- 底本
- Olympiodorus, Prolegomena. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 1-25. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:9.12-10.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述亚里士多德哲学的目的(认识第一本原与神学)、通往该目的的学科阶梯、听讲者所需的灵魂净化与调和,以及注释者应具备的客观性与学术准则,并以此结束第二讲。
ἐν τούτοις συμπεραίνεται ἡμῖν καὶ τὸ τρίτον κεφάλαιον. Τέταρτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν τί τὸ τέλος τῆς Ἀριστοτελικῆς φιλοσοφίας καὶ τί τὸ ἀναφαινόμενον χρήσιμον ἐξ αὐτῆς. ἀναφαίνεται τοίνυν ἐξ αὐτῆς χρήσιμον τὸ γνῶναι ὡς μία τῶν πάντων ἐστὶν ἀρχή, ἀπειροδύναμος, ἀπεριόριστος, ἀσώματος, ἀπερίληπτος, ὀρεκτικὴ πᾶσι τοῖς κατὰ φύσιν, αὐτοαγαθότης· ἄλλο γάρ ἐστιν ἀγαθὸν καὶ ἄλλο ἀγαθότης, ὥσπερ καὶ ἄλλο λευκὸν καὶ ἄλλο λευκότης· λευκὸν μὲν τὸ δεδεγμένον αὐτὴν τὴν ποιότητα, λευκότης δὲ αὐτὴ ἡ ποιότης. οὕτως ἀγαθὸν μὲν τὸ δεδεγμένον, ἀγαθότης δὲ αὐτὸ τὸ πρᾶγμα καὶ αὐτὴ ἡ ὕπαρξις καὶ ἡ οὐσία τοῦ ἀγαθοῦ. καὶ ὅτι οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, αὐτὸς Ἀριστοτέλης φησὶν ἐν τοῖς Μετὰ τὰ φυσικὰ θεολογῶν· ὅτι μία ἐστὶ τῶν πάντων ἀρχή, ἔστι κατασκευάσαι τοῦτον τὸν τρόπον· τὰ ὄντα πάντα καλῶς πολιτεύεται, καὶ τοῦτο εἰκότως· οὐ γὰρ ἐνδέχεται κακῶς τὰ ὄντα πολιτεύεσθαι θεοῦ περιόντος. τὰ καλῶς πολιτευόμενα τέτακται, τὰ δὲ τεταγμένα ὑφ’ ἑνὸς τέτακται, τὰ ὄντα ἄρα πάντα ὑφ’ ἑνὸς τέτακται’. τοῦτο οὖν τὸ τάξαν καλοῦμεν πάντων ἀρχήν, ἧς ἡ γνῶσις τέλος ἐστὶ τῆς Ἀριστοτέλους φιλοσοφίας. Πέμπτον κεφάλαιον. τίς ὁ βαθμὸς καὶ τίνα τὰ ἄγοντα ἡμᾶς ἐπὶ τὸ ταύτης τέλος; φαμὲν τοίνυν ὅτι πέντε τινὰ καθέστηκεν τὰ πρὸς τὸ τέλος ἡμᾶς ἀπάγοντα τῆς φιλοσοφίας, οἷον λογική, φυσική, ἠθική, μαθηματική, θεολογική. καὶ ἔστιν ἀρχὴ μὲν ἡ λογική, μετὰ δὲ ταύτην ἠθική, μετὰ δὲ τὴν ἠθικὴν ἡ φυσική, μετὰ δὲ ταύτην ἡ μαθηματική, μετὰ δὲ τὴν μαθηματικὴν ἡ θεολογία. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ τὸ πάντων ἔνυλον προηγεῖσθαι τοῦ κατά τι μὲν ἐνύλου κατά τι δὲ ἀΰλου. μετὰ δὲ τοῦτο ἐπὶ τὸ πάντων ἄυλον δεῖ χωρῆσαι ἡμᾶς, ἑπομένους τῇ προστάξει τοῦ θεσπεσίου Πλωτίνου τῇ λεγούσῃ ὅτι δοτέον τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως. καὶ ἐν τούτοις καὶ τὸ πέμπτον κεφάλαιον. Ἕκτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν ὁποῖον