← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§106.17-107.29

关系的相反性造词法与偶性的双重涵义

逐节注释亚里士多德《范畴篇》第7章(6b15–7a35),讨论关系者中相反性的存在与否、为注重普遍陈述而使用不恰当示例的用意、词语创制、无头动物的事例,以及本质属性“双足”何以在此依“偶性”的第二种含义被称为偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

" Ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι, οἷον ἀρετὴ κακίᾳ ἐναντίον, ἑκάτερον τῶν πρός τι ὄν, καὶ ἐπιστήμη ἀγνοίᾳ. οὐ πᾶσι δὲ τοῖς πρός τι ὑπάρχει ἐναντίον· τῷ γὰρ διπλασίῳ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ τριπλασίῳ, οὐδὲ τῶν τοιούτων τινί." Ἐλέγομεν ἐν τῇ θεωρίᾳ ὅτι τῶν πρός τι 〈τινὰ μὲν〉 ἔχει ἐναντία, τινὰ δὲ οὐκ ἔχει, καὶ προσδιωρισάμεθα λέγοντες ὅτι ταῦτα ἔχει ἐναντία τὰ εὑρισκόμενα ἐν κατηγορίαις ἐχούσαις καὶ αὐταῖς ἐναντία. τοῦτο γοῦν ἄκουε τοῦ φιλοσόφου λέγοντος· ἐπειδὴ γὰρ τὸ ποιόν, ὡς εἰρήκαμεν, ἔχει ἐναντίον, ἡ δὲ ἀρετὴ καὶ ἡ ἐπιστήμη ποιά ἐστι, τούτου χάριν καὶ αὐτὸς εἶπεν τούτοις ἐναντία εἶναι. ὅτε δὲ τὸ ποσὸν οὐδὲν ἔχει ἐναντίον,1 αὐτοῦ λέγοντος ἄκουε τοῦ φιλοσόφου τῷ γὰρ διπλασίῳ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ τριπλασίῳ.

“在关系者中也存在相反性,例如德性与恶德相反,二者各自都是关系者,知识与无知[也是如此]。但并非所有的关系者都具有相反者;因为对于两倍而言没有任何相反者,对于三倍也是如此,对于任何此类事物也是如此。” 我们在理论考察中曾说过,关系者中[有的项]具有相反者,有的项则没有;并且我们补充规定说,那些见于本身也具有相反者的范畴中的项才具有相反者。无论如何,请听哲学家如是说:因为既然正如我们所说,质具有相反者,而德性与知识是质,由于这一原因,他自己也说这些具有相反者。另一方面,当量没有任何相反者时,请听哲学家本人说:“因为对于两倍而言没有任何相反者,对于三倍也是如此。”

§21.2

"Οἷον τὸ πτερὸν ἐὰν ἀποδοθῇ ὄρνιθος, οὐκ ἀντιστρέφει ὄρνις πτεροῦ· οὐ γὰρ οἰκείως τὸ πρῶτον ἀποδέδοται πτερὸν ὄρνιθος." Οἰκείως οὖν καὶ ἡμεῖς εἰρήκαμεν. εἰ δὲ ‘ὄρνις πτεροῦ’ οἰκεία ἔσται ἡ ἀπόδοσις, πῶς οὖν τὸ μὲν οὐκ ἀληθὲς ἀπεδέξατο, τὸ δὲ ἀληθὲς ἔφησεν μὴ εἶναι; πρὸς τοῦτό φαμεν ὅτι τοῦτο πεποίηκεν γυμνάζων ἡμᾶς καταφρονεῖν μὲν τῶν παραδειγμάτων, ἐπιδιώκειν δὲ τὰ καθόλου, ὅπερ ἐν τοῖς Ἀναλυτικοῖς φαίνεται πεποιηκέναι· ἐκεῖ γὰρ ἀποδοὺς παράδειγμα μὴ ὀρθῶς ἔχον, ἐπήγαγε λέγων ‘βέλτιον δὲ τοὺς ὅρους λαβεῖν’.

“例如,如果翅膀被赋予鸟,‘翅膀的鸟’并不能换位;因为首先‘鸟的翅膀’并未被适当地赋予。” 因此,我们也作了适当的说明。但如果“翅膀的鸟”这一赋予将是适当的,那么他为何接受了那不真实的一项,而说真实的一项是不成立的呢?对此我们说,他这样做是为了训练我们轻视个别事例,而追求普遍之物,这正如他在《分析篇》中似乎所做的那样;因为他在那里给出了一个不正确的事例后,接着说道:“最好还是选取词项。”

§21.3

"Ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν ἴσως ἀναγκαῖον, ἐὰν μὴ κείμενον ὄνομα ᾖ." Ἐντεῦθεν ἡ ἀπὸ τοῦ ὀνοματοθετεῖν 〈ἀπορία〉, ἣν ἡμεῖς διττῶς ἐπελυσάμεθα, καὶ αὐτοδήλη ἐστίν, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ.

