- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:109.6-110.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯通过区分实际事物与作为相对者的事物,并统一潜能与现实的对应,解决了关于感觉、知识与其对象是否同时的反驳;随后针对《范畴篇》关于关系者的定义提出并解答了四个疑难(循环界定、略去同一者、与属的关系以及同名异义性)。
εἰ οὖν τὸ ζῷον μόνην τὴν αἴσθησιν ἀναιρεῖ, δῆλον ὅτι πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως, καὶ εὑρεθήσεται μὴ ἅμα τὰ πρός τι. ἄλλως τε δὲ τὸ ἀναιροῦν τὸ καθολικώτερον ἐκεῖνο πρότερόν ἐστι. τὸ μὲν οὖν αἰσθητὸν ἀναιρεῖ τὸ σῶμα καθολικώτερον ὄν, τὸ δὲ ζῷον τὴν αἴσθησιν ἀναιρεῖ, οὐ μέντοι γε καὶ τὸ σῶμα. εἰ οὖν τὸ σῶμα καθολικώτερόν ἐστιν τῆς αἰσθήσεως, ἀναιρεῖ δὲ τὸ σῶμα τὸ αἰσθητόν,1 τοῦτ’ ἔστι τὸ καθολικώτερον, πρότερον ἄρα τὸ αἰσθητὸν ὡς τὸ αἰσθητικὸν ἀναιροῦν. ἡ λύσις δὲ τῇ μὲν πρώτῃ ἐστὶν αὕτη· ὅτι τὰ αἰσθητὰ ἐνταῦθα τῆς αἰσθήσεώς εἰσιν πρότερα, ὡς πράγματά ἐστιν, οὐ μέντοι γε ὡς αἰσθητά. ὡσαύτως δὲ καὶ τὰ ἐπιστητὰ ὡς πράγματά ἐστιν πρότερα τῆς ἐπιστήμης, οὐχ ὡς ἐπιστητά. ἄλλως τε δὲ οὐ καλῶς γέγονεν ἡ ἐξέτασις· τὰ μὲν γὰρ ἐπιστητὰ δυνάμει ἐπιστητὰ περιελάβομεν, τὴν δὲ ἐπιστήμην ἐνεργείᾳ ἐπιστήμην. οὐ δεῖ δὲ οὕτω παραβαλεῖν, ἀλλὰ τὰ δυνάμει τοῖς δυνάμει καὶ τὰ ἐνεργείᾳ τοῖς ἐνεργείᾳ, ἵνα τότε ἅμα τὰ πρός τι εὑρεθῶσιν. Ἐπεὶ οὖν μετὰ τὰ ἴδια ἐπὶ τὴν ἀληθινὴν ὑπογραφὴν μέλλομεν πορεύεσθαι, φέρε τέσσαράς τινας ἀπορίας πρὸς ταύτην κινήσωμεν, ὧν ἡ πρώτη τοῦτον ἔχει τὸν τρόπον· εἰ τὸ πρός τι ὁριζόμενος τοῦ ἑτέρου ἐμνήσθη (ἔλεγεν γὰρ ὅτι πρός τί ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται), τὸ δὲ ἕτερον πρός τι (ἑτέρου γάρ ἐστιν ἕτερον), τὰ πρός τι ἄρα διὰ τοῦ πρός τι ὡρίσατο. ταύτης τῆς ἀπορίας διττὴν προφέρουσι τὴν λύσιν. πρῶτον μὲν ὅτι ἐπὶ τῶν ἀσχέτων πραγμάτων διαβέβληται ἡ διάλληλος δεῖξις, ἐπὶ δὲ τῶν πρός τι οὐκέτι διαβέβληται, ἀλλὰ καὶ συμβάλλεται πρὸς τὴν τούτων διδασκαλίαν. δεύτερον δὲ ὅτι οὐκ ἀληθῆ τὴν ὑπογραφὴν ἀποδέδωκε τῶν πρός τι, διὸ καὶ τοιαύτῃ ἐχρήσατο φωνῇ. δευτέρα ἀπορία· εἰ μὴ μόνον τὸ ἕτερον ἔστι τοῦ πρός τι, ἀλλὰ καὶ τὸ αὐτό, τίνος χάριν τὸ ἕτερον μόνον περιέλαβεν, τὸ δὲ ταὐτὸν παρῆκεν; τοῦτο γὰρ ποιήσας ἐλλειπῆ τὸν ὁρισμὸν ἀποδέδωκεν τῶν πρός τι. πρὸς τοῦτό φαμεν ὅτι εἰκότως τὸ ταὐτὸν παραλέλοιπεν· εἰ γὰρ μυριάκις αὐτὸ πρὸς αὐτὸ παραβάλλεται, ἀλλ’ οὖν ἕτερον δοκεῖ εἶναι τῷ διπλοῦσθαι τῇ πρὸς ἑαυτὸ παραβολῇ.2 τρίτη ἀπορία· εἰ τὰ πρός τι μία τῶν κατηγοριῶν, αἱ δὲ κατηγορίαι γένη, τὰ πρός τι γένη, οὐκ ἔστιν ἄρα τὰ γένη πρός τι, ἀλλὰ πᾶν πρός τι γένος. πρὸς οὓς φαμεν ὅτι οὐδαμῶς· οὐ πᾶν γὰρ πρός τι γένος ἐστίν· ἰδοὺ γὰρ τὸ δεξιὸν πρός τι ὂν οὐκ ἔστιν γένος, διότι καὶ μερικόν. τετάρτη ἀπορία· εἰ τὰ πρός τι ἰδίαν ὕλην οὐκ ἔχει, ἀλλ’ ὑποβέβληνται τούτοις πᾶσαι αἱ κατηγορίαι, τὰ δὲ ἐν πάσαις ταῖς κατηγορίαις θεωρούμενα ὁμώνυμα, τὰ ἄρα πρός τι ὁμώνυμα. πρὸς τούτους πάλιν ἐνταῦθά φαμεν ὅτι καθολικῶς λαμβάνεται· οὐ γὰρ τὰ ἐν πάσαις ταῖς κατηγορίαις θεωρούμενα ὁμώνυμα, ἀλλὰ τὰ ὑπὸ πάσας τὰς κατηγορίας ἀναγόμενα. τὰ δὲ πρός τι ἐν πάσαις θεωρεῖται, οὐ μέντοι ὑπὸ πάσας ἀνάγεται· οὐκ ἄρα τὰ πρός τι ὁμώνυμά ἐστι· ἄλλο γάρ ἐστι τὸ ἐν πάσαις ταῖς κατηγορίαις θεωρεῖσθαι, καὶ ἄλλο τὸ ὑπὸ πάσας τὰς κατηγορίας ἀνάγεσθαι. τοῦτο πέρας τῆς προκειμένης θεωρίας.