δεῖ εἶναι τὸν ἀκροώμενον τῶν Ἀριστοτέλους συγγραμμάτων. λέγω τοίνυν ὅτι δεῖ αὐτὸν ἐχέφρονα εἶναι, δριμύν, κεκαλλωπισμένον τοῖς ἤθεσιν, κεκαθαρμένον τὴν ψυχήν (‘μὴ καθαρὸν γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐχὶ θεμιτόν ἐστιν’,1 ὡς ὁ θεῖος Πλάτων φησί, καὶ Ἱπποκράτης ‘τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις’), καὶ συνεχῶς ἐπιλέγοντα αὑτῷ τὰς τοῦ Πλάτωνος φωνὰς ὅτι ‘εἰ μὴ σὺ σαυτοῦ λέγοντος ἀκούσῃς, μηδενὶ ἄλλῳ λέγοντι πιστεύσῃς’ καὶ πάλιν ‘Σωκράτους μὲν ὀλίγον φροντιστέον, τῆς δὲ ἀληθείας πολύ’, σημαίνοντος διὰ πάντων τούτων ἡμῖν ὅτι2 δεῖ πάντων τὴν ἀλήθειαν προτιμᾶν καὶ πάντα ταύτης δεύτερα ποιεῖσθαι. ἀλλὰ μὴν καὶ ἐξομοιοῦν τὰ ἑαυτῶν τῷ μεγάλῳ κόσμῳ· ὥσπερ γὰρ ἐν τῷ μεγάλῳ κόσμῳ ἔστι μὲν βασιλεύς, ὑπόκεινται δὲ αὐτῷ στρατιῶται καὶ θῆτες, οὕτω δεῖ εἶναι καὶ τὸν ἀκροώμενον τῆς Ἀριστοτέλους φιλοσοφίας, καὶ ἔχειν μὲν ἐν τάξει τοῦ βασιλέως τὸν λογισμόν, ἐν δὲ τῇ τάξει τῶν στρατιωτῶν τὸν θυμόν, ἐν δὲ τῇ τάξει τῶν ὑπηρετούντων τὴν ἐπιθυμίαν· δεῖ γὰρ ἄρχειν μὲν τὸν λογισμόν, ἄρχεσθαι δὲ τὸν θυμόν, ἄρχεσθαι δὲ ὑπ’ ἀμφοτέρων τὴν ἐπιθυμίαν. ζητοῦσι δέ τινες διὰ τί τριμεροῦς οὔσης τῆς ψυχῆς τέσσαρές εἰσιν ἀρεταί, φρόνησις, ἀνδρία, σωφροσύνη καὶ δικαιοσύνη. πρὸς τούτους δὲ ἔστιν εἰπεῖν ὅτι εὐλόγως· ἡ μὲν γὰρ φρόνησις ἀρετῆς ἐστι γνώρισμα τοῦ λογισμοῦ, ἡ δὲ ἀνδρία τοῦ θυμοῦ, ἡ δὲ σωφροσύνη τῆς ἐπιθυμίας, ἡ δὲ δικαιοσύνη διὰ πασῶν πεφοίτηκεν καὶ ἐν πάσαις θεωρεῖται. καὶ ἐν τούτοις καὶ τὸ ἕκτον κεφάλαιον. Ἕβδομον κεφάλαιον, οἷον δεῖ εἶναι τὸν ἐξηγούμενον τὰ συγγράμματα Ἀριστοτέλους. καί φαμεν ὅτι τοιόνδε 〈δεῖ〉 εἶναι ἐξηγηματικὸν καὶ ἐπιστημονικόν· ἐξηγηματικὸν μὲν διὰ τὸ ἐξηγεῖσθαι σαφῶς τὴν ἀλήθειαν, ἐπιστημονικὸν δὲ ὡς διακρίνοντα τὴν ἀλήθειαν ἀπὸ τοῦ ψεύδους. δεῖ δὲ αὐτὸν μὴ δουλεύειν αἱρέσει καὶ ὥσπερ ἐκμεμισθωκέναι αὐτῇ τὰ ὦτα καὶ τὴν γλῶτταν, ὡς ἅπαντα ποιεῖν πρὸς τὰ ἐκείνῃ δοκοῦντα, καὶ ποιεῖν καὶ λέγειν καὶ ἀκούειν. δεῖ δὲ αὐτὸν μὴ συμμεταβάλλεσθαι ταῖς αἱρέσεσιν, ἵνα μὴ ὥσπερ οἱ ἐν σκηνῇ διάφορα ὑποδύοντες πρόσωπα, οὕτω καὶ αὐτὸς ταύτῃ τι πάθῃ, ἀλλὰ τύπους ἔχειν χρὴ καὶ κανόνας ἀληθεῖς, δι’ ὧν δύναται διακρῖναι τὸ ὀρθῶς ἔχον καὶ τὸ μὴ τοιοῦτον. ἐφ’ ᾧ καταπαύσωμεν τὴν παροῦσαν θεωρίαν.3 τέλος τῆς βʹ θεωρίας.
