← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§101.29-103.2

通行的关系定义之检验与位置诸种的归属

奥林匹奥多鲁援引其师之说,阐明亚里士多德暂时采纳通行的关系定义是为了对其进行检验与驳斥;接着探讨了位置及其种(站立、斜倚、坐着)以及同源词(站立着等)在关系与“处于位置”范畴之间的归属机制,并印证了卷首讲授同源词学说的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.5

" Καὶ τὰ ἄλλα δὲ ὡσαύτως. πρός τι οὖν ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται." Καὶ τοῦτό φησιν ὑπὸ Ἀριστοτέλους ὡς γυμνάζοντος τὸν εἰρημένον ὁρισμὸν λέγεσθαι,1 ὡς εἰ οὕτως ἔλεγεν ὅτι κατὰ τὸν εἰρημένον ὁρισμὸν ὅσα ἅπερ ἐστὶν ἑτέρων λέγεται, πάντα πρός τί εἰσιν, ὅπερ ἄτοπον. ἄλλως τε, φησίν, οὐδὲ βούλεται τέως προφανῶς ἐναντιωθῆναι τούτῳ τῷ ὅρῳ, ἀλλὰ πρότερον συμμαχεῖ αὐτῷ καὶ κρατύνει αὐτόν, καὶ οὕτως ἀνατρέπει τοῦτον δεικνὺς ὡς πολλὰ τούτῳ ἄτοπα παρακολουθήσει.

“而其他事物亦同样如此。因此,凡是自身现其所是即被说为属于他物的事物,都是关系。” 老师说,这也是亚里士多德作为检验所说定义者而说的,仿佛他是在说:按照所说的定义,凡是自身现其所是即被说为属于他物的事物,全都是关系,而这是荒谬的。此外,他说,亚里士多德暂时并不企图公开反对这一定义,而是首先与它结盟并加强它,随后通过表明许多荒谬之事将伴随它而来,从而推翻它。

§20.6

"Ἔτι δὲ καὶ 〈ἡ〉 ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα θέσεις τινές." Ζητοῦμεν ἐνταῦθα τίνος χάριν πάλιν τὰ παραδείγματα διέκρινεν. καί φαμεν ὅτι διότι οὐκ εἰσὶ ταῦτα κυρίως πρός τι, ἀλλ’ ὡς πρὸς τὴν τοῦ γένους ἀναφορὰν λέγονται πρός τι, τῶν προτέρων αὐτῶν καθ’ αὑτῶν λεγομένων εἶναι τῶν πρός τι. ἐπειδὴ δὲ εἶπεν ‘καὶ πάλιν δὲ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα θέσεις εἰσίν’ (εἴδη γὰρ ταῦτα τῆς θέσεως, ἡ δὲ θέσις τῶν πρός τι· ἢ γὰρ ὅλον τὸ σῶμα ὀρθόν ἐστι καὶ καλεῖται στάσις, ἢ ὅλον πλάγιόν ἐστιν καὶ καλεῖται ἀνάκλισις, ἢ μέρος μέν τι αὐτοῦ ἵσταται μέρος δέ τι αὐτοῦ κάθηται καὶ καλεῖται καθέδρα), τὸ δὲ ἀνακεκλίσθαι ἢ ἑστάναι ἢ καθέζεσθαι ταῦτα, φησίν, οὔκ εἰσιν θέσεις,2 εἴ γε ἡ θέσις τῶν πρός τί ἐστιν, ταῦτα δὲ θέσεις μὲν οὔκ εἰσιν, παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων εἰδῶν τῆς θέσεως μετηνέχθησαν, ἀπὸ μὲν τῆς στάσεως τὸ ἑστάναι, ἀπὸ δὲ τῆς ἀνακλίσεως τὸ ἀνακεκλίσθαι, ἀπὸ δὲ τῆς καθέδρας τὸ καθέζεσθαι. ὥσπερ δὲ ταῦτα ἀπὸ τῶν εἰδῶν τῆς θέσεως μετηνέχθησαν, οὕτως καὶ ἀπὸ τοῦ γένους τούτων, τοῦτ’ ἔστι τῆς θέσεως, μετηνέχθη τὸ κεῖσθαι, ἥτις ἐστὶ μία τῶν κατηγοριῶν· αὕτη γὰρ γένος ἐστὶ τοῦ ἑστάναι καὶ ἀνακεκλίσθαι 〈καὶ καθέζεσθαι〉. ὥστε τὸ εἶδος τῶν πρός τι, τοῦτ’ ἔστιν ἡ θέσις, μίαν ἔτεκε κατηγορίαν τὴν τοῦ κεῖσθαι. καὶ οὐδὲν θαυμαστόν· καὶ δύο γὰρ εἴδη τοῦ ποσοῦ δύο ἔτεκον κατηγορίας, ὁ τόπος τὴν ποῦ καὶ ὁ χρόνος τὴν ποτέ, οὐχ ὅτι ὁ τόπος λέγεται ποῦ, ἀλλὰ τὰ πράγματα τὰ ἐν τῷ τόπῳ ὄντα, οὐδὲ ὁ χρόνος αὐτὸς ποτέ, ἀλλὰ τὰ ἐν χρόνῳ γινόμενα πράγματα. ἀπορήσειε δ’ ἄν τις πρὸς τὸν φιλόσοφον διὰ τί τὰ θέσεως εἴδη καὶ ὑπὸ τὸ πρός τι καὶ ὑπὸ τὴν θέσιν ἀνάγει· ταῦτα γὰρ ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν ἔδει ἀνάγεσθαι. πρὸς ὃν λέγομεν ὅτι οὐ πάντως τὰ ἀπό τινος παρωνύμως λεγόμενα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τελεῖ· ἰδοὺ γὰρ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός· καὶ ἡ μὲν γραμματικὴ ἐπιστήμη οὖσα ὑπὸ τὴν ποιότητα ἀνάγεται, ὁ δὲ γραμματικὸς ὑπὸ τὴν οὐσίαν. οὕτω καὶ ἐπὶ τούτων τὴν μὲν ἐνέργειαν ὑπὸ τὰ πρός τι ἀνάγομεν, αὐτὸ δὲ τὸ κείμενον ὑπὸ τὴν κεῖσθαι κατηγορίαν.

