← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§103.3-104.9

作为关系固有属性的相反性及其条件

本节注解亚里士多德《范畴篇》6b15,探讨了作为关系之固有属性的“具有相反性”,分析了连词“也”的用意、为何使用“属于”而非“固有的”或“共通的”,并阐明了关系依其所处的底层范畴而决定是否具有相反者的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.8#1

" Ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι, οἷον ἀρετὴ κακίᾳ ἐναντία, ἑκάτερον τῶν πρός τι ὄν, καὶ ἐπιστήμη ἀγνοίᾳ. οὐ πᾶσι δὲ τοῖς πρός τι ὑπάρχει ἐναντίον." Μετὰ τὴν ψευδῆ ὑπογραφὴν τῶν πρός τι ἐπὶ τὰ ἴδια λοιπὸν μεταβέβηκεν ὁ φιλόσοφος. καὶ πρῶτον ἴδιον ἀποδίδωσι τῶν πρός τι τὸ ἔχειν ἐναντίον. ἀλλ’ εὐθέως ἡμᾶς ζήτησις διαδέχεται· φασὶ γὰρ τίνος χάριν ὁ καί σύνδεσμος προτέθειται. 〈φαμὲν〉 ὅτι καὶ διὰ τὰ μέλλοντα καὶ διὰ τὰ φθάσαντα· διὰ μὲν τὰ μέλλοντα, ἐπειδὴ ἐλέγομεν ἀκολουθεῖν τῇ ἐναντιότητι τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐπειδὴ οὖν συνεφέλκεται καὶ ἡ ἐναντίωσις τῷ μᾶλλον καὶ ἧττον1 (μέλλει γὰρ ἀποδοῦναι καὶ τοῦτο ἴδιον ὑπάρχον τῶν πρός τι), εἰκότως οὖν ὁ καί σύνδεσμος πρόσκειται. πρὸς δὲ τὰ φθάσαντα, ἐπειδὴ ἡ ψευδὴς ὑπογραφὴ ἰδίῳ ἀναλογεῖ. ἰδίῳ δὲ ἀναλογεῖ, διότι καὶ ἡ ὑπογραφὴ ἐκ συμβεβηκότων, καὶ πάλιν διότι ἡ ὑπογραφὴ καθάπερ τὸ ἴδιον ἀντιστρέφειν βούλεται. ἐπειδὴ οὖν τὴν ὑπογραφὴν ἀποδεδώκαμεν ἀναλογοῦσαν ἰδίῳ, ὡς ῥηθέντος πρώτου ἰδίου οὕτως ἐπήγαγεν τὸν καί σύνδεσμον, δηλῶν δι’ αὐτοῦ ὅτι οὐδὲν ἰδίου διενήνοχεν ἡ ὑπογραφή. μετὰ ταῦτα ἑτέρα τις ἡμᾶς ἀπορία διαδέχεται ἡ λέγουσα ὅτι τίνος χάριν εἶπεν ὑπάρχει, καὶ μὴ εἶπεν ἢ ‘κοινόν’ ἢ ‘ἴδιον’. πρὸς οὕς φαμεν ὅτι ἐπειδὴ ἐλέγομεν ὅτι τὸ ἴδιον καὶ παντὶ καὶ μόνῳ ἐφαρμόζει· ὅτε μὲν γὰρ παντὶ ἐφαρμόζει, τότε λέγεται εἶναι κοινόν, ὅτε δὲ μόνῳ, λέγεται ἴδιον εἶναι. ἐπεὶ οὖν τὸ προκείμενον ἴδιον οὔτε παντὶ ὑπάρχει, ὡς αὐτός φησιν, οὔτε δὲ μόνῳ, ἀλλὰ καὶ ταῖς ποιότησιν, ὡς δειχθήσεται, εἰκότως οὔτε κοινὸν αὐτὸ εἴρηκεν ὡς μὴ παντὶ ὑπάρχον, οὔτε ἴδιον ὡς μὴ μόνῳ, ἀλλ’ ὑπάρχει τοῦτο προσηγόρευσεν. ἀλλὰ πάλιν ἀποροῦσι λέγοντες ὅτι εἰ μήτε πᾶσιν ὑπάρχει μήτε μόνοις, δῆλον ὡς τισὶ μὲν ὑπάρχει τισὶ δὲ οὐχ ὑπάρχει· καιρὸς οὖν τοῦτο προσδιορίσασθαι καὶ δεῖξαι τίσι μὲν ὑπάρχει τῶν πρός τι τὸ ἔχειν ἐναντίον, τίσι δὲ οὐχ ὑπάρχει. λέγομεν οὖν ὅτι τὰ πρός τι ἰδίαν ὕλην οὐκ ἔχει, ἀλλὰ παραφυάδι ἔοικεν ἐν πάσαις εὑρισκόμενα κατηγορίαις.2 ὅτε γοῦν ἡ κατηγορία, ἐν ᾗ ἐστιν αὐτὴ ἡ τοῦ πρός τι σχέσις, ἔχει ἐναντίον, τότε καὶ τὰ πρός τι ἐν ταύτῃ θεωρούμενα ἔχει ἐναντία. ὅτε δὲ αἱ κατηγορίαι, ἐν αἷς τὰ πρός τί ἐστιν, οὐκ ἔχουσιν ἐναντία, οὐδὲ τὰ πρός τι τὰ ἐν ταύταις ταῖς κατηγορίαις θεωρούμενα ἕξει ἐναντία· οἷον ἐπειδὴ ἡ οὐσία οὐκ ἔχει ἐναντίον, ὡς ἴσμεν, οὐδὲ τὰ πρός τι τὰ ἐν ταύτῃ θεωρούμενα ἕξει ἐναντίον, οἷον πατὴρ — υἱός, δεξιὸς — ἀριστερός. πάλιν ἐπειδὴ τὸ ποσὸν οὐκ ἔχει ἐναντίον, οὐδὲ τὰ ἐν ταύτῃ θεωρούμενα τῇ κατηγορίᾳ πρός τι ἔχουσιν ἐναντίον, οἷον τὸ διπλάσιον καὶ τὸ δίπηχυ. ἐπειδὴ δὲ τὸ ποιόν, ὡς δειχθήσεται, ἔχει ἐναντίον, τούτου χάριν καὶ τὰ πρός τι τὰ ἐν ταύτῃ θεωρούμενα τῇ κατηγορίᾳ ἔχουσιν ἐναντίον, οἷον ἡ ἐπιστήμη τὴν ἄγνοιαν. ἀλλ’ ἐντεῦθεν ἕτερος ἡμᾶς διαδέχεται λόγος λέγων ὅτι εἰ τισὶ μὲν ὑπάρχει τισὶ δὲ οὐχ ὑπάρχει, ἔξεστιν ἐπὶ τούτου τοῦ ἰδίου καὶ καταφατικῇ χρήσασθαι τῇ φωνῇ καὶ ἀποφατικῇ, καὶ διότι μὲν ὑπάρχει τισί, δυνατὸν εἰπεῖν ὅτι τὰ πρός τι ἔχουσιν ἐναντία, διότι δὲ τισὶν οὐχ ὑπάρχει, οὐδὲν ἀπεικὸς ἀποφατικῇ χρήσασθαι τῇ φωνῇ καὶ λέγειν ὅτι τοῖς πρός τι οὐδέν ἐστιν ἐναντίον.

