- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:104.9-105.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗解释了在关系的固有属性中肯定为何优于否定,简要确认了第二项固有属性(程度性),并讨论了第三项固有属性(换位)以及展示整体与部分普遍性差异的实例。
εἰ οὖν δέδεικται ὅτι δυνατὸν καὶ καταφάσει καὶ ἀποφάσει ἐπὶ τούτου χρήσασθαι τοῦ ἰδίου, τίνος χάριν ὁ Ἀριστοτέλης τὴν κατάφασιν τῆς ἀποφάσεως προετίμησεν; πρὸς ὃν φαμεν1 ὡς εἰκότως προετίμησε τὴν κατάφασιν τῆς ἀποφάσεως διὰ δύο αἰτίας· πρῶτον μὲν ὅτι ἡ κατάφασις ὡρισμένη ἐστὶν ὡς δηλοῦσα καὶ τί ἔστιν, ἡ δὲ ἀπόφασις ἀόριστος ὡς λέγουσα τί οὐκ ἔστιν, οὐ μέντοι γε τί ἐστιν. εἰκότως οὖν τὸ ὡρισμένον, τοῦτ’ ἔστι τὴν κατάφασιν, τοῦ ἀορίστου, τοῦτ’ ἔστι τῆς ἀποφάσεως, προετίμησεν. δεύτερον δέ, ὡς εἰρήκαμεν, ἡ ἀποδεδομένη ὑπογραφὴ ἰδίῳ ἀναλογεῖ, τῷ δὲ ἰδίῳ μᾶλλον ἁρμόζει ἡ κατάφασις ὡς δηλοῦσα τὴν φύσιν τοῦ πράγματος (καὶ γὰρ καὶ τὸ ἴδιον τοῦτο βούλεται εἰπεῖν) 〈ἢ〉 ἡ ἀπόφασις ἡ ἐναντιουμένη τῇ φύσει τοῦ πράγματος τῆς ὑπογραφῆς. διὰ ταύτας οὖν τὰς αἰτίας τὴν κατάφασιν προετίμησεν τῆς ἀποφάσεως, καὶ διὰ τὸ ὡρισμένην εἶναι καὶ διὰ τὸ ἁρμόζειν τῇ φύσει τοῦ ἰδίου, ὡς ἀναλογούσης τῷ ἰδίῳ τῆς ὑπογραφῆς. Ἐντεῦθεν ἐπὶ τὸ δεύτερον ἴδιον μεταβέβηκεν ὁ φιλόσοφος, τὸ τὰ πρός τι ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. περὶ οὗ οὐδὲν ἐροῦμεν ὡς πάντων τῶν ἀνωτέρω εἰρημένων λόγων ἁρμοζόντων καὶ ἐπὶ τούτου· ἐλέγομεν γὰρ ὅτι τῷ ἔχειν ἐναντίον τὸ μᾶλλον καὶ ἧττον ἀκολουθεῖ. τρίτον δὲ ἴδιον ἀποδίδωσι φάσκων ὅτι τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται. ἀλλ’ εὐθέως ἡμᾶς ἀπορία διαδέχεται ὅτι εἰ καὶ τὰ πρός τι ἀντιστρέφει καὶ τὸ ἴδιον ἀντιστρέφει, συγχυθήσεται τούτων ἡ τάξις καὶ ἔσται τὰ πρός τι ἴδια καὶ τὰ ἴδια πρός τι. πρὸς οὕς φαμεν ὅτι ἄλλο ἐστὶ τὸ ἀντιστρέφειν καὶ ἄλλο τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι· τὸ μὲν γὰρ ἀντιστρέφειν ἐστὶ τὸ ἐξισάζειν, τὸ μέντοι γε πρός τι ἐξισάζει, οὐ πάντα δὲ τὰ ἐξισάζοντα πρός τί ἐστι. τούτου χάριν οὐκ εἶπεν ὁ φιλόσοφος ἀντιστρέφειν, ἀλλὰ πρὸς ἀντιστρέφοντα λέγεσθαι, ἵνα ἀφορίσῃ τῶν πρός τι τὰ ἴδια. ἐπισκεπτέον δὲ ὅτι ἐὰν μὴ διορθώσεως τύχῃ τὸ παρὸν ἴδιον, οὐκ ἔσται κυρίως ἀποδεδομένον τοῖς πρός τι. καὶ ἵνα τοῦτο κατασκευάσῃ, δύο παραδείγματα λαμβάνει ὁ φιλόσοφος, ἐν ἀμφοτέροις