← 小奥林匹奥多罗斯

亚里士多德《逻辑学》导论及《范畴篇》注释

§10.36-12.23

著作的多样文体与特意追求晦涩的原因

作者讨论了亚里士多德在各类著作中展现出的多样化文体风格(第八目),随后通过与柏拉图、毕达哥拉斯、神话及神谕的对比,解释了亚里士多德为了甄别勤勉者而特意追求晦涩的原因(第九目),最后列出了研读各部著作前需预先把握的六个基本事项(第十目)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.0#1

Ἐπειδὴ τὰς ἐπωνυμίας τῶν φιλοσόφων αἱρέσεων μεμαθήκαμεν καὶ τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων καὶ πόθεν ἡμᾶς δεῖ ἀρκτέον καὶ διὰ ποίων μέσων ὁδευτέον καὶ τί τὸ ἐκδεχόμενον ἡμᾶς τέλος, καὶ πρὸς τούτοις οἷον δεῖ εἶναι τὸν ἀκροώμενον τούτων, εἶτα τὸν ἐξηγούμενον, φέρε πρὸς τοῖς εἰρημένοις ζητήσωμεν τί τὸ εἶδος τῆς ἀπαγγελίας τοῦ φιλοσόφου. οὐχ ἓν τοίνυν ἐπετήδευσεν εἶδος, διότι μηδὲ περὶ ἑνὸς πράγματος τὸν λόγον πεποίηται, ἀλλ’ ὥσπερ διαφόρων ἥψατο πραγμάτων, οὕτω καὶ παναρμόνιον εἶδος ἐπετήδευσεν, πρόσφορον τὸν λόγον βουλόμενος τοῖς πράγμασιν εἶναι. ἐν μὲν οὖν ταῖς ἐπιστολαῖς πυκνός ἐστι καὶ σύντομος, κοινός τε ἅμα καὶ ἴδιος· τοιοῦτον γὰρ δεῖ εἶναι τὸν ἐπιστέλλοντα· κοινὸν μέν, διότι ἡ ἐπιστολὴ ἔντευξίς ἐστι πρὸς ἀπόντας, καὶ ὥσπερ 〈πρὸς〉 τοὺς παρόντας ταῖς ἐντεύξεσιν κοινῶς διαλεγόμεθα, οὕτω δεῖ καὶ πρὸς τὰς ἐντεύξεις τῶν ἀπόντων, τοῦτ’ ἔστι τὰς ἐπιστολάς, κοινὴν ποιεῖσθαι τὴν ἔντευξιν. ἴδιον δὲ χρὴ πάλιν εἶναι τὸν ἐπιστέλλοντα, ἵνα μὴ λάθωμεν ἑαυτοὺς εἰς ἔννοιαν ἰδιωτικὴν ἐμπίπτοντες. ἐν δὲ ταῖς ἱστορίαις ἐστὶ σαφής, ὑφηγηματικός, διηρθρωμένος, ἐν δὲ τοῖς διαλογικοῖς ὡραῖος, μεστὸς χαρίτων, οὐκ ἐνδεής, ποικίλος ἐν ταῖς μιμήσεσιν, ἐν δὲ τοῖς αὐτοπροσώποις συνεστραμμένος, γοργός, πυκνὸς τοῖς νοήμασι, καθαρὸς τοῖς ὀνόμασι, μηδαμοῦ ποιητικαῖς δουλεύων μεταφοραῖς, ἀκαλλωπίστῳ εὐρυθμίᾳ κοσμούμενος (διὸ καὶ ἀζήλωτον1 ἑαυτὸν τοῖς μεταγενεστέροις κατέστησεν· τὸ γὰρ κρεῖττον ἢ κατὰ τέχνην συντεθὲν2 ἀμίμητόν ἐστι τῇ τέχνῃ), ἐν δὲ τοῖς ἐξωτερικοῖς κεκαλλωπισμένος ταῖς λέξεσιν. καὶ ἐν τούτοις καὶ τὸ ὄγδοον κεφάλαιον. Ἔνατον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν διὰ τί ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος· ὅτι γὰρ οὐκ οἴκοθεν ἔχει τοῦτο, ἀλλ’ αὐτὸς ἐπετήδευσεν, δηλοῖ πολλαχοῦ σαφῶς ἑρμηνεύσας, ἐν μὲν τοῖς λογικοῖς ἐν τοῖς καλουμένοις Τόποις, ἐν δὲ τοῖς φυσικοῖς ἐν τοῖς Μετεωρολογικοῖς. ἀσάφειαν τοίνυν ἐπετήδευσεν πεῖραν καὶ δοκιμασίαν λαβεῖν βουλόμενος τῶν τε προθυμοτάτων νέων καὶ τῶν ῥᾳθύμων· ἀσαφεῖ γὰρ ἐντυγχάνων ὁ σπουδαῖος συγγράμματι συντείνει ἑαυτὸν καὶ προθυμότερος γίγνεται πρὸς τὴν τοῦ συγγράμματος κατάληψιν, ὁ δὲ ῥᾴθυμος ἐντυγχάνων τούτῳ φεύγει τὴν ἔντευξιν ὑπὸ τῆς ἀσαφείας ἀπελαυνόμενος. τοῦτο δὲ οὐ μόνον Ἀριστοτέλης πεποίηκεν, ἀλλὰ καὶ Πλάτων πρὸ αὐτοῦ· παρεκελεύετο γὰρ δοκιμασίαν καὶ πεῖραν τῶν νέων λαμβάνειν πρὸ τῆς τῶν μαθημάτων εἰσόδου· ἔλεγε γὰρ ὅτι δεῖ ἀπαγαγεῖν αὐτοὺς ἐν τοῖς συμποσίοις καὶ μεθύσκειν, ἵνα τὰ κεκρυμμένα ἐν τῇ αὐτῶν ψυχῇ δημοσιεύσωσι. τὰ αὐτὰ δὲ καὶ Πυθαγόρας ἐποίει· μεθ’ ἡμέραν γὰρ ἠρώτα τοὺς φοιτητὰς τὰ ἐν ταῖς νυξὶ γιγνόμενα ἐνύπνια, μαντεύεσθαι διὰ τούτων βουλόμενος τὴν κίνησιν τῶν ψυχῶν [εἰδέναι]. ἀλλ’ ἰστέον ὅτι ὁ Πλάτων κρεῖττον ἢ κατὰ Πυθαγόραν ἐποίει· ἐν μὲν γὰρ τοῖς ὀνείρασιν ἔστι πολλὰ καὶ προσθεῖναι καὶ ἀφελεῖν ψευδῶς, ἐν δὲ ταῖς μέθαις, ἅτε δὴ μὴ παρακολουθοῦντες ἑαυτοῖς, ἀδεῶς τὰ ἐν ταῖς ψυχαῖς κεκρυμμένα ἐξήγγελλον. ἀλλὰ καὶ ποιηταί, μὴ πᾶσι βουλόμενοι σαφῆ καταστῆσαι τὰ περὶ τῶν θείων, μύθοις ἀπέκρυπτον τὰ περὶ τῶν θείων δογμάτων λεγόμενα· ἀνόητον γάρ ἐστι, καθὰ οἱ ποιηταί φασι Κρόνον καταπίνοντα τὰ τέκνα καὶ πάλιν ἐμοῦντα, Δία δὲ κύκνον γενόμενον· εἰ γὰρ τοὺς ταῦτα δρῶντας ἀνθρώπους κολάζομεν, πόσῳ μᾶλλον ἄτοπον ταῦτα προσάπτειν θεοῖς; διὸ καὶ δέος ἐστὶ μή ποτε αἱ τῶν νέων ψυχαὶ ἁπαλώταται οὖσαι παραδέξονται ὡς ἀληθῆ· δυσμετακινήτως γὰρ ἔχουσιν οἱ νέοι πρὸς ταῦτα. ὅθεν καὶ τοῖς τερατωδεστέροις τῶν ποιητῶν χάριν ὁμολογοῦμεν, ἵνα διὰ τῆς ὑπερβαλλούσης ἀπιστίας μηδεὶς τοῖς λεγομένοις πιστεύσειεν. ἀλλὰ μὴν καὶ τοῖς ἱερεῦσιν τοῦτο βούλονται τὰ παραπετάσματα· ταῦτα γὰρ ἐπενόησαν πρὸς τὸ μὴ πᾶσι σαφῆ καὶ γνώριμα καταστῆσαι τὰ μυστήρια. ὅθεν ἔφησέν τις ἀείδω συνετοῖσιν, θύρας δ’ ἐπίθεσθε βεβήλοις. ἀλλὰ μὴν καὶ πρὸ πάντων τούτων Ἀπόλλων μὴ πᾶσι προδήλους τὰς μαντείας καταστῆσαι βουλόμενος λοξῶς ἐμαντεύετο, οὐ μετρίαν ἀσάφειαν διὰ τούτων ἐπιδεικνύμενος, ὅθεν καὶ Λοξίας ὠνόμασται. ὅπερ οὖν Ἀπόλλωνι μὲν τὸ λοξόν, ἱερεῦσι δὲ τὰ παραπετάσματα, ποιηταῖς δὲ οἱ μῦθοι, Πυθαγόρᾳ δὲ τὰ ὀνείρατα, Πλάτωνι δὲ αἱ μέθαι, τοῦτο Ἀριστοτέλει πέφυκεν ἡ ἀσάφεια.3 καὶ ἐν τούτοις τὸ ἔνατον κεφάλαιον. Δέκατον καὶ τελευταῖον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν πόσα καὶ τίνα δεῖ προλαμβάνεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος. λέγω τοίνυν ὡς ἕξ τινα ὀφείλομεν προλαβεῖν, τὸν σκοπόν φημι καὶ τὸ χρήσιμον καὶ τὴν τάξιν καὶ τὴν ἐπιγραφὴν καὶ τὸν συγγραφέα καὶ τὴν διασκευήν. ὁ μὲν οὖν σκοπὸς ἐν τοῖς Πλατωνικοῖς πολλαχοῦ διαπεφώνηται, ἐν δὲ τοῖς Ἀριστοτελικοῖς οὐδαμοῦ.