“相反性也属于关系,正如德性与恶德相反,二者皆属于关系,知识与无知亦然。但并非一切关系都具有相反者。” 在给出了关于关系的伪简略描述之后,哲学家终于过渡到了固有属性。并且他把具有相反者作为关系的第一项固有属性给出。但紧接着一项探究便接续在我们面前;因为他们问,究竟是为了什么缘故而前置了“也”这个连词。我们说,既是因为将要到来的事,也是因为已经过去的事:就将要到来的事而言,是因为我们曾说“更甚”与“较逊”伴随着相反性。因此,既然相反性也拉带着“更甚”与“较逊”(因为他打算把这也作为属于关系的固有属性给出),那么很自然地,“也”这个连词就被附加了上来。而就已经过去的事而言,则是因为伪简略描述类比于固有属性。而它之所以类比于固有属性,是因为简略描述也是出于偶性,又是因为简略描述正如固有属性一样意欲进行换位。因此,既然我们把简略描述作为类比于固有属性之物给出了,他就仿佛在第一项固有属性已经被陈述之后那样引入了“也”这个连词,借此表明简略描述与固有属性毫无二致。在这些之后,又有另一个疑难接续在我们面前,它说:为什么他说“属于”,而没有说“共通的”或“固有的”?对这些人我们说,这是因为我们曾说,固有属性既适合于全部,又只适合于自身;因为当它适合于全部时,它就被说是共通的,而当它只适合于自身时,它就被说是固有的。因此,既然眼前的固有属性既不属于全部(正如他自己所言),也不只属于它们(而是也属于性质,正如将要展示的那样),那么很自然地,他既没有因为它不属于全部而称之为共通的,也没有因为它不只属于它们而称之为固有的,而是把它称呼为“属于”。但他们又提出疑难说:如果它既不属于全部也不只属于它们,显而易见它属于某些而不属于另一些;因此现在正是进一步界定并指明在关系之中具有相反者究竟属于哪些而不属于哪些的适当时机。于是我们说,关系并没有自身的质料,而是像旁枝一样在所有范畴中被发现。无论如何,只要关系本身的这种关联所在的范畴具有相反者,那么在这个范畴中被考察的关系也就具有相反者。但是,只要关系所在的范畴不具有相反者,在这些范畴中被考察的关系也就不会具有相反者;例如,既然我们知道实体不具有相反者,那么在这个范畴中被考察的关系(例如父亲—儿子,右边—左边)也就不会具有相反者。再次,既然数量不具有相反者,在这个范畴中被考察的关系(例如双倍和二肘)也就没有相反者。但是,既然性质(正如将要展示的)具有相反者,由于这个缘故,在这个范畴中被考察的关系也就具有相反者,例如知识〔具有〕无知〔作为相反者〕。但由此又有另一番论述接续在我们面前,它说:如果它属于某些而不属于另一些,那么对于这项固有属性既可以使用肯定性的说法,也可以使用否定性的说法;由于它属于某些,可以说关系具有相反者,但由于它不属于某些,使用否定性的说法而说关系没有任何相反者,也并非不合情理。

