← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§108.1-109.6

关系者在自然本性上的同时性及知识与感觉的反例

奥林匹奥多鲁讨论了亚里士多德提出的关系者的固有属性“在自然本性上是同时的”(7b15),梳理了“同时”在时间与自然本性上的不同含义,并剖析了亚里士多德借助知识与感觉反驳这一同时性的论证结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.6#1

" Δοκεῖ δὲ τὰ πρός τι ἅμα τῇ φύσει εἶναι. καὶ ἐπὶ μὲν τῶν πλείστων ἀληθές ἐστιν· ἅμα γὰρ διπλάσιόν τέ ἐστι καὶ ἥμισυ, καὶ ἡμίσεος ὄντος διπλάσιον ἔστιν, καὶ δούλου ὄντος δεσπότης ἔστιν." Μετὰ τὰ προειρημένα ἴδια,1 τοῦτ’ ἔστιν τὴν πρώτην ὑπογραφὴν καὶ τὸ ἔχειν ἐναντία καὶ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπὶ τὸ τελευταῖον ἴδιον μεταβέβηκεν ὁ φιλόσοφος, καί φησιν ὅτι τὰ πρός τι ἅμα τῇ φύσει ἐστίν. ἀλλ’ ἐπειδὴ τοῦ ἅμα μνήμην ἐποιησάμεθα, φέρε ζητήσωμεν ποσαχῶς τὸ ἅμα. ἐπειδὴ δὲ τὸ ἅμα μέσον προτέρου καὶ ὑστέρου, μάθωμεν ποσαχῶς λέγεται τὸ πρῶτον καὶ τὸ ὕστερον· ὁσαχῶς γὰρ τὸ ἄκρον, τοσαυταχῶς καὶ τὸ μέσον. ἐπειδὴ δὲ πάλιν τὸ πρῶτον καὶ τὸ ὕστερον ἀντικείμενά εἰσιν, μάθωμεν ποσαχῶς τὸ πρότερον. τὸ τοίνυν πρότερον διχῶς, ἢ χρόνῳ ἢ φύσει. καὶ φύσει μέν ἐστιν, ὡς πολλάκις εἴρηται, τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον, τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον.2 χρόνῳ δέ ἐστιν πρότερον, ὡς εἰ τύχοι ὁ Τρωϊκὸς πόλεμος ἑτέρου τινός. εἰ τοίνυν τὸ πρότερον διττόν, ἢ φύσει ἢ χρόνῳ, ὁσαχῶς δὲ τὸ ἄκρον τοσαυταχῶς καὶ τὸ μέσον, δῆλον ὅτι καὶ τὸ ἅμα διχῶς, φύσει καὶ χρόνῳ. ἐπειδὴ οὖν ἴδιον ἀποδέδωκεν ὁ Ἀριστοτέλης τῶν πρός τι τὸ ἅμα τῇ φύσει εἶναι, ἰστέον ὅτι τοῦτο τὸ ἴδιον πᾶσι μὲν ὑπάρχει τοῖς πρός τι, οὐ μόνοις δέ, ἀλλὰ καὶ τοῖς ἰδίοις· τὰ γὰρ ἴδια ἅμα εἰσὶν τῶν εἰδῶν, ὧν εἰσιν ἴδια. ὁ τοίνυν Ἀριστοτέλης οὐχ οὕτως 〈ὡς〉 πρότερον, ἀλλ’ ἑτέραν ὁδὸν βαδίσας δείκνυσιν οὐχ ὅτι πᾶσιν ὑπάρχει, ἀλλ’ ὅτι οὐ πᾶσιν, οὐχ ὡς ἀληθεύων, ἀλλὰ γυμναστικῶς προϊών. καὶ λαμβάνει δύο ἐπιχειρήματα, τήν τε ἐπιστήμην καὶ τὴν αἴσθησιν. καὶ ἐπειδὴ τὸ ἅμα διττὸν ἐλέγομεν, καὶ φύσει καὶ χρόνῳ, ἐπὶ μὲν τῆς ἐπιστήμης οὐ λαμβάνει τὸ ἀπὸ τῆς φύσεως μόνον * * καὶ τοῦτο εἰκότως· αἱ μὲν 〈γὰρ〉 ἐπιστῆμαι ὕστερον ἡμῖν προσγίνονται, καὶ τούτου χάριν ἄτοπον ἐπιχειρεῖν ἀπὸ χρόνου, αἱ δὲ αἰσθήσεις ἅμα συγγίνονται ἡμῖν, διὸ καὶ τὴν ἀπὸ τοῦ χρόνου παραλέλοιπεν ἐπιχείρησιν. τὰ μὲν 〈οὖν〉 ἀπὸ τῆς ἐπιστήμης ἐπιχειρήματα τοῦτον ἔχει τὸν τρόπον· καὶ πρότερον λαμβάνει τὰ ἀπὸ τοῦ χρόνου καί φησιν ὅτι οὐ πάντα τὰ πρός τι ἅμα εἰσίν· ἰδοὺ γὰρ τὰ ἐπιστητὰ πρότερά ἐστιν τῆς ἐπιστήμης· τὴν γὰρ ἐπιστήμην ὄντων τῶν πραγμάτων λαμβάνομεν * * δῆλον ὅτι τὰ ἐπιστητὰ πρότερα τῆς ἐπιστήμης· ὡς γὰρ εἴρηται, καὶ μὴ οὔσης ἐπιστήμης τὰ πρός τι ἔστι· δῆλον ὅτι οὐκ εἰσιν ἅμα τὰ πρός τι. καὶ τοῦτο μὲν τὸ ἀπὸ τοῦ χρόνου ἐπιχείρημα. τὸ δὲ ἀπὸ τῆς φύσεώς ἐστι τοιοῦτον· τὸ ζῷον ἀναιρούμενον τὴν ἐπιστήμην ἀναιρεῖ,3 οὐ μέντοι γε καὶ τὸ ἐπιστητόν· δύναται γὰρ καὶ μὴ οὔσης ἐπιστήμης εἶναι τὰ ἐπιστητὰ ὡς πράγματα· τὰ γὰρ πράγματα πρὸ τῆς ἐπιστήμης. οὕτω καὶ τὰ τέσσαρα στοιχεῖα πρὸ τῆς Ἱπποκράτους ἰατρικῆς ὑπῆρχεν, καὶ τὰ ἄστρα πρὸ τῆς Θαλοῦ ἀστρονομίας. εἰ οὖν τὸ ζῷον ἀναιρούμενον τὴν ἐπιστήμην ἀναιρεῖ μόνην, τῆς δὲ ἐπιστήμης ἀναιρουμένης οὐ συναναιρεῖται καὶ τὸ ἐπιστητόν, δῆλον ὅτι οὐχ ἅμα εἰσὶν ἥ τε ἐπιστήμη καὶ τὸ ἐπιστητόν. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς αἰσθήσεως· τὸ μὲν ζῷον ἀναιρούμενον τὴν αἴσθησιν ἀναιρεῖ, οὐ μέντοι γε καὶ τὸ αἰσθητόν.