既然我们已经了解了各哲学派别的名称、亚里士多德著作的划分、我们应当从何处开始、应当经过怎样的中介途径前进、等待着我们的目的是什么,此外这些著作的听讲者应当是怎样的人,接着阐释者又应当是怎样的人,那么来吧,在已述诸点之外,让我们探究这位哲学家的表述形态究竟是怎样的。他所追求的并非单一的形态,因为他并非仅就单一事物立论;相反,正如他涉及了不同的事物,他也追求了一种完全和谐的形态,希望言论与事物相称。于是,在书信中,他是严密而简要的,既通俗而又独具特色;因为写信者就应当是这样的:说其通俗,是因为书信是对不在场者的会晤,正如我们在会晤中与在场者通俗地交谈一样,对于与不在场者的会晤即书信,也应当进行通俗的交流;但写信者又必须具有独特性,以免我们不知不觉陷入粗鄙的意念之中。在探究性著作中,他是清晰、指引性强且结构分明的;在对话体著作中,他是优雅的、富于魅力、无所欠缺且在摹仿上丰富多样;在他以第一人称撰写的教说性著作中,他是紧凑的、劲健的、思想浓密的、语词纯正的,绝不屈从于诗意隐喻,饰以未经修饰的匀称节奏(因此他也使自己成为后人无法仿效的;因为那超越技艺标准而构成的东西,是技艺所无法摹仿的);而在对外部大众的著作中,他在言辞上是华美修饰的。在这些讨论中,第八目也就完结了。 第九目,在其中我们探究哲学家为何追求晦涩。因为他并非天生具有这一特质,而是自行追求的,这由他在许多地方作了清晰阐释所显明,在逻辑学中是在被称为《论题篇》的著作中,在自然学中则是在《气象学》中。于是,他追求晦涩,是意在对最勤勉的青年与怠惰的青年进行考验和甄别。因为当热心的人遇到晦涩的著作时,他会振作自己,更加热切地去把握该著作;而怠惰的人遇到它时,则因被晦涩所驱离而避开阅读。这样做的不单是亚里士多德,在他之前的柏拉图也是如此;因为柏拉图告诫在进入学课之前要对青年进行甄别和考验:他说应当把他们带到酒宴中并使其醉酒,以便他们将隐藏在自己灵魂中的事物公之于众。毕达哥拉斯也做同样的事:因为他在白天询问门生们在夜间所做的梦,希望借此预察他们灵魂的运动。但应当知道,柏拉图的做法比毕达哥拉斯的做法更高明:因为在梦境中,人们可以虚妄地增减许多事物,但在醉酒状态中,由于不能自制,他们便毫无顾忌地吐露隐藏在灵魂中的事物。再者,诗人们也是因为不愿向所有人阐明有关神圣事物的学说,才用神话隐蔽了关于神圣教义的言论;因为正如诗人们所说,克洛诺斯吞噬子女又将其吐出,宙斯化身为天鹅,这是荒谬的;因为如果我们惩罚做出此类行径的人,将这些强加给神明岂不更加荒唐?因此,人们也害怕青年的灵魂由于极其柔弱,会将这些当作真理来接受;因为青年对这些事物有着难以动摇的执念。由此,我们甚至对那些作更加怪诞之作的诗人们表示感激,以便由于其荒诞至极,无人会相信所言之事。此外,帷幕对于祭司们而言也是出于这一用意;因为他们构想出帷幕,是为了不让所有人都明了并熟知诸奥秘。因此有人说:“我为明达之人歌唱,但要对凡夫俗子掩上门户。” 更有甚者,在这一切之前,阿波罗因不愿将神谕向所有人显明,便以曲折的方式下达神谕,借此显出非同寻常的隐晦,由此他也获得了“洛克西亚斯”的称号。因而,正如曲折之于阿波罗,帷幕之于祭司,神话之于诗人,梦境之于毕达哥拉斯,醉酒之于柏拉图一样,晦涩对于亚里士多德而言自然正是如此。在这些讨论中,第九目也就完结了。 第十目也是最后一目,在其中我们探究在研读每部亚里士多德著作之前,应当预先把握多少事项以及哪些事项。我说,我们应当预先把握六个事项,我指的是目的、用处、位次、标题、作者以及编排体例。目的在柏拉图的著作中多处存在争议,而在亚里士多德的著作中则绝非如此。