语法注2 条
  1. 20.8ἐπειδὴ οὖν συνεφέλκεται καὶ ἡ ἐναντίωσις τῷ μᾶλλον καὶ ἧττον

    动词 συνεφέλκεται(中/被动态)的句法判定。照应前文所言“‘更甚’与‘较逊’伴随着相反性(ἀκολουθεῖν τῇ ἐναντιότητι τὸ μᾶλλον καὶ τὸ ἧττον)”,主语 ἡ ἐναντίωσις 与与格 τῷ μᾶλλον καὶ ἧττον 发生牵连。此处既可理解为中间态“[相反性]自身牵带着与格项”,亦可作被动态“与……相牵连”。基于前后因果逻辑(有相反性即随带程度的差异),将与格视为所伴随的对象。

  2. 20.8ἀλλὰ παραφυάδι ἔοικεν ἐν πάσαις εὑρισκόμενα κατηγορίαις

    分句中的一致关系判断:针对中性复数主语 τὰ πρός τι,主谓动词 ἔοικεν 采用第三人称单数(遵循中性复数主语接单数动词规则),而分词 εὑρισκόμενα 则在性、数、格上与主语一致(中性复数主格)。与格单数 παραφυάδι 受 ἔοικεν 支配,意为“像旁枝/吸枝”。该句法清晰呈现了关系自身缺乏独立质料、依附于一切范畴而存在的比喻结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:103.3-104.9