“关系者似乎在自然本性上是同时的。而且在大多数情况下这是真实的;因为两倍与一半是同时的,当有一半存在时就有两倍存在,当有奴隶存在时就有主人存在。” 在前面提及的诸固有属性——即最初的粗描、具有相反者以及容纳更多与更少——之后,哲学家转向了最后的固有属性,并且说关系者在自然本性上是同时的。但既然我们提到了“同时”,且让我们探讨“同时”有几种含义。既然“同时”处于“较先”与“较后”之间,让我们来了解“最初”与“较后”有几种说法;因为极端有几种说法,居中者也有几种说法。既然“最初”与“较后”又是相互对立的,让我们来了解“较先”有几种含义。“较先”乃是双重的:或在时间上,或在自然本性上。而在自然本性上[较先],正如多次说过的,乃是能一同消灭他者而自身不被一同消灭者,被一同带入而不一同带入他者。而在时间上较先者,例如特洛伊战争相对于某一其他事件。因此,如果“较先”是双重的,或在自然本性上或在时间上,并且极端有几种说法居中者也有几种说法,那么显然“同时”也是双重的:在自然本性上和在时间上。因此,既然亚里士多德将“在自然本性上是同时的”赋予为关系者的固有属性,须知这一固有属性属于所有关系者,但不仅属于它们,还属于固有属性;因为固有属性与它们作为其固有属性的种是同时的。于是亚里士多德并未如先前那样,而是走了一条不同的道路,他所表明的不是它属于所有事物,而是它并不属于所有事物,这并非作为陈述真理,而是作为演练性的推进。并且他采取了两个论证:知识与感觉。既然我们曾说“同时”是双重的,既在自然本性上又在时间上,在知识方面他不仅采取源于自然本性的论证[……]这合乎情理;因为诸知识是后来在我们身上生成的,因此从时间出发进行论证是荒谬的,而诸感觉是与我们一同生成的,所以他也省略了源于时间的论证。源于知识的诸论证便具有这种形式:他首先采取源于时间的论据,说并非所有的关系者都是同时的;因为看哪,可知的事物先于知识;因为我们在事物存在时才获得知识[……]显然可知的事物先于知识;因为正如所说的那样,即使知识不存在,关系者也存在;显然关系者不是同时的。这是源于时间的论证。而源于自然本性的论证则是这样的:动物被消灭时消灭了知识,却绝没有消灭可知的事物;因为即使知识不存在,可知的事物作为实际事物存在也是可能的;因为事物先于知识。同样,四元素也在希波克拉底的医学之前就存在,天体也在泰勒斯的天文学之前就存在。因此,如果动物被消灭时仅消灭了知识,而在知识被消灭时可知的事物并不随之一同被消灭,显然知识与可知的事物就不是同时的。在感觉方面也是同样的情况:动物被消灭时消灭了感觉,却绝没有消灭可感觉的事物。

语法注3 条
  1. 21.6τὰ γὰρ ἴδια ἅμα εἰσὶν τῶν εἰδῶν, ὧν εἰσιν ἴδια

    τῶν εἰδῶν 是由副词 ἅμα 所要求的属格补足语(“与诸种同时”)。关系从句 ὧν εἰσιν ἴδια 中的关系代词 ὧν 指涉先行词 τῶν εἰδῶν,作为 ἴδια 的修饰语(“它们作为其固有属性的那些种”)。

  2. 21.6τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον, τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον

    关于在自然本性上“较先”的定义。主动分词(συναναιροῦν, συνεισφέρον)与被动分词(συναναιρούμενον, συνεισφερόμενον)形成对称的对照。用作名词的中性分词短语指明了单向的逻辑依存关系:即能够同时消灭对方却不被对方一同消灭,被对方必然带入却不必然带入对方。

  3. 21.6τὸ ζῷον ἀναιρούμενον τὴν ἐπιστήμην ἀναιρεῖ

    分词 ἀναιρούμενον 是与主语 τὸ ζῷον 一致的现在时被动分词,作时间或条件用法(“当/若动物被消灭时”)。主动动词 ἀναιρεῖ 以 τὴν ἐπιστήμην 为直接宾语,简洁地表达了被动与主动的依存关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:108.1-109.6