- 底本
- Olympiodorus, Prolegomena. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 1-25. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:7.31-9.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
完成了对亚里士多德理论性、实践性与逻辑学著作的具体划分,随后探讨了研习其著作起点的四种看法(伦理学、自然学、数学或逻辑学在先),并确立了应从逻辑学开始的立场。
φυσικὰ μὲν οἷα ἐστὶν ἡ Φυσικὴ ἀκρόασις καὶ ἡ Περὶ γενέσεως καὶ φθορᾶς καὶ ἡ Περὶ οὐρανοῦ καὶ τὰ Μετέωρα καὶ ἡ Περὶ ψυχῆς ἡ καλουμένη. μαθηματικὰ δὲ οἷα τὰ Μηχανικὰ καὶ Ὀπτικὰ προβλήματα. θεολογικὰ δὲ οἷά ἐστὶν ἡ Μετὰ τὰ φυσικά. τῶν δὲ πρακτικῶν τὰ μέν ἐστιν ἠθικὰ τὰ δὲ οἰκονομικὰ τὰ δὲ πολιτικά. ἠθικὰ μὲν ὡς τὰ Εὐδήμεια καὶ τὰ Νικομάχεια τὰ καλούμενα, οἰκονομικὰ δὲ ὥσπερ ὁ Οἰκονομικὸς αὐτοῦ (γέγραπται γὰρ αὐτῷ Οἰκονομικός), πολιτικὰ δὲ ὥσπερ ὁ Πολιτικὸς αὐτοῦ ἕτερος ὢν παρὰ τὰς σνʹ πολιτείας τὰς εἰρημένας·1 ἐκεῖναι γὰρ οὔκ εἰσιν καθόλου. καὶ ἡ μὲν τῶν θεωρητικῶν καὶ πρακτικῶν διαίρεσις τοῦτον ἔχει τὸν τρόπον. τῶν δὲ λογικῶν συγγραμμάτων τὰ μὲν αὐτὴν τὴν μέθοδον διδάσκει τὰ δὲ τὰ συμβαλλόμενα πρὸς τὴν μέθοδον τὰ δὲ 〈τὰ〉 καθαίροντα τὴν μέθοδον. καὶ ἔστιν αὐτὴ μὲν ἡ μέθοδος ἡ καλουμένη Ἀποδεικτική, τὰ Ὕστερα καλούμενα ἀναλυτικά, συμβαλλόμενα δὲ πρὸς τὴν μέθοδον αἱ Κατηγορίαι, τὸ Περὶ ἑρμηνείας καὶ τὰ Πρότερα ἀναλυτικά. ἐκκαθαίρουσι δὲ τὴν μέθοδον οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ οἱ Τόποι καὶ αἱ Ῥητορικαὶ τέχναι καὶ τὸ Περὶ ποιητικῆς τὸ καλούμενον. Ἀλλ’ εἰ βούλεσθε, καὶ τὴν τάξιν μάθωμεν τῶν συμβαλλομένων εἰς τὴν ἀρχὴν τῆς μεθόδου. ἰστέον τοίνυν ὅτι σκοπὸν ἔχομεν ἐν τῇ λογικῇ τὰς ἀποδείξεις μαθεῖν. διὰ συλλογισμῶν δὲ ταύτας μανθάνομεν. ὁ δὲ συλλογισμὸς αὐτός, ὡς καὶ τὸ ὄνομα δηλοῖ, συλλογή τίς ἐστι λόγων. [ἃ] δεῖ οὖν πρὸ τῆς συλλογῆς μαθεῖν τὰ ἁπλᾶ, τοῦτ’ ἔστι τὰς προτάσεις, πρὸ δὲ τῶν προτάσεων τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἐξ ὧν αἱ προτάσεις ἵστανται. μανθάνομεν οὖν ἐκ μὲν τῶν Κατηγοριῶν τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἐκ δὲ τοῦ Περὶ ἑρμηνείας τὰς προτάσεις, ἐν δὲ τοῖς Ἀναλυτικοῖς τέλειον εἰσόμεθα τὸν συλλογισμόν. ἐζήτησαν δέ τινες πρὸς τί συμβάλλονται οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ οἱ Τόποι καὶ αἱ Ῥητορικαὶ τέχναι καὶ τὸ Περὶ ποιητικῆς, καὶ διὰ τί ταῦτα ἐξέθετο ὁ φιλόσοφος. πρὸς οὕς φαμεν