语法注3 条
  1. 4.0ἀζήλωτον

    从紧随其后的解释性理由(τὸ γὰρ κρεῖττον ἢ κατὰ τέχνην συντεθὲν ἀμίμητόν ἐστι τῇ τέχνῃ,“因为超越技艺标准而构成的东西,是技艺所无法摹仿的”)来看,ἀζήλωτον 在此处并非通常的“不惹人妒忌的”,而是与后面的 ἀμίμητον 呼应,意为“无法效仿的”或“不可摹仿的”。

  2. 4.0τὸ γὰρ κρεῖττον ἢ κατὰ τέχνην συντεθὲν

    这是一个比较级句式,在比较级 κρεῖττον 之后接连词 ἤ 以及介词短语 κατὰ τέχνην(“按照技艺的标准/尺度”),表示“超越技艺标准而构成的事物”。该实体化分词短语作主语,谓语为 ἀμίμητόν ἐστι τῇ τέχνῃ(其中的与格 τῇ τέχνῃ 为手段或施事与格)。

  3. 4.0ὅπερ οὖν Ἀπόλλωνι μὲν τὸ λοξόν, ἱερεῦσι δὲ τὰ παραπετάσματα, ποιηταῖς δὲ οἱ μῦθοι, Πυθαγόρᾳ δὲ τὰ ὀνείρατα, Πλάτωνι δὲ αἱ μέθαι, τοῦτο Ἀριστοτέλει πέφυκεν ἡ ἀσάφεια

    这是一个由关系代词 ὅπερ 与指示代词 τοῦτο 构成的呼应句式。前半部分省略了系动词(ἦν 或 ἐστί),并列展开了一系列带有领属/关涉与格(Ἀπόλλωνι, ἱερεῦσι 等)的名词短语;后半部主句中,πέφυκεν 起到系词作用,表示“天生是/自然相当于”,以 ἡ ἀσάφεια 为主语,以 Ἀριστοτέλει 为与格,与前半部分在结构和语义上精确对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg001.humanitext-grc1:10.36-12.23