← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§105.10-106.15

关系的严格换位方法与赋予的检验规则

注疏者解释了通过增大和削减术语使关系得以严格换位的方法,调和了《诗学》中关于禁止造词的疑难,并提出通过排除附随属性来检验关系赋予是否严格的规则,以此结束了当下的考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.8#3

καί φαμεν ὅτι εἰ τὸ μὲν μεῖζον καθέλωμεν, τὸ δὲ ἔλαττον αὐξήσωμεν, τότε εὑρεθείη1 κυρίως ἀντιστρέφοντα· οἷον ἐπεὶ τὸ πτερὸν καθολικώτερόν ἐστι τῆς ὄρνιθος, αὐξήσωμεν τὴν ὄρνιν, οὐκέτι πρὸς ὄρνιθα τὸ πτερὸν ἀποδιδόντες, ἀλλὰ πρὸς πτερωτόν, καὶ ἔστιν κυρίως ἡ ἀντιστροφή. πάλιν δὲ καὶ ἐπὶ τοῦ ἑτέρου παραδείγματος τὸ μεῖζον καθαιροῦμεν, τοῦτ’ ἔστι τὸ πλοῖον, καὶ οὐκέτι τὸ πηδάλιον πλοίου ἀποδίδομεν, ἀλλὰ μᾶλλον πηδαλιωτοῦ. Ἐντεῦθεν ἡμᾶς ἀπορία διαδέχεται ἡ λέγουσα ὅτι διὰ τί ὀνοματοθετοῦμεν, καίτοι τοῦ φιλοσόφου ἐν τῇ Ποιητικῇ πραγματείᾳ ἀπαγορεύοντος μὴ ὀνοματοθετεῖν, ἵνα μὴ τὴν ἀρχαίαν παραβῶμεν χρῆσιν. πῶς οὖν ἐνταῦθα αὐτὸς φαίνεται ὀνοματοθετῶν; καί φαμεν ὅτι ἔλεγεν μὴ ὀνοματοθετεῖν, ἐφ’ ὧν κεῖται ὄνομα. ἡμεῖς οὖν ὀνοματοθετοῦμεν πρῶτον μὲν ἐφ’ ὧν οὐκ ἔστιν ὄνομα· τοῦτο γὰρ ποιοῦντες οὔτε τὴν ἀρχαίαν παραβαίνομεν χρῆσιν, ἀλλὰ καὶ ταύτην εὐπορωτέραν δείκνυμεν. δεύτερον δὲ ὀνοματοθετοῦμεν, οὐχ ἵνα καθόλου χρησώμεθα, ἀλλ’ ἵνα τὴν τῶν ἀντιστρεφόντων2 ἀπόδοσιν τελειώσωμεν. ὅτι δὲ ἀληθεῖς εἰσιν αἱ ἀποδεδομέναι λύσεις τῆς ἀπορίας, φαίνεται καὶ αὐτὸς ἐπὶ τοῦ αὐτοῦ ταύτην οὕτως ἐπιλυόμενος· φησὶ γὰρ ὅτι ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν ἴσως ἀναγκαῖον, ἐὰν μὴ ᾖ κείμενον ὄνομα. καὶ διὰ μὲν τοῦ εἰπεῖν τὸ ἐνίοτε καὶ ἴσως ᾐνίξατο τὴν πρώτην ἐπίλυσιν τὴν λέγουσαν ὅτι ἐπὶ τούτων ὀνοματοθετοῦμεν, ἐφ’ ὧν μὴ ἔστιν ὄνομα, διὰ δὲ τοῦ εἰπεῖν ἀναγκαῖον τὴν δευτέραν ἐπίλυσιν ἀπεδήλωσε τὴν λέγουσαν ὅτι οὐχ ἵνα χρησώμεθα διὰ παντός, ὀνοματοθετοῦμεν, * * ὅτι ἐπὶ τῶν ἀντιστρεφόντων οὐκ ἐφ’ ὧν ἀμφότερα ὀνόματα κεῖται, ἐπεὶ εὑρεθείημεν τὴν χρῆσιν παραβαίνοντες, ἀλλ’ ἐφ’ ὧν κεῖται τὸ μέν, τὸ δὲ μὴ κεῖται, ἐκ τοῦ κειμένου ὀνομάζομεν τὸ μὴ ἔχον ὄνομα, οἷον ἐλέγομεν ἀπὸ τοῦ πτεροῦ τὸ πτερωτὸν καὶ ἀπὸ τοῦ πηδαλίου τὸ πηδαλιωτόν. ἵνα δὲ γνῶμεν εἴτε κυρίως ἀποδέδοται τὸ πρός τι εἴτε μή, κανόνι τοιούτῳ χρησώμεθα· ἐὰν ἀποδοθῇ τι πρὸς ἕτερον, ἀνέλω δὲ πάντα τὰ παρεπόμενα ἐκείνῳ, μείνῃ δὲ ἐπὶ τούτῳ σωζόμενον πρὸς ὃ ἀπεδόθη, κυρία ἔσται ἡ ἀπόδοσις,3 ἐὰν δὲ ἀποδοθῇ τι πρὸς ἕτερον, ἑνὸς δὲ τῶν παρεπομένων ἐκείνῳ πρὸς ὃ ἀπεδόθη ἀναιρουμένου, οὐκέτι σῴζηται τοῦτο πρὸς ὃ ἀπεδόθη, οὐκ ἔσται κυρία ἡ ἀπόδοσις. οἷον ἀποδεδώκαμεν τὸν δοῦλον πρὸς Σωκράτην καὶ δεσπότην· πρὸς μὲν δεσπότην κυρίως ἀποδίδομεν, ὡς ἴσμεν ἐκ τοῦ εἰρημένου κανόνος, πρὸς δὲ τὸν Σωκράτην οὐ πάντως· ἐὰν γὰρ ἀποδῶ τὸν δοῦλον πρὸς δεσπότην, ἀνέλω δὲ τὰ παρεπόμενα τῷ δεσπότῃ, τοῦτ’ ἔστι τὸν Σωκράτην, τὸν Ἀθηναῖον, τὸν σιμόν, τὸν προγάστορα, τὸν φαλακρόν, τὸν Σωφρονίσκου Ἀρχιμήδους, οὐδ’ ἓν παρέβλαψα τὴν δεσποτικὴν σχέσιν, ἀλλ’ ἔτι καὶ πάντων τούτων ἀναιρουμένων ὁ δοῦλος δεσπότου δοῦλός ἐστιν. εἰ δὲ πάλιν ἀποδῶμεν τὸν δοῦλον πρὸς Σωκράτην, ἀνέλω δὲ τὰ παρεπόμενα τῷ Σωκράτει, μὴ μέντοι γε πάντα, ἀλλ’ ἓν καὶ μόνον τὸ δεσπότην εἶναι, ἠφάνισα δηλονότι καὶ τὴν ἀπόδοσιν· δεσπότου γὰρ μὴ ὄντος, κἂν Σωκράτης ᾖ, κἂν σιμὸς ᾖ, κἂν προγάστωρ, κἂν Ἀθηναῖος, οὐ σῴζεται ἡ τοῦ δεσπότου πρὸς τὸν δοῦλον σχέσις· δῆλον γὰρ ὅτι τοῦ δεσπότου ἀναιρουμένου συναναιρεθήσεται καὶ τὸ εἶναι δοῦλον Σωκράτους. τοῦτο πέρας τῆς παρούσης θεωρίας.