“有时如果不存在既定名称,或许甚至有必要生造词语。” 由此引出了源于生造词语的[疑难],我们曾对它作了双重解答,正如我们在理论考察中所展示的那样,这是不言自明的。

§21.4

"Οὐ γὰρ ᾗ ζῷον, κεφαλὴν ἔχει· πολλὰ γὰρ τῶν ζῴων κεφαλὴν οὐκ ἔχει." Προσυπακούειν δεῖ ἐνταῦθα πνεύμονάς τε θαλαττίους καὶ καρκίνους· ἰστέον γὰρ ὅτι ταῦτα κεφαλὴν οὐκ ἔχει, μορίου δέ τινος ἀναλογοῦντος κεφαλῇ οὐκ ἀμοιροῦσι.

“因为并非就其为动物而言,它就具有头;因为许多动物并不具有头。” 这里必须在理解中补出海肺[水母的一种]和螃蟹;因为须知它们不具有头,但它们并非不具有某个与头相当的部位。

§21.5

"Περιαιρουμένων τῶν ἄλλων ὅσα ἐστὶν συμβεβηκότα τῷ δεσπότῃ, οἷον τὸ δίποδι εἶναι,2 τὸ ἐπιστήμης δεκτικῷ καὶ τὸ ἀνθρώπῳ." Ἀπορητέον ἐνταῦθα πῶς τὸ δίπουν, οὐσιῶδες ὑπάρχον, συμβεβηκὸς ἐκάλεσεν ὁ φιλόσοφος. καί φασιν ὅτι διττὸν τὸ συμβεβηκός· λέγεται γὰρ καὶ τὸ ἀντιδιαιρούμενον τῇ οὐσίᾳ, λέγεται δὲ συμβεβηκὸς καὶ τὸ ἔξωθεν αὐτοῦ τοῦ προκειμένου πράγματος εἰς ἐξέτασιν·3 οἷον ἐὰν περὶ ποιότητος διαλεγόμενοι τῆς οὐσίας μνησθῶμεν, συμβεβηκὸς τὴν οὐσίαν φαμέν, διότι ἕτερόν ἐστι παρὰ τὴν τοῦ πράγματος τοῦ προκειμένου φύσιν. συμβεβηκὸς δὲ λέγεται, οὐχ ὅτι ἐν ὑποκειμένῳ ἐστίν, ἀλλ’ ὅτι μηδεμίαν κοινωνίαν ἔχει πρὸς τὴν τοῦ ἐξεταζομένου πράγματος φύσιν. τούτῳ τῷ σημαινομένῳ τὸ δίπουν ὁ Ἀριστοτέλης συμβεβηκὸς ἐκάλεσεν, ὡς ἔξωθεν ὂν παρὰ τὸ δεσπότης καὶ δοῦλος, ὃ πρόκειται εἰς ἐξέτασιν. ὅτι δὲ ταῦτα οὕτω ἔχει δῆλον, ὁπότε καὶ αὐτὸ τὸ τοῦ ἀνθρώπου ὄνομα συμβεβηκὸς ἔστιν εἰπεῖν εἶναι τοῦ δεσπότου. ἄνευ μὲν οὖν ἀνθρώπου * * ἀλλ’, ὡς εἴρηται, κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ συμβεβηκότος ἐνταῦθα ληπτέον.

“在附随于主人的所有其他属性被剥除时,例如具有双足、能接受知识以及作为人。” 在此必须提出疑难:哲学家怎么会把属于本质的“双足”称为偶性呢?人们说偶性是双重的:因为与实体相对立划分的事物被称为偶性,但摆在我们面前以供考察的事项本身之外的事物也被称为偶性;例如,如果我们在讨论质的时候提到了实体,我们便称实体为偶性,因为它是摆在我们面前的事物的本性之外的另一事物。它被称为偶性,并不是因为它存在于主体之中,而是因为它与所考察事物的本性没有任何共同之处。按照这一含义,亚里士多德将“双足”称为偶性,因为它处于摆在我们面前以供考察的“主人和奴隶”之外。这些情况如此是显而易见的,既然就连“人”这个名称本身也可以说是主人的偶性。因此,若没有了人[……]但是,正如所说的那样,在此必须按照偶性的第二种含义来理解。

语法注3 条
  1. 21.1ὅτε δὲ τὸ ποσὸν οὐδὲν ἔχει ἐναντίον

    时间连词 ὅτε 与前文的 ἐπειδὴ ...(既然……)形成对比,引导一个表示限定与对照的情况从句(“另一方面,当量没有相反者时……”)。随后的主句中,属格 αὐτοῦ τοῦ φιλοσόφου 及分词 λέγοντος 作为命令句 ἄκουε(请听)的宾语。

  2. 21.5τὸ δίποδι εἶναι

    在带冠词的不定式短语 τὸ δίποδι εἶναι 中,与格 δίποδι 作为表语性与格与 εἶναι 结合,表达一个本质性规定(“作为双足的”)。随后的 τὸ ἐπιστήμης δεκτικῷ [εἶναι]与 τὸ ἀνθρώπῳ [εἶναι]属于省略了 εἶναι 的平行并列结构。

  3. 21.5τὸ ἔξωθεν αὐτοῦ τοῦ προκειμένου πράγματος εἰς ἐξέτασιν

    中性定冠词 τό 将副词 ἔξωθεν 名词化(“处于外部的事物”),ἔξωθεν 支配表示分离的属格 αὐτοῦ τοῦ προκειμένου πράγματος。介词短语 εἰς ἐξέτασιν 修饰分词 προκειμένου,共同构成“摆在我们面前以供考察的事件本身之外的事物”这一名词性结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:106.17-107.29