“而且斜倚、站立和坐也是某种位置。” 我们在此探究,他为何再次划分这些例证。我们说,这是因为这些并不是严格意义上的关系,而是通过对其属的指引而被说为关系的,而先前的那些例子就其自身而言即被说为属于关系。既然他说“而且斜倚、站立和坐又是位置”(因为这些是位置的种,而位置属于关系;因为或者整个身体是直立的,被称为站立,或者整个身体是横卧的,被称为斜倚,或者它的一部分站立而另一部分坐着,被称为坐),斜倚着、站立着或坐着——他说,这些并不是位置,既然位置属于关系;这些并不是位置,而是从所说的位置之诸种派生性地转化而来的:站立着转自站立,斜倚着转自斜倚,坐着转自坐。正如这些是从位置的诸种转化而来的一样,从它们的属即位置,也转化出了“处于位置”,这是范畴之一;因为这一范畴是站立着、斜倚着[和坐着]的属。因此,关系的种即位置,产生了一个范畴,即“处于位置”这一范畴。这毫不奇怪;因为数量的两个种也产生了两个范畴:处所产生了“在何处”,时间产生了“在何时”,并不是处所被称为“在何处”,而是在处所之中的事物如此被称,时间本身也不是“在何时”,而是在时间中生成的事物如此被称。有人可能会向哲学家发难:为什么他把位置的诸种既归于关系之下又归于位置之下;因为这些本应归于“处于位置”这一范畴之下。对此我们说,从某事物派生性地被说的事物绝非总是归于同一范畴之下;看哪,从语法产生了语法家,语法作为知识归于性质之下,而语法家则归于实体之下。同样,在这些事物上,我们把活动归于关系之下,而把处于位置的事物自身归于“处于位置”这一范畴之下。

§20.7

"Παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων θέσεων λέγονται." Σημειωτέον ὅτι καλῶς ἐν τοῖς προλαβοῦσιν ἐλέγομεν ὅτι χρεία τῆς τῶν παρωνύμων διδασκαλίας ἐν τῷ παρόντι συγγράμματι· ἰδοὺ γὰρ αὐτὸς ὁ Ἀριστοτέλης φαίνεται τούτων μεμνημένος. προέλαβεν δὲ ἐν τῇ ἀρχῇ τὴν τούτων διδασκαλίαν εἰπών, ἵνα μὴ ὀνόματα ἄγνωστα τοῖς εἰσαγομένοις παρέχῃ καὶ μὴ ἐκ τῶν φανερῶν ἀλλ’ ἐξ ἀγνώστων τὴν διδασκαλίαν δόξῃ ποιήσασθαι, ὅπερ ἐστὶ διαβεβλημένον παρὰ τοῖς παλαιοτέροις.

“而它们是从所说的位置派生性地被说的。” 应当指出,我们在前文中说在本著作中有必要对同源词进行教示,是完全正确的;因为看哪,亚里士多德本人显见提到了它们。他在开篇预先陈述了关于它们的教示,以免向初学者提供陌生的名称,并且不至于显得不是从显明之物而是从未知之物进行施教,而这在古人那里是备受非难的。

语法注2 条
  1. 20.5Καὶ τοῦτό φησιν ὑπὸ Ἀριστοτέλους ὡς γυμνάζοντος τὸν εἰρημένον ὁρισμὸν λέγεσθαι

    φησίν 的省略主语是上一节末尾(§20.4)提到的“我们的老师”(ὁ ἡμέτερος διδάσκαλος)。全句为间接引语,主谓词 φησίν 统摄宾格加不定式结构(τοῦτο ... λέγεσθαι),分词 ὡς γυμνάζοντος 与 Ἀριστοτέλους 保持同格一致,作修饰动作发出者的附加语,表示其意图或视角。

  2. 20.6τὸ δὲ ἀνακεκλίσθαι ἢ ἑστάναι ἢ καθέζεσθαι ταῦτα, φησίν, οὔκ εἰσιν θέσεις

    句首带冠词的三组不定式(τὸ ἀνακεκλίσθαι ἢ ἑστάναι ἢ καθέζεσθαι)作为主语被前置(先取),随后由复数指示代词 ταῦτα 总结承接,作动词 οὔκ εἰσιν 的主语(复指重述结构)。φησίν 为插入语,指引用亚里士多德的说法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:101.29-103.2