并且我们说,如果我们削减较大部分,增大较小部分,那么就会找到严格意义上进行换位的事物;例如,既然翅膀比鸟更具普遍性,我们就增大鸟,不再把翅膀赋予鸟,而是赋予具有翅膀者,这样换位就严格成立了。同样,在另一个例子中,我们削减较大部分,即船,不再把舵赋予船,而是宁可赋予具有舵者。由此,一个疑难接续在我们面前,它说:既然哲学家在《诗学》论著中为了让我们不违背古代习惯用法而禁止生造词语,我们为何还要生造词语呢?那么在这里,他自己为何似乎在生造词语呢?我们说,他是说在已有既定名称的事物上不要生造词语。因此,我们生造词语首先是在没有名称的事物上;因为这样做不仅不违背古代习惯用法,反而证明这种用法更为丰富。其次,我们生造词语不是为了普遍使用,而是为了完成对换位者的赋予。赋予该疑难的这些解答是真实的,这一点从他自己在同一处如此解决该疑难也显而易见;因为他说“有时如果不存在既定名称,或许甚至有必要生造词语”。通过说“有时”和“或许”,他暗示了第一种解答,即我们是在那些没有名称的事物上生造词语;而通过说“有必要”,他阐明了第二种解答,即我们生造词语并不是为了长久地使用它们,[……]在换位者中,并非在两项皆有既定名称的事物上(因为若如此我们就会被发现违背了习惯用法),而是在其中一项已有既定名称而另一项没有既定名称的事物上,我们根据已有既定名称的那一项来命名没有名称的那一项,正如我们曾从“翅膀”说“具有翅膀者”,从“舵”说“具有舵者”一样。但是为了让我们知道关系是否已被严格赋予,让我们使用如下规矩:如果某物被赋予另一物,而我排除了附随于后者的所有属性,然而它所被赋予的对象在此情况下仍得以保全,那么这项赋予就将是严格的;但如果某物被赋予另一物,而排除了附随于它所被赋予对象的某一项属性时,它所被赋予的对象就不再得以保全,那么这项赋予就将不是严格的。例如,我们曾把奴隶赋予苏格拉底和主人;赋予主人是严格的,正如我们从所说的规矩中所知道的那样,但赋予苏格拉底则全然不是;因为如果我把奴隶赋予主人,并排除了附随于主人的属性——即作为苏格拉底、雅典人、塌鼻子、大肚子、秃顶、阿基米德之子索佛罗尼斯科之[子]——我丝毫没有损害主人的关系,相反,即使所有这些都被排除,奴隶依然是主人的奴隶。但另一方面,如果我们把奴隶赋予苏格拉底,而我排除了附随于苏格拉底的属性——绝非全部,而仅仅是一项,即作为主人——显然我也就消解了这项赋予;因为若是没有主人,即便他是苏格拉底,即便塌鼻子,即便大肚子,即便雅典人,主人对奴隶的关系也无法保全;因为显而易见,主人的属性一旦被排除,作为苏格拉底的奴隶这一属性也将随之被排除。这是当前理论考察的终结。