ὅτι καθάπερ οἱ τῶν Ἀσκληπιαδῶν παῖδες οὐ μόνον τὴν τῶν ὑγιεινῶν ἀλλὰ καὶ τὴν τῶν νοσερῶν παιδεύονται γνῶσιν ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, οὕτω καὶ ὁ φιλόσοφος γιγνώσκων ὅτι πεφύκασί τινες σοφιστικοὶ συλλογισμοὶ πειρώμενοι τὴν ἀλήθειαν περιτρέπειν καὶ ταύτην ἀφανίσαι, δεῖν ᾠήθη τούτους περιθέσθαι, οὐχ ἵνα χρησώμεθα τούτοις, ἀλλ’ ἵνα γιγνώσκοντες μὴ περιπέσωμεν τοῖς αὐτοῖς. καὶ ἐν τούτοις καὶ τὸ δεύτερον κεφάλαιόν ἐστιν, ἐν ᾧ τὴν τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσιν μεμαθήκαμεν. Τρίτον ἦν τῶν ζητουμένων, πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν συγγραμμάτων. καὶ περὶ τούτου τέσσαρες δόξαι γεγόνασιν· καὶ οἱ μὲν τῆς πρώτης δόξης φασὶν ὅτι τῆς ἠθικῆς δεῖ ἄρξασθαι, οἱ δὲ τῆς δευτέρας τῆς φυσιολογικῆς, οἱ δὲ τῆς μαθηματικῆς, οἱ δὲ τῆς λογικῆς. καὶ οἱ μὲν τῆς ἠθικῆς λέγουσιν ὅτι δεῖ πρῶτον κατακοσμῆσαι τὰ ἑαυτῶν ἤθη καὶ οὕτως ἄρξασθαι καὶ ἑτέρων μαθημάτων· ὥσπερ γὰρ οἱ τὰ σκοτεινὰ ὄμματα ἔχοντες οὐ δύνανται πρὸς τὸν ἥλιον ἀποβλέψαι, οὕτως οὐδέ τις βαρυνόμενος πάθεσι ψυχῆς δύναται τούτων ἅψασθαι. καὶ ταῦτά ἐστι τὰ λεγόμενα ὑπὸ τῶν πρεσβευόντων δέον εἶναι προηγήσασθαι τὸ ἠθικὸν τῶν ἄλλων. οἱ δὲ τὴν φυσιολογικὴν λέγοντες προηγήσασθαί φασιν ὅτι δεῖ ἀπὸ τῶν φυσικῶν ἄρξασθαι, ἐπειδὴ ταῦτα σύντροφα ἡμῖν ἐστι καὶ συνήθη. οἱ δὲ λέγοντες τὴν μαθηματικὴν ἔφασαν διὰ τοῦτο δεῖν προηγήσασθαι τὰ μαθήματα διὰ τὸ ἐπιγεγράφθαι ἐν τῷ τοῦ Πλάτωνος μουσείῳ ‘ἀγεωμέτρητος μηδεὶς εἰσίτω’. ἕτεροι δὲ λέγουσιν ὅτι τὴν λογικὴν δεῖ προηγήσασθαι διὰ τὸ πάσας τὰς προειρημένας δεῖσθαι ταύτης, εἴ γε συλλογιστικῶς καὶ ἀποδεικτικῶς ἐν ἐκείνοις δείκνυται τὰ δεικνύμενα, ἡ δὲ λογική, ὡς εἴρηται, περὶ ταῦτα καταγίνεται. ταῦτα δὲ ἡμεῖς τιθέμεθα λέγοντες· ὅσον μὲν ἐπὶ τῇ τάξει τῶν πραγμάτων2 δεῖ προηγήσασθαι τὴν ἠθικὴν τῶν λοιπῶν διὰ τὸ ῥυθμίζεσθαι ἡμᾶς διὰ ταύτης καὶ κοσμεῖσθαι τὰ ἤθη. ἐπειδὴ δὲ οὐ δίκην ἀλόγων ζῴων καὶ ἰδιωτικῷ τρόπῳ κοσμοῦμεν καὶ καλλύνομεν τὰ ἤθη ἡμῶν, ἀλλὰ διὰ συλλογιστικῆς ἀγωγῆς καὶ ἀποδεικτικῆς μεθόδου, δίκαιον τὴν λογικὴν προηγήσασθαι3 τῆς τε ἠθικῆς 〈καὶ τῆς φυσικῆς〉 καὶ τῆς μαθηματικῆς καὶ τῆς θεολογικῆς. ἐν δὲ αὐταῖς ταύταις ταῖς τρισὶ δέον ἐστὶ προηγεῖσθαι τὴν φυσικὴν τῆς μαθηματικῆς καὶ τὴν μαθηματικὴν τῆς θεολογικῆς.
