἐπὶ τῆς οὐσίας, ἥτις μέρος καὶ καθόλου. τίς δὲ ἡ λύσις τῆς ἀπορίας; ἐκ τῆς πρώτης ὑπογραφῆς ἄλυτός ἐστιν· εἰ γὰρ πρός τί ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, καὶ ἡ κεφαλὴ αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται, οὗ ἐστι κεφαλή. * * τοιγαροῦν θετέον τὴν ἀληθῆ ὑπογραφήν, δι’ ἧς ἡ ἀπορία τὴν λύσιν ἐπιδέχεται· πρός τι τοίνυν ἐστὶν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρὸς ἕτερόν πως ἔχειν,2 ὡς ἂν εἰ ἔλεγεν·3 ἐκεῖνα, φησί, καλῶ πρός τι οἷς οὐδὲν ἄλλο ἡ ὕπαρξις ἢ ἐν τῇ πρὸς ἄλληλα σχέσει θεωρεῖται.
“然而存在一个疑难,究竟正如所认为的那样,没有任何实体是作为属关系者而言说的,还是在某些第二实体的情形下这是可能的;因为在第一实体的情形下这确实是真的;因为无论是整体还是部分都不是作为属关系者而言说的;因为某个特定的人并不被称为某个特定者的某个人,某个特定的牛也不被称为某个特定者的某条牛。简而言之,其余的依此类推。” 正如所言,关于属关系者的教学曾包含三个部分:属关系者的虚假概略定义、固有属性,以及完成该教学的真实概略定义。亚里士多德因此在给出了前两个篇章(即虚假的概略定义及其固有属性)之后,进而转入真实的概略定义。值得探讨的是,亚里士多德究竟出于何种缘故首先传授了虚假的内容。我们主张,他这样做是合情合理的,因为它既有益于讲述者,也有益于听众,并有益于作为基础的事物:对于讲述者而言,是为了使他不致显得[凭空臆断],而是能够伴随证明提出一切;对于听众而言,是为了使他首先在虚假的内容上得到操练,并在学会此类反驳之后,毫无犹疑且精确地领受真实的内容。而哲学家首先传授虚假内容之所以有益于基础事物,是因为所给出的概略定义纵使不是真实的,却毕竟是属关系者的固有属性,它属于所有的[属关系者],但并非只属于它们。如果它是固有属性,这一项便不应当被默不作声地略过,以便关于属关系者的教学变得完备。不仅如此,哲学家甚至也不是毫无费力地传授真实的概略定义,而是提出某个疑难,并表明只要前一个概略定义被维持,该疑难就依然悬而未决,而一旦真实的定义被确立,它便可能得到解答。因此,为了让我们理解这一疑难,让我们探究这三点:第一,疑难的质料是什么;第二,它的动力因是什么;第三,它自身是如何展开的。疑难的质料便是这:实体要么是普遍的要么是个别的,要么是整体的要么是部分的,以致从所言者中产生四种组合:普遍的整体,正如同普遍的人既是整体又是普遍的;个别的整体,正如同苏格拉底作为不可分割者是个别的,但就其具备完全齐备的一切(即组成不可分割者的诸部分)而言则是整体;普遍的部分,例如纯粹的头,作为头是部分,但由于它述说许多头而是普遍的;个别的部分,例如某个特定的头;因为作为组成部分它是部分,但就其是某人的头而言则是个别的。疑难的质料就在这些之中。那么,它的动力因是什么呢?我们因此主张,动力因乃是既为部分又为普遍的实体。而疑难按这种方式展开:说没有任何实体属于属关系者是真实的,还是有某种实体属于属关系者?一切实体因此要么是第一[实体]要么是第二[实体],并且在每一种之下要么是普遍的要么是个别的。[作为整体如同整个苏格拉底,作为个别则如同苏格拉底的诸部分]。第一实体无论就其自身整体而言,还是就其部分而言,都不被称为属关系者。而第二实体就其自身整体而言不被称为属关系者,但就其部分而言或许被称为属关系者,例如头是某人的头,手是某人的手。因此,疑难便推进到了既是部分又是普遍的实体之上。疑难的解答又是什么呢?从第一个概略定义出发它是无法解答的;因为如果属关系者乃是凡作为其自身所是者被说成属于他物的事物,那么头作为其自身所是者,也被说成属于那它是其头的他物。因此必须确立真实的概略定义,通过它,该疑难得以接纳解答:属关系者因此便是对其而言存在等同于在某种方式上关联于他物的事物,正如若他这样说:“我称那些事物为属关系者,”他说,“对其而言,存在无非是在相互的关系中被考察的。”
- 22.2ἵνα μὴ δόξῃ
虚拟语气 δόξῃ 与前面的 τῷ μὲν λέγοντι 相应,其主语即讲述者。通过与后文 ἀλλ’ ἵνα μετὰ ἀποδείξεως πάντα προφέρηται(“而是能够伴随证明提出一切”)的对比,此处表达了讲述者避免显得仅凭主观臆见(δόξα)立论的用意。
- 22.2οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρὸς ἕτερόν πως ἔχειν
关系代词与格 οἷς 用作所属与格(“对……而言”),修饰 τὸ εἶναι(存在)。表语 ταὐτόν(同一)支配带冠词的不定词与格 τῷ πρὸς ἕτερόν πως ἔχειν(“在某种方式上关联于他物”),表达两者等同。
- 22.2ὡς ἂν εἰ ἔλεγεν
连词 ὡς 连用 ἂν 与未完成过去时直陈式 ἔλεγεν,构成虚拟比较句(“正如若他这样说”),用于引出对亚里士多德该定义主旨的释义阐明。