语法注3 条
  1. 20.8εἰ τὸ μὲν μεῖζον καθέλωμεν, τὸ δὲ ἔλαττον αὐξήσωμεν, τότε εὑρεθείη

    该条件句体现了晚期及拜占庭希腊语中常见的混合句式:前件使用 εἰ 搭配虚拟式(καθέλωμεν, αὐξήσωμεν),而后件使用未带 ἄν 的潜能祈愿式(εὑρεθείη)。动词 εὑρεθείη 采用单数形式,与其主语中性复数分词 ἀντιστρέφοντα 一致。

  2. 20.8οὐχ ἵνα χρησώμεθα διὰ παντός, ὀνοματοθετοῦμεν, * * ὅτι ἐπὶ τῶν ἀντιστρεφόντων

    在 ὀνοματοθετοῦμεν 与 ὅτι 之间存在文本脱落(lacuna)。从上下文来看,此处脱落了进一步详述第二种解答的从句或动词(如 ἀλλ’ ἵνα δείξωμεν 等),说明生造词并非为了持续日常使用,而仅是在换位关系的对应对中有一项无名时予以补足。

  3. 20.8ἐὰν ἀποδοθῇ τι πρὸς ἕτερον, ἀνέλω δὲ πάντα τὰ παρεπόμενα ἐκείνῳ, μείνῃ δὲ ἐπὶ τούτῳ σωζόμενον πρὸς ὃ ἀπεδόθη, κυρία ἔσται ἡ ἀπόδοσις

    条件句的前件由 ἐάν 引导并列的三个虚拟式:第三人称被动 ἀποδοθῇ、第一人称主动不定过去虚拟式 ἀνέλω(“若我排除……”)以及第三人称主动 μείνῃ。第一人称虚拟式表示论证者假设的操作,引出归结从句直陈式将来时的 κυρία ἔσται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:105.10-106.15