τὸ ὅλον καὶ τὸ μέρος ὑπάρχον,2 ἀλλ’ ἐν μὲν τῷ ἑνὶ τὸ μέρος τοῦ ὅλου καθολικώτερόν ἐστιν, ἐν δὲ τῷ ἑτέρῳ τὸ ὅλον τοῦ μέρους καθολικώτερον. τὸ μὲν οὖν ἔχον τὸ μέρος τοῦ ὅλου καθολικώτερον τοιοῦτόν ἐστιν· οἷον ὄρνις πτερὸν ἔχει. οὐ πᾶν δὲ ἔχον πτερὸν ὄρνις ἐστί, ἀλλὰ μᾶλλον πτηνόν· τοῦτο γὰρ εἰς τρία διαιρεῖται· τῶν γὰρ πτηνῶν τὰ μέν ἐστιν ὑμενόπτερα ὡς μυῖαι, τὰ δὲ σαρκόπτερα ὡς νυκτερίδες, τὰ δὲ σχιζόπτερα ὡς αἱ ὄρνιθες. καλῶς οὖν ἐλέγομεν ὅτι τὸ πτερόν, τοῦτ’ ἔστι τὸ μέρος, καθολικώτερον τοῦ ὅλου τῆς ὄρνιθος· ἐπὶ πλέον γάρ ἐστι τῆς ὄρνιθος τὸ πτερόν. τὸ δὲ ἕτερον παράδειγμα, ἐν ᾧ τὸ ὅλον τοῦ μέρους καθολικώτερόν ἐστι, τοιοῦτόν ἐστιν· φησὶν ὅτι τὸ πηδάλιον πλοίου πηδάλιον, οὐκέτι μέντοι καὶ τὸ πλοῖον πηδαλίου πλοῖον· τὰ γὰρ ἀκάτια, πλοῖα ὑπάρχοντα, οὐκ ἔχει πηδάλια. ἐπὶ πλέον οὖν ἐστιν ἐνταῦθα τὸ ὅλον τοῦ μέρους, τοῦτ’ ἔστι τὸ πλοῖον τοῦ πηδαλίου. πῶς οὖν οἰκεία ἔσται 〈ἡ〉 τούτων ἀπόδοσις;
因此,如果已经表明对于这项固有属性既可以使用肯定也可以使用否定,那么亚里士多德究竟为了什么缘故而把肯定置于否定之上?针对这一论证我们说,他把肯定置于否定之上是出于两条原因,这完全合乎情理:首先,因为肯定是确定的,因为它也指明了事物是什么,而否定是不确定的,因为它陈述事物不是什么,却绝不陈述事物是什么。因此很自然地,他把确定的东西(即肯定)置于不确定的东西(即否定)之上。其次,正如我们所说,所给出的简略描述类比于固有属性,而作为揭示事物本性的肯定(因为固有属性也意欲说明这一点),比起反对简略描述的事物本性的否定,更适合于固有属性。因此由于这些原因,他把肯定置于否定之上,既因为它是确定的,也因为它适合于固有属性的本性,因为简略描述类比于固有属性。由此哲学家过渡到了第二项固有属性,即关系容纳“更甚”与“较逊”。关于这一点我们将不说什么,因为上面所说的一切论述在这上面也同样适合;因为我们曾说,“更甚”与“较逊”伴随着具有相反者。随后他给出了第三项固有属性,宣称关系是相对于换位者而言说的。但紧接着一个疑难便接续在我们面前:如果关系进行换位,并且固有属性也进行换位,它们的次序就会被混淆,关系将成为固有属性,而固有属性也将成为关系。对这些人我们说,换位是一回事,相对于换位者而言说是另一回事;因为换位是等同相配,而关系固然等同相配,但并非所有等同相配的事物都是关系。由于这个缘故,哲学家没有说“换位”,而是说“相对于换位者而言说”,以便把固有属性从关系中区分开来。但必须注意的是,如果当下的固有属性得不到修正,它就不会是严格意义上赋予关系的固有属性。并且为了确立这一点,哲学家选取了两个例子,在二者之中整体与部分皆存在,但在其中一个例子中部分比整体更具普遍性,而在另一个例子中整体比部分更具普遍性。那么,部分比整体更具普遍性的例子是这样的:例如鸟拥有翅膀。但并非每一个拥有翅膀的都是鸟,倒不如说是飞虫或飞禽;因为这被划分为三类:在飞禽飞虫中,一些是膜翅类如苍蝇,一些是肉翅类如蝙蝠,一些是裂翅类如鸟类。因此我们曾说翅膀(即部分)比鸟这一整体更具普遍性,是正确的;因为翅膀的外延比鸟更广。而整体比部分更具普遍性的另一个例子则是这样的:他说舵是船的舵,但船却不再是舵的船;因为小艇虽是船,却没有舵。因此在这里,整体(即船)的外延比部分(即舵)更广。那么,对于这些事物而言,怎样的赋予才是恰当的呢?
- 20.8πρὸς ὃν φαμεν
关系代词 ὃν 以前一分块末尾的阳性单数名词 λόγος(“另一番论述”)为先行词。与稍后用来指代提出疑难的人们的复数 πρὸς οὕς 相对照,这里针对该论辩本身而使用了单数形式。
- 20.8ἐν ἀμφοτέροις τὸ ὅλον καὶ τὸ μέρος ὑπάρχον
分词 ὑπάρχον 为中性单数宾格(或主格),构成独立分词句结构。尽管主语是由连词连接的两个成分(τὸ ὅλον καὶ τὸ μέρος),此处仍使用单数分词,是因为将整体与部分的并存视为单一的事态。