因此,如果动物仅消灭了感觉,显然可感觉的事物先于感觉,并且关系者将被发现并不是同时的。此外,消灭更为普遍者的那个是较先的。于是,可感觉的事物消灭了作为更为普遍者的物体,而动物消灭了感觉,却绝没有消灭物体。因此,如果物体比感觉更为普遍,而可感觉的事物消灭了物体——即更为普遍者——那么可感觉的事物便作为消灭具有感觉能力者而是较先的。对第一种[论证]的解决乃是如此:在这里,可感觉的事物先于感觉,乃是就它们作为实际事物而言,绝非就其作为可感觉者而言。同样,可知的事物先于知识,也是就其作为实际事物而言,而非就其作为可知者而言。此外,考察并未妥当进行;因为我们将可知的事物当成了潜能上的可知者,而将知识当成了现实上的知识。但不应当这样比较,而应当将潜能者与潜能者比较,现实者与现实者比较,以便此时关系者被发现是同时的。因此,既然在诸固有属性之后我们将要走向真正的粗描,且让我们针对它提出四个疑难,其中第一个是具有这种形式的:如果界定关系者的人提到了“他者”(因为他说关系者乃是凡“自身正是其所是者,被称为是属于他者的”),而“他者”本身又是关系者(因为它乃是他者的“他者”),那么他就是通过关系者来界定关系者了。针对这一疑难,他们提出了双重的解决:首先,在互不相干的事物上相互证明是被指责的,但在关系者上却不再被指责,反而有助于对它们的传授;其次,他并未给出关系者的真正粗描,因此他才使用了这样的词句。第二个疑难:如果不唯有“他者”属于关系者,而且“同一者”也属于关系者,为何他仅包含了“他者”,而略去了“同一者”?因为这样做了之后,他就给出了关系者不完备的定义。针对这一点我们说,他略去“同一者”是合乎情理的;因为即便它万次与自身相比较,但由于通过与自身比较而加倍,它仍显得是他者。第三个疑难:如果关系者是诸范畴之一,而诸范畴是诸属,关系者就是诸属;于是诸属并不是关系者,而是每一个关系者都是属。对提出这些论点的人我们说:绝非如此;因为并非每一个关系者都是属;因为看哪,右侧作为关系者就不是属,因为它也是特殊的。第四个疑难:如果关系者没有特有的质料,而是所有范畴都作为基础置于它们之下,而在所有范畴中被观察到的事物都是同名异义的,那么关系者就是同名异义的。对这些人在此我们再次说,这被取得过于普遍了;因为并非在所有范畴中被观察到的事物是同名异义的,而是在所有范畴之下被归纳的事物才是[同名异义的]。关系者在所有[范畴]中被观察到,却绝不是在所有[范畴]之下被归纳;因此关系者并不是同名异义的;因为在所有范畴中被观察到是一回事,而在所有范畴之下被归纳则是另一回事。这是摆在我们面前的考察的终结。
- 21.6ἀναιρεῖ δὲ τὸ σῶμα τὸ αἰσθητόν
此处出现语序倒置,动词 ἀναιρεῖ 之后紧跟宾语 τὸ σῶμα,而主语 τὸ αἰσθητόν 置于句末。结合前文“τὸ μὲν οὖν αἰσθητὸν ἀναιρεῖ τὸ σῶμα καθολικώτερον ὄν”以及紧接着指代 τὸ σῶμα 的同位语短语“τοῦτ’ ἔστι τὸ καθολικώτερον”,可确定此句意为“如果可感觉的事物消灭了物体,即更为普遍者”。
- 21.6τῷ διπλοῦσθαι τῇ πρὸς ἑαυτὸ παραβολῇ
此处为双重与格结构:表示原因或方式的带冠词与格不定词 τῷ διπλοῦσθαι(因被加倍)修饰主句,其内部又嵌入了表示手段的与格短语 τῇ πρὸς ἑαυτὸ παραβολῇ(通过与自身比较)。