至此,我们对第三目的讨论便告结束。第四目,在其中我们探讨亚里士多德哲学的目的是什么,以及从中显现出来的用处是什么。从中显现出来的用处就是认识到万物具有单一的本原,它是无限力量的、不受限制的、无形体的、不可完全把握的、一切依自然存在之物所渴求的对象,是善自身。因为“善的事物”是一回事,“善性”是另一回事,正如“白的事物”是一回事,“白性”是另一回事:“白的事物”是接受了性质本身的事物,而“白性”则是性质本身;同样,“善的事物”是接受者,而“善性”则是事物本身以及善的生存本身与本质。亚里士多德本人在《形而上学》中阐发神学时说:“多头统治并非善事;让一个统治者、一个君王存在吧。”万物具有单一的本原,可以通过如下方式来确证:“一切存在者都受到良好的统治;这是理所当然的,因为既然神存在,存在者就不可能受到不良的统治。受到良好统治的事物是被秩序化的,而被秩序化的事物是被单一者秩序化的;因此,一切存在者都被单一者秩序化。”于是,我们将这一秩序化的根源称为万物的本原,对它的认识也就是亚里士多德哲学的目的。第五目:通往其目的的阶梯是什么,将我们引向其目的的途径又有哪些?我们说,将我们引向哲学目的的阶梯共有五项,即逻辑学、自然学、伦理学、数学、神学。起点是逻辑学,在它之后是伦理学,伦理学之后是自然学,自然学之后是数学,数学之后是神学。这也是合乎道理的:因为全然属质料的,必须先于在某种程度上属质料而在某种程度上非质料的;此后,我们必须走向全然非质料的,遵从神圣的普罗提诺的指令,他说应当向年轻人传授数学学课,以使其习惯于无形体的本性。在这些讨论中,第五目也就完结了。第六目,在其中我们探讨亚里士多德著作的听讲者应当是怎样的人。我说,他必须明智、敏锐、品行经过修饰、灵魂经过净化(正如神圣的柏拉图所说:“未得洁净者接触洁净者,是不合礼法的”,希波克拉底也说:“不洁的身体,你滋养得越多,伤害得就越深”),并且不断向自己复述柏拉图的名言:“除非你自己听到自己在说,否则不要相信任何其他说话的人”,以及“对苏格拉底应当少加顾及,而对真理应当多加顾及”。通过这一切,〔柏拉图〕向我们表明必须将真理置于一切之上,并将一切置于真理之后。此外,还应当使自身的状态类似于大宇宙:因为正如在大宇宙中有君王,且在他之下有军人和劳作者一样,亚里士多德哲学的听讲者也必须如此,将理性置于君王的位次,将激情置于军人的位次,将欲望置于服役者的位次;因为理性应当统治,激情应当受统治,而欲望应当受两者的统治。有些人探究,既然灵魂是三部分的,为什么却有四种德性:明智、勇敢、节制和正义?对他们可以说,这是合乎情理的:因为明智是理性的德性特征,勇敢是激情的特征,节制是欲望的特征,而正义则贯穿全部,并在全部之中显现。在这些讨论中,第六目也就完结了。第七目,阐释亚里士多德著作的人应当是怎样的人。我们说,他必须具有阐释力与科学洞见:具有阐释力是因为能清晰地阐释真理,具有科学洞见则是作为能将真理与虚妄分辨开来的人。他绝不能屈从于某一学派,犹如将自己的耳朵和舌头出租给它一样,以至于完全按照该学派所中意的方式行事、言说和倾听。他也绝不能随学派的流变而随波逐流,以免像舞台上戴着各种面具的人一样也遭受同样的境遇;相反,他必须拥有真实的规范和准则,借此能够分辨什么是正确的,什么不是如此。以此我们结束本次研讨。第二讲结束。
- 3.0μὴ καθαρὸν γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐχὶ θεμιτόν ἐστιν
引自柏拉图《斐多篇》67b的句式。在由 μὴ καθαρόν 引入的不定词 ἐφάπτεσθαι 结构后,谓语 θεμιτόν ἐστιν 带有双重否定词 μὴ οὐχί。在古典希腊语中,独立使用的 μὴ οὐ(柏拉图原文带虚拟式 μὴ οὐ θεμιτὸν ᾖ,此处改用直陈式) 常用于谨慎或反问地表达强烈否定,即“不洁净者接触洁净者断然是不合礼法的”。
- 3.0σημαίνοντος διὰ πάντων τούτων ἡμῖν ὅτι
属格绝对分词短语。其逻辑主语是前文通过属格短语 τὰς τοῦ Πλάτωνος φωνάς 所提及的柏拉图(Πλάτων);阳性单数属格分词 σημαίνοντος 指回柏拉图本人,用以说明这些名言背后的主旨意图。
- 3.0ἐφ’ ᾧ καταπαύσωμεν τὴν παροῦσαν θεωρίαν
介词短语 ἐφ’ ᾧ 后接第一人称复数不定过去时虚拟式 καταπαύσωμεν(作劝诱用或表示目的/结果),是古代注疏结课时的惯用程式,意为“在此我们结束本次研讨”。