物理学著作,例如《物理学》、《论生成与消灭》、《论天》、《气象学》以及所谓的《论灵魂》。数学著作,例如《机械学问题》和《光学问题》。神学著作,例如《形而上学》。在实践性著作中,有些是伦理学的,有些是家政学的,有些是政治学的。伦理学著作,例如所谓的《欧德谟伦理学》和《尼各马可伦理学》;家政学著作,例如他的《家政学》(因为他撰写过一部《家政学》);政治学著作,例如他的《政治学》,它与前面提到的那二百五十部政制不同,因为那些并非普遍性的著作。理论性与实践性著作的划分便是如此。 在逻辑学著作中,有些讲授方法本身,有些讲授有助于该方法的内容,有些则讲授净化该方法的内容。方法本身就是所谓的论证科学,即所谓的《后分析篇》;有助于该方法的,是《范畴篇》、《解释篇》和《前分析篇》;而净化该方法的,则是《辩谬篇》、《论题篇》、《修辞术》以及所谓的《诗学》。 但是,如果你们愿意,我们也来了解一下有助于该方法起步的那些著作的次序。因此应当知道,我们在逻辑学中的目的是学习论证。而我们是通过推论来学习这些论证的。推论本身,正如其名称所表明的那样,是某种言辞的汇集。因此,在汇集之前,必须学习单纯的要素,也就是命题;而在命题之前,必须学习构成命题的名词与动词。因此,我们从《范畴篇》中学习名词与动词,从《解释篇》中学习命题,而在《分析篇》中我们将认识完备的推论。 有些人曾探究,《辩谬篇》、《论题篇》、《修辞术》和《诗学》究竟有何助益,以及哲学家为何阐明了这些著作。对他们我们说:正如医术世家之子(阿斯克勒庇俄斯的子弟)不仅接受关于健康事物的知识的训练,也接受关于患病事物的知识的训练,以便选取前者而避开后者;哲学家同样也知道,某些诡辩式的推论自然会产生并试图颠覆真理并使其泯灭,因此他认为有必要阐发这些内容,这并不是为了让我们去运用它们,而是为了让我们由于认识它们而不致陷入同样的谬误之中。 在这些内容之中,第二目也就完结了,在这一目中我们了解了亚里士多德著作的划分。 所探究的第三个问题是:应当从亚里士多德著作的何处开始?关于这一点产生了四种看法:持第一种看法的人说应当从伦理学开始;持第二种看法的人说应当从自然学开始;另一些人说应当从数学开始;还有一些人则说应当从逻辑学开始。主张从伦理学开始的人说,必须首先整饬自己的品行,然后以此方式开始其他的研习;因为正如眼睛昏暗的人无法注视太阳一样,被灵魂的情念所压迫的人也无法接触这些学问。这些就是主张伦理学应当先于其他学科的人所提出的论点。而主张自然学应当在先的人说,必须从自然事物开始,因为这些事物与我们一同成长且为我们所熟悉。主张数学的人则声称,数学研习之所以必须在先,是因为柏拉图学园上题写着“未经几何学研习者不得入内”。另有人则说,逻辑学必须在先,因为前面提到的所有学科都需要它——如果说在那些学科中所展示的事物都是通过推论和论证的方式来展示的话,而如前所述,逻辑学正是从事这些工作的。 对此,我们通过如下论述来确立自己的主张:就事物的秩序而言,伦理学必须先于其他学科,因为我们通过它得到规范,品行也得到整饬;但是,既然我们不是模仿无理性的动物、以平民粗浅的方式来整饬和美化我们的品行,而是通过推论的引导和论证的方法来整饬,那么逻辑学理应先于伦理学、自然学、数学和神学。而在后三者本身之中,自然学应当先于数学,数学应当先于神学。
- 3.0ἕτερος ὢν παρὰ τὰς σνʹ πολιτείας τὰς εἰρημένας
跟在 ἕτερος ὤν 之后的介词短语 παρὰ τὰς ... πολιτείας 支配宾格,表示比较与区分(“与……不同”)。它将亚里士多德理论性的《政治学》与前文提及的二百五十部个别性、经验性的《城邦政制》明确区分开来。
- 3.0ὅσον μὲν ἐπὶ τῇ τάξει τῶν πραγμάτων
这是 ὅσον ἐπί 与与格名词短语结合构成的限制性惯用句式,意为“就事物的秩序而言”或“从事物秩序的角度来看”。它与随后由 ἐπειδὴ δὲ ... 引导的分句相对照,构成了事物客观秩序与教学认知顺序之间的逻辑对比。
- 3.0δίκαιον τὴν λογικὴν προηγήσασθαι
这是一个在谓语形容词 δίκαιον 后省略了系动词 ἐστί 的非人称结构,它以宾格加不定式结构 τὴν λογικὴν προηγήσασθαι(“逻辑学在先”)作为实际主语,意为“逻辑学在先是理所当然的/正